1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

33

ῥίζαν αὐτὴν, ἄλλως δὲ τὸν φλοιὸν τοῦ στελέχους, καὶ ἄλλως τὸ ξύλον, καὶ τὴν ἐντεριώνην ἑτέρως. Τὸ αὐτὸ καὶ φῦλλον γίνεται, καὶ εἰς ἀκρέμονας καὶ κλάδους κατασχίζεται, καὶ τοῖς καρποῖς παρέχει τὴν αὔξησιν, καὶ δάκρυον τοῦ φυτοῦ καὶ ὀπὸς ἐκ τῆς αὐτῆς αἰτίας προέρχεται· οἷς πόση πρὸς ἄλληλά ἐστιν ἡ διαφορὰ, οὐδεὶς ἂν λόγος ἐξίκοιτο. Ἄλλο γὰρ τοῦ σχίνου τὸ δάκρυον, καὶ ἄλλος ὁ ὀπὸς τοῦ βαλσάμου· καὶ νάρθηκές τινες ἐπὶ τῆς Αἰγύπτου καὶ Λιβύης ἕτερον ὀπῶν γένος ἀποδακρύουσι. Λόγος δέ τίς ἐστι, καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν εἰς λίθου φύσιν ἀποπηγ νύμενον. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὰ ἐμφαινόμενα κάρφη καὶ τὰ λεπτότατα τῶν ζῴων, ἅπερ, ἁπαλοῦ ὄντος τοῦ ὀποῦ, ἐναποληφθέντα κατέχεται. Καὶ ὅλως τὴν κατὰ τὰς ποιότητας τῶν ὀπῶν διαφορὰν ὁ μὴ τῇ πείρᾳ διδαχθεὶς, οὐδένα λόγον εὑρήσει τὴν ἐνέργειαν παριστῶντα. Πῶς πάλιν ἀπὸ τῆς αὐτῆς νοτίδος ἐν μὲν τῇ ἀμπέλῳ οἶνος συνίσταται, ἐν δὲ τῇ ἐλαίᾳ τὸ ἔλαιον; Καὶ οὐ τοῦτο μόνον θαυμαστὸν, πῶς ὧδε μὲν τὸ ὑγρὸν ἀπεγλυκάνθη, ἐκεῖ δὲ λιπαρὸν γέγονεν, ἀλλ' ὅτι καὶ ἐν τοῖς γλυκέσι καρποῖς ἀμύθητος ἡ παραλλαγὴ τῆς ποιότητος. Ἄλλο γὰρ τὸ ἐν ἀμπέλῳ γλυκὺ, καὶ ἄλλο τὸ ἐν μηλέᾳ, καὶ σύκῳ, καὶ φοίνικι. Ἔτι σε βούλομαι περὶ τὴν ἐξέτασιν ταύτην φιλοτεχνῆσαι, πῶς τὸ αὐτὸ ὕδωρ νῦν μὲν λεῖόν ἐστι τῇ αἰσθήσει, ὅταν ἐν τοῖσδέ τισι τοῖς φυτοῖς γενόμενον ἀπογλυκανθῇ· νῦν δὲ πληκτικόν ἐστι τῆς γεύσεως, ὅταν δι' ἄλλων φυτῶν ἐνεχθὲν ἀποξύνηται. Καὶ πάλιν εἰς τὴν ἐσχάτην πικρότητα μεταβάλλον ἐκτραχύνει τὴν αἴσθησιν, ὅταν ἐν ἀψίνθῳ ἢ σκαμμωνίᾳ γένηται. Καὶ ἐν μὲν ταῖς βαλάνοις, ἢ τῷ καρπῷ τῆς κρανείας, πρὸς τὴν στυφὴν καὶ αὐστηρὰν ποιότητα μεταβάλλει· ἐν δὲ ταῖς τερεβίνθοις, καὶ ταῖς καρύαις, πρὸς ἁπαλὴν καὶ ἐλαιώδη φύσιν μεθίσταται. 5.9 Καὶ τί δεῖ τὰ πόρρω λέγειν, ὅπου γε ἐπὶ τῆς αὐτῆς συκῆς πρὸς τὰς ἐναντιωτάτας μεταβαίνει ποιότητας; Πικρότατον μὲν γάρ ἐστιν ἐν τῷ ὀπῷ, γλυκύτατον δὲ ἐν αὐτῷ τῷ καρπῷ. Καὶ ἐπὶ τῆς ἀμπέλου στυπτικώτατον μὲν ἐπὶ τῶν ἀκρεμόνων, ἥδιστον δὲ ἐν τοῖς βότρυσιν. Αἱ δὲ κατὰ τὰς χρόας διαφοραὶ, πόσαι; Ἴδοις ἂν ἐν λειμῶνι τὸ αὐτὸ ὕδωρ ἐρυθραινόμενον μὲν ἐν τῷδε τῷ ἄνθει, καὶ ἐν ἄλλῳ πορφυροῦν, καὶ κυανὸν ἐν τῷδε, καὶ ἐν ἑτέρῳ λευκόν· καὶ πλείονα πάλιν τῆς ἐν ταῖς χρόαις ποικιλίας, τὴν κατὰ τὰς ὀδμὰς διαφορὰν παρεχόμενον. Ἀλλὰ γὰρ ὁρῶ μοι τὸν λόγον τῇ ἀπληστίᾳ τῆς θεωρίας εἰς ἀμετρίαν ἐκπίπτοντα, ὃν ἐὰν μὴ δήσας πρὸς ἀνάγκην ἀπαγάγω τῆς κτίσεως, ἐπιλείψει με ἡ ἡμέρα τὴν μεγάλην σοφίαν ἐκ τῶν μικρο τάτων ὑμῖν παριστῶντα. Βλαστησάτω ἡ γῆ ξύλον κάρπιμον, ποιοῦν καρπὸν ἐπὶ τῆς γῆς. Καὶ εὐθὺς αἱ κορυφαὶ τῶν ὀρέων ἐκόμων· καὶ ἐφιλοτεχνοῦντο παράδεισοι, καὶ ποταμῶν ὄχθαι μυρίοις γένεσι φυτῶν ὡραΐζοντο. Καὶ τὰ μὲν τὴν ἀνθρωπίνην ηὐτρέπιστο κατακοσμῆσαι τράπεζαν· τὰ δὲ βοσκήμασι τροφὴν παρεσκεύαζεν, ἐκ τῶν φύλλων, ἐκ τῶν καρπῶν. Ἄλλα τὰς ἐκ τῆς ἰατρικῆς ὠφελείας ἡμῖν προεξένει· τοὺς χυλοὺς, τοὺς ὀποὺς, τὰ κάρφη, τοὺς φλοιοὺς, τὸν καρπόν· καὶ ἁπαξαπλῶς ὅσα ἡμῖν ἡ χρονία πεῖρα ἐξεῦρεν, ἐκ τῶν κατὰ μέρος περιπτώσεων συλλεγομένη τὸ χρήσιμον, ταῦτα ἡ ὀξεῖα τοῦ κτίσαντος πρόνοια, ἐξ ἀρχῆς προβλεψαμένη, εἰς γένεσιν ἤγαγε. Σὺ δὲ ὅταν ἴδῃς τὰ ἥμερα, τὰ ἄγρια, τὰ φίλυδρα, τὰ χερσαῖα, τὰ ἀνθοφοροῦντα, ἢ τὰ ἀνάνθη, ἐν μικρῷ τὸν μέγαν ἐπιγινώσκων, πρόσθες ἀεὶ τῷ θαύματι, καὶ αὔξησόν μοι τὴν ἀγάπην τοῦ κτίσαντος. Ἐξέταζε πῶς τὰ μὲν ἀειθαλῆ ἐποίησε, τὰ δὲ γυμνούμενα· καὶ τῶν ἀειθαλῶν τὰ μὲν φυλλοβόλα, τὰ δὲ ἀείφυλλα. Φυλλοβολεῖ γὰρ καὶ ἐλαία καὶ πίτυς, εἰ καὶ λεληθότως ὑπαλλάσσει τὰ φύλλα, ὥστε μηδέποτε δοκεῖν τῆς κομῆς ἀπογυμνοῦσθαι. Ἀείφυλλον δὲ ὁ φοίνιξ, τῷ αὐτῷ φύλλῳ ἐκ τῆς πρώτης βλαστήσεως εἰς τέλος συμπαραμένων. Ἔπειτα κἀκεῖνο σκόπει, πῶς ἡ μυρίκη ὥσπερ ἀμφίβιόν ἐστι, καὶ τοῖς φιλύδροις συναριθμούμενον, καὶ κατὰ τὰς ἐρήμους πληθυνόμενον. ∆ιὸ καὶ ὁ Ἱερεμίας διαίως τὰ πονηρότερα καὶ ἐπαμφοτερίζοντα τῶν ἠθῶν τῷ τοιούτῳ φυτῷ παρεικάζει. 5.10