1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

33

ὁ λέγων· «Ἑτοιμάζου τοῦ ἐπι καλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ·» οὐ κεῖται δὲ τὸ, «Ἰδοὺ ἐγὼ,» ἀλλ' «Ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ·» αὐτὸς ὁ Θεός. Ὀρθ. Πάντα ὑμῖν ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. Ὑμεῖς γάρ ἐστε οἳ καὶ τὴν πρὸς Ἑβραίους τοῦ ἁγίου Παύλου παραγραφόμενοι, καὶ τὴν πρὸς Ῥωμαίους παραχαράττοντες, ἐν τῷ λέγειν, οὐ γέγραπται, «∆ιὰ τοῦ ἐνοικοῦντος Πνεύματος ἐν ὑμῖν,» ἀλλὰ, «διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα.» Ἰδοὺ δὴ καὶ τὸν προφήτην ἐπιχειρεῖς παραχαράττειν. Ἀλλ' οὐδείς σοι συγχωρεῖ. Ἐὰν οὖν προκομίσωμεν τὸ προφητικὸν, καὶ δείξωμεν, ὅτι τὸ «Ἰδοὺ ἐγὼ» γέγραπται, πείθῃ, ὅτι κτίζει τὸ Πνεῦ μα; Μακεδ. Οἶδα, ὅτι ἐν ἐνίοις τῶν ἀντιγράφων γέ γραπται τὸ, «Ἰδοὺ ἐγώ.» Ἀλλ' ἐγὼ λέγω ἐσφαλμένα εἶναι τὰ ἀντίγραφα. Οὐ γὰρ ἔχει ἀκολουθίαν λέγειν, τὸ Πνεῦμά ἐστι τὸ λέγον, ὅτι «Ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα.» Ὀρθ. Καίτοιγε ἡ μεγίστη ἀκολουθία τοῦ ῥητοῦ αὕτη, καὶ ἄλλως ἐξ ομαλισθῆναι οὐ δύναται ἢ οὕτως. Τὸ γὰρ Πνεῦμά ἐστι τὸ λέγον· «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ. Ὅτι ἰδοὺ ἐγὼ τὸ Πνεῦμα, στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ,» δηλονότι τοῦ Θεοῦ. Μακεδ. Ποῖον πνεῦμα κτίζει; Ὀρθ. Εἰ μὲν κατὰ τὸ ῥητὸν, τὸ ἑπόμε νον τῇ βροντῇ· εἰ δὲ κατὰ διάνοιαν, ὃ εἶπεν ὁ ἅγιος Παῦλος «τηρηθῆναι ἄμεμπτον μετὰ τῆς ψυχῆς, καὶ τοῦ σώματος, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ γὰρ τὴν ἐστερεωμένην βροντὴν τὸ βάπτισμα δεῖ νοεῖν, πρότερον ὂν παρὰ Ἰουδαίοις χαῦνον καὶ ὑδατῶδες· ὥστε λέγειν τὸν ἅγιον Ἰωάν νην· «Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετά νοιαν· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, ὃς ὑμᾶς βα πτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Ἐπειδὴ οὖν αὐτὸ τὸ βάπτισμα τῇ τοῦ Πνεύματος παρουσίᾳστε ρεοῦται, καλῶς εἴρηται, ὅτι «Ἰδοὺ ἐγὼ» τὸ Πνεῦμα «στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα,» τὸ ἐν 28.1245 ἑκάστῳ ἡμῶν, ὃ καὶ καρδίαν ἐκάλεσεν ὁ ∆αβὶδ, λέ γων· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» Μακεδ. Καὶ βροντὴν λέγεις τὸ βάπτισμα. Ὀρθ. Συμβολικῶς καὶ πάνυ. Ὡς γὰρ ὅταν ἀκούω, «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας,» οὐκ ἄμπελον σωματικὴν περιβλέπομαι, ἀλλὰ τὸν ναὸν νοῶ· οὕτως καὶ βροντὴν τὸ βάπτισμα νοῶ. Καὶ γὰρ τοὺς μαθητὰς αὐτοῦ υἱοὺς βροντῆς ἐκάλεσεν ὁ Χριστὸς, τουτέστι βαπτίσματος υἱούς. Ἐπειδὴ γὰρ ἡ βροντὴ συνίσταται ἐξ ὕδατος καὶ πνεύματος, τοῦτο δέ ἐστιν ἡ τοῦ ἁγίου βαπτίσματος μυσταγωγία, συμβολικῶς τὸ βάπτισμα βροντὴν καλεῖ ἐστερεωμένην ὑπὸ τοῦ ἁγίου Πνεύματος. Ἀμέλει ὁ Ἀπόστολος, ὡς ἐν ταῖς Πράξεσιν εἴρηται, ἐλθὼν καὶ εὑρών τινας βαπτισθέντας, ἠρώτησεν αὐτοὺς λέγων· «Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;» Ἐκείνων δὲ εἰρηκότων, «Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν,» εἶπεν· «Εἰς τί οὖν ἐβαπτίσθητε;» ὡς τοῦ στερεώματος οὐκ ὄντος ἐν τῷ βαπτίσματι, μὴ παρόντος τοῦ Πνεύματος. Στερεοῖ οὖν βροντὴν τὸ βάπτισμα, καὶ κτίζει τὸ πνεῦμα, τουτέστι τὰς καρδίας ἡμῶν, αὐτὸ τὸ ἅγιον Πνεῦμα τὸ λέγον διὰ τοῦ προφήτου· «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ· διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ.» Μακεδ. Καὶ τὸ ἑξῆς ἑρμήνευσον, καὶ οὕτως ἐξομάλισον. Ὀρθ. «Ποιῶν ὄρθρον καὶ ὀμίχλην, ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.» Μακεδ. Τί οὖν λέγεις τὸν ὄρθρον, καὶ τὴν ὀμίχλην, καὶ τὰ ὑψηλὰ τῆς γῆς; Ὀρθ. Κατὰ διάνοιαν ὄρθρον λέγω τὴν ἀνάστασιν. Τοῦ γὰρ ἡλίου τῆς δικαιοσύνης ἀνατολὴ, νοεῖται ἡ ἀνάστασις. Ὀμί χλη δὲ ἡ μὴ συγχωροῦσα πᾶσι τηλαυγῶς αὐτὸν ὁρᾷν. Ηὑρέθη γὰρ ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Τὰ δὲ ὑψηλὰ τῆς γῆς οἱ ἐπὶ γῆς περιπατοῦντες, καὶ ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχοντες. Ἐπὶ γὰρ τούτους ἐπιβαίνει ἡ τοῦ Πνεύματος χάρις. Μακεδ. Τὸ Πνεῦμα οὖν τὸ ἅγιον ἤγειρεν τὸν Χριστόν; Ὀρθ. Ταῦτα λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Ὥσπερ γὰρ τὸ σῶμα τὸ Κυριακὸν λέγεται πεποιηκέναι ὁ Πατὴρ (γέγραπται γάρ· «Πρὸ