1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

33

ἀλλ' οὐχ ὡς Ἰουδαῖοι· οὐ γὰρ σάρκα, ἀλλὰ ἁμαρτήματα ἀπεξεδύσασθε. Πότε, καὶ ποῦ; Ἐν τῷ βαπτίσματι. Καὶ ὃ καλεῖ περιτομὴν, πάλιν τάφον καλεῖ. Ὅρα πῶς πάλιν ἐπὶ τὰ δικαιώματα διαβαίνει. Τῶν ἁμαρτιῶν, φησὶ, τῶν τῆς σαρκός· τουτέστιν, ἅπερ ἐν τῇ σαρκὶ ἔπραξαν. Μεῖζον τῆς περιτομῆς λέγει· οὐ γὰρ ἔῤῥιψαν τὸ περιτμηθὲν, ἀλλ' ἀπώλεσαν, ἀλλ' ἔφθειραν. Συνταφέντες αὐτῷ, φησὶν, ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Ἀλλ' οὐ τάφος μόνον ἐστίν· ὅρα γὰρ τί φησιν· Ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Καλῶς εἶπε· πίστεως γὰρ ὅλον ἐστίν. Ἐπιστεύσατε ὅτι δύναται ὁ Θεὸς ἐγεῖραι, καὶ οὕτως ἠγέρθητε. Εἶτα καὶ τὸ ἀξιόπιστον, Τοῦ ἐγείραντος αὐτὸν, φησὶν, ἐκ νεκρῶν. Ἤδη δείκνυσι τὴν ἀνάστασιν· Καὶ ὑμᾶς ποτε ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησε σὺν αὐτῷ. Ὑπὸ γὰρ τὴν δίκην ἔκεισθε ἀποθανεῖν. Εἰ δὲ καὶ ἀπεθάνετε, ἀλλ' οὐχ ἁπλῶς, ἀλλὰ θάνατον χρήσιμον. Ὅρα πῶς πάλιν δείκνυσι τίνων ἦσαν ἄξιοι, δι' ὧν ἐπήγαγε· Χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα. Ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Χαρισάμενος ἡμῖν, φησὶ, πάντα τὰ παραπτώματα. Ποῖα; Ἃ τὴν νεκρότητα ἐποίει. Καὶ τί; ἆρα ἀφῆκε μεῖναι; Οὐχὶ, ἀλλὰ καὶ ἐξήλειψεν· οὐκ ἐχάραξε μόνον, ἀλλ' ἐξήλειψεν, ὥστε μηδὲ φαίνεσθαι. Τοῖς δόγμασι, φησί. Ποίοις δόγμασι; Τῇ πίστει. Οὐκοῦν ἀρκεῖ πιστεῦσαι. Οὐχὶ ἔργοις ἔργα, ἀλλὰ πίστει ἔργα παρέθηκε. Καὶ τί μετὰ ταῦτα; Ἐπίτασις τοῦ ἀφιέναι τὸ ἐξαλεῖψαι πάλιν. Καὶ αὐτὸ ἦρκε, φησὶν, ἐκ τοῦ μέσου. Καὶ οὐδὲ οὕτως ἐφύλαξεν, ἀλλὰ καὶ διέῤῥηξεν αὐτὸ, Προσηλώσας τῷ σταυρῷ. Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Οὐδαμοῦ οὕτω μεγαλοφώνως ἐφθέγξατο. γʹ. Ὁρᾷς σπουδὴν τοῦ ἀφανισθῆναι τὸ χειρόγραφον ὅσην ἐποιήσατο; Οἷον, πάντες ἦμεν ὑφ' ἁμαρτίαν καὶ κόλασιν· αὐτὸς κολασθεὶς ἔλυσε καὶ τὴν ἁμαρτίαν καὶ τὴν κόλασιν· ἐκολάσθη δὲ ἐν τῷ σταυρῷ. Ἐκεῖ οὖν αὐτὸ προσέπειρεν· εἶτα ὡς ἐξουσίαν ἔχων, λοιπὸν διέῤῥηξε. Ποῖον χειρόγραφον; Ἢ τοῦτό φησιν, ὃ ἔλεγον πρὸς τὸν Μωϋσέα, ὅτι Πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν, καὶ ἀκουσόμεθα· ἢ εἰ μὴ τοῦτο, ὅτι ὀφείλομεν τῷ Θεῷ ὑπακοήν· ἢ εἰ μὴ τοῦτο, ὅτι κατεῖχεν ὁ διάβολος τὸ χειρόγραφον ὃ ἐποίησε πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, εἰπών· Ἧ ἂν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ξύλου, ἀποθανῇ. 62.341 Κατεῖχεν οὖν τὸ χειρόγραφον τοῦτο ὁ διάβολος. Καὶ οὐκ ἔδωκεν ἡμῖν αὐτὸ ὁ Χριστὸς, ἀλλ' αὐτὸς αὐτὸ ἔσχισεν, ὅπερ τοῦ μετὰ χαρᾶς ἀφιέντος ἐστίν. Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. Τὰς διαβολικὰς δυνάμεις λέγει· ἢ ἐπεὶ αὐτὰς ἡ ἀνθρωπίνη φύσις ἐνδέδυτο, ἢ ἐπειδὴ αὐτὰς ὥσπερ λαβὴν εἶχον, ἄνθρωπος γενόμενος ἀπεδύσατο τὴν λαβήν. Τοῦτό ἐστιν, Ἐδειγμάτισε. Καὶ καλῶς εἶπε τοῦτο· οὐδέποτε γὰρ οὕτως ὁ διάβολος ἠσχημόνησε. Προσδοκῶν γὰρ αὐτὸν ἔχειν, καὶ ὅσους εἶχεν ἀπώλεσε, καὶ τοῦ σώματος προσηλουμένου, οἱ νεκροὶ ἀνίσταντο. Ἐκεῖ τὴν πληγὴν ἔλαβεν ὁ διάβολος, ὑπὸ σώματος νεκροῦ τὴν καιρίαν λαβών. Καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν αὐτὸς ὑπ' αὐτοῦ λαμβάνει πληγήν· οὕτω δὴ καὶ οὗτος δείκνυσιν, ὅτι τὸ μετὰ παῤῥησίας ἀποθανεῖν, ἀσχημοσύνη ἐστὶ τοῦ διαβόλου. Πάντα γὰρ ἂν ἐποίησεν ἐκεῖνος, εἴ γε ἠδύνατο, ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἀπέθανεν. Ἐπειδὴ γὰρ τῆς μὲν ἀναστάσεως ὁ μετὰ ταῦτα πᾶς καιρὸς τεκμήριον ἦν, τοῦ δὲ θανάτου, εἰ μὴ ἐκεῖνος ἐγένετο, οὐκ ἂν ἐγένετο ἕτερος καιρὸς, διὰ τοῦτο ἀπέθανε μὲν δημοσίᾳ πάντων ὁρώντων, οὐκ ἀνέστη δὲ δημοσίᾳ, εἰδὼς τὸν μετὰ ταῦτα χρόνον μαρτυρήσοντα