1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

32

περιβο λαίοις, μὴ σιδηροῖς· πάντα γὰρ ὑμῶν τὸν πλοῦτον παραδώσω τοῖς πολεμίοις, καὶ ἔσται τοῦτο τῶν σῶν ἁμαρτημάτων ἀντίδοσις. Προστίθησι δὲ τούτοις καὶ τὴν γεγενημένην αἰχμαλωσίαν. Ταῦτα προειπὼν ὁ προφήτης, κίνδυνον ὑπομένει τῶν ἀκούειν οὐκ ἀνεχο μένων, ἀνελεῖν αὐτὸν πειραθέντων, καὶ παρακαλεῖ τὸν τῶν ὅλων Θεὸν, καί φησι· ιεʹ. Μνήσθητί μου, Κύριε, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με. Ἀντὶ τοῦ· Μὴ παραδῷς με τοῖς καταδιώκουσί με· ὁ γὰρ ἀθῶος ἐλευθεροῦται. "Μὴ εἰς μακροθυμίαν σου λάβῃς με." Ἔνια "βάλῃς με" ἔχει· τουτέστιν, ἀνεξι κάκως χρώμενος, καὶ κολάζειν τοὺς ἀδικοῦντας ἀναβαλλόμενος, τοὺς ἀδικουμένους ἡμᾶς ἀνιᾷς. "Γνῶθι, εἰ ἔλαβον περὶ σοῦ ὀνειδισμόν." 81.600 ιϛʹ. Ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου. Σοῦ χάριν, ὦ ∆έσποτα, τοῖς παροῦσιν ἀλγεινοῖς περι πέπτωκα· τοὺς σοὺς γὰρ λόγους διαπορθμεύων δυσμενὴς ἐγενόμην. "Συντέλεσον αὐτοὺς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην, καὶ εἰς χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμέ." Ἐπειδὴ νομίζουσι ψευδῆ με προλέγειν, ταῖς δὲ τῶν ψευδοπροφητῶν ὑποσχέσεσιν ὡς ἀληθέσι προσέχουσι, τοὺς λόγους μου τοῖς ἔργοις βεβαίωσον, καὶ ταύτῃ με ψυχαγώγησον. Εἶτα λέγει, ὡς οὔτε τραπέζης αὐτοῖς, οὔτε γέλωτος ἐκοινώνησεν, ἀλλὰ τὸ θεῖον πάντων προετίμησε δέος· καὶ διὰ τὴν πονηρίαν αὐτῶν, καὶ διὰ τὴν τιμωρίαν, ἀνιώμενος διετέλεσεν· ἀλλ' εὐθὺς αὐτὸν ὁ ∆εσπότης ψυχαγωγεῖ, καί φησι· ιθʹ. Ἐὰν ἀποστρέψῃς, καὶ ἀποκαταστήσω σε, πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Οὐ μικρός σοι, φησὶ, παρ' ἐμοῦ πεφύλακται μισθὸς τοῦτον ἀναδεξαμένῳ τὸν πόνον· ἐὰν γάρ τινα τῶν πλανωμένων ἐπιστρέψῃς, πολλῆς παρ' ἐμοὶ παῤῥη σίας μεθέξεις. Τοῦτο γὰρ δηλοῖ τὸ "πρὸ προσώπου μου στήσῃ." Κἄν τινα τῶν ἀνοσίων μεταβάλῃ, καὶ πείσῃς ἑλέσθαι τὰ ἐπὶ τὸ κρεῖττον, τῷ στόματί μου ἀπεικασθήσῃ· καὶ γὰρ ἐγὼ λόγῳ τὰ μὲν ὄντα ἐποίησα, καὶ σὺ λόγῳ τοὺς τῆς κακίας ἐργάτας μετα βάλῃς εἰς ἀρετήν. Ὑπέσχετο δὲ αὐτῷ πάλιν τὸ ἄμαχον καὶ ἀήττητον, καὶ τῶν ἐξ ἀρχῆς γεγενημένων ἀνέμνησεν ὑποσχέσεων. ΚΕΦΑΛ. Ιςʹ. Παρεγγυᾷ δὲ αὐτῷ, μὴ γῆμαι, μηδὲ παιδοποιῆ σαι, ὡς καὶ τῶν τικτόντων, καὶ τῶν τικτομένων, λιμῷ καὶ λοιμῷ, καὶ σφαγῇ, καὶ δουλείᾳ παραδοθη σομένων. Παρακελεύεται δὲ μήτε εὐφραινομένοις συνευφραίνεσθαι, μήτε ἀλγοῦσι συναλγῆσαι. "Ἀφέστακα γὰρ, φησὶ, τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου, φησὶ Κύριος, καὶ τὸν ἔλεόν μου, καὶ τοὺς οἰκτιρμούς μου." ϛʹ. Καὶ ἀποθανοῦνται μεγάλοι καὶ μικροὶ ἐν τῇ γῇ ταύτῃ. Λέγει δὲ ὡς οὐδὲ ταφῆς ἀξιωθήσονται, οὐδὲ θρῆνοι ἐπ' αὐτοῖς συνήθως γενήσονται, οὐδὲ ψυχαγωγίας τινὸς οἱ πενθοῦντες ἀξιωθήσονται· καὶ ἀπειλεῖ παντὸς εἴδους εὐφροσύνης ἀποστέρησιν τῇ πόλει, ὡς μηδεμίαν ἐπενεχθῆναι φωνὴν, μὴ γάμων, μὴ συμποσίων, μὴ τῶν ἄλλων, ὅσα θυμήρη τοῖς ἀν θρώποις παρέχει ζωήν. Πυνθανομένων δὲ, φησὶν, ἐκείνων, καὶ λεγόντων· ∆ιὰ ποίαν αἰτίαν τούτοις περιπεπτώκαμεν τοῖς κακοῖς; καὶ τῆς πατρῴας αὐ τοὺς ἀνάμνησον ἀσεβείας, καὶ τὰ ὑπ' αὐτῶν τολ μώμενα δίδαξον, καὶ ὅτι χαλεπώτερα τῶν πατέρων ἐξήμαρτον, οὐ κατὰ τὸν ἐμὸν πολιτευόμενοι νόμον, ἀλλὰ τοῖς οἰκείοις ἑπόμενοι λογισμοῖς. Οὗ δὴ χάριν· 81.601 ιγʹ. Ἀποῤῥίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς, καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις ἡμέρας καὶ νυκτὸς, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος. Ἐπειδὴ τοὺς οὐκ ὄντας φιλεῖτε θεοὺς, τῆς πατρῴας ὑμᾶς ἐκβαλῶ γῆς, καὶ παραδώσω τοῖς πολεμίοις, ἵνα σὺν ἐκείνοις τῇ πλάνῃ δουλεύητε. Ὑπισχνεῖται μέντοι καὶ τὴν ἐπάνοδον· καὶ λέγει, ὡς κατ' ἐκεῖνον τὸν καιρὸν οὐκέτι τὰς προτέρας εὐεργεσίας