33
γραμματικῇ Κομητᾶν, καὶ τούτους ταῖς βασιλικαῖς δωρεαῖς ἐπαρκεῖν· ἐφ' οἷς ἐκ φιλοπονίας ἐπιχωριάζων συχνῶς καὶ τῶν μαθητιώντων ἑκάστου τὸ ἐπιτήδειον ἐννοῶν χρησταῖς ἐλπίσιν ὑπέτρεφεν, αὐτῶν τε τοὺς καθηγουμένους ἐμμελεστέρους πρὸς τούτους ταῖς εὐεργεσίαις πεποίητο, ὥστε τοῦ λόγου τὰ σπέρματα ἔκτοτε καὶ μέχρι τῆς δεῦρο διαυξηθέντα ἐπὶ πλέον τελεσφορεῖν εἰς ἐκείνου μνήμην ἀνάγραπτον. πρὸς ἐπὶ τούτοις τῷ ἀδωροδοκήτῳ, κἂν ἐπιπλάστως, ἐκέχρητο. ἐπεφιλοχρηματήκει γὰρ ἀφειδῶς πολλῶν κτημάτων καὶ μὴν τιμαλφῶν ἐφιέμενος, ὧν τὴν κτῆσιν ἐξ ἀναγκαίου προσελαμβάνετο· ἐπεφιλοτίμητο γὰρ προπομπαῖς εἰς ἄκρον καὶ σεβασμιότησι, τὸ αὔθαδες καὶ ἀλαζονικὸν ἐπισπώμενος, εἰ καὶ μετὰ σκηνικευομένης φρονήσεως καὶ ἀρχικῆς καταστάσεως ἥττων ἦν τῶν ἐξ ἀληθείας βελτιωμάτων. ἐξ ὧν ἀσχέτως ἐβασιλεία, Μιχαὴλ ἐπαυχενίζων τοῦ βασιλέως, ὡς παρορᾶσθαι μὲν πολλάκις ἐκ [τε] τῶν συγκλητικῶν ἐξεγένετο, τάχα δὲ καὶ διὰ τὸ ἁλίσκεσθαι φιλοθεάμονι καὶ φιλιπποδρόμῳ προθέσει τὸν ἄνακτα δι' ἀπροσεξίαν τῶν ἀμεινόνων ἢ τυχὸν καὶ ἡλικίᾳ τῇ νεαζούσῃ παραρριπίζεσθαι. 4.18 Οὐ μὴν δὲ Βάρδας μόνης τῆς βασιλείας ἐρῶν ἐτυρβάζετο, ἀλλὰ καὶ τῶν τῆς ἐκκλησίας ἐγκρατεῖν οὐκ ἐπαύετο, ὥστε καθελεῖν τοῦ ἀρχιερατικοῦ θρόνου τὸν σεμνὸν Ἰγνάτιον διασκέψασθαι, τῷ ἀπεῖρχθαί ποτε κοινωνίας αὐτὸν κατά τι τῶν ἀπευκταίων ἐλάττωμα, ὃ πρὸς ὑπόνοιαν παρενέσκηπτεν, εἰ καὶ παρ' αὐτοῦ πολλάκις ἐν ταύτῃ δεχθεὶς νουθετητικαῖς τε συμβουλαῖς μὴ πεισθεὶς ἑαυτὸν δοκιμάζειν καθὰ τῷ Παύλῳ νενομοθέτηται, ἀνευλαβῶς τῷ ἁγιάζοντι πρόσεισι καὶ πολλάκις· διὸ ἐν μιᾷ τῆς ἀδιαφόρου τόλμης ἀπορραπίζεται, καὶ ἀπειλεῖ κατ' αὐτοῦ μεθ' ὕβρεων χαλεπῶν τῆς ἀρχιερωσύνης αὐτὸν καθαιρήσειν, προσεπιθησόμενος αἰκισμούς. ὃς μετ' ὀλίγον τὸν τοιοῦτον ἄνδρα τῆς ἀρετῆς ματαιώσας τοῖς κατ' αὐτοῦ σκευασθεῖσι τῆς ἐκκλησίας καθίστησιν ἔκβλητον, τὸν μετὰ τὴν τετραετῆ τοῦ θρόνου κατάσχεσιν καὶ τελευτὴν τοῦ τρισμάκαρος Μεθοδίου κατ' ἐκλογὴν προκριθέντα, σὺν εὐλαβείᾳ τῇ μεγίστῃ τῶν ἐκ πατρὸς ὀρθοδόξων συστάσεων, τῶν μεγά λων τῇ ἀρετῇ Βασιλείου καὶ Γρηγορίου, τῶν υἱῶν Λέοντος βασιλέως, κἂν τῇ τοῦ πατρὸς ἐπιψόγῳ αἱρέσει σμικρυνομένων, ὡς ἐντεῦθεν λοιπὸν κληροῦσθαι τὸ μέγιστον τῶν μεγάλων ἐπαναβέβηκεν. ἀντεισάγει δὲ Φώτιον πατριάρχην, κατά τι μὲν τῶν βελτιόνων ὑπερτεροῦντα, κατά τι δὲ χθαμαλούμενον. ἐφ' ὧν καθόδῳ καὶ τῇ ἀνόδῳ πολλῶν προσκληθέντων τῆς γερουσίου βουλῆς καὶ ταύταις ἐπισφραγισαμένων, Κωνσταντῖνος μόνος ὁ εἰρημένος οὐ κατατίθεται, ἐξειπὼν μὴ ἐξεῖναί τινι τῶν λαϊκοῖς καταλόγοις συνειλεγμένων περὶ τοιούτων ἐγγράφεσθαι. οὐ μέχρι τούτου τὰ κατ' αὐτόν· ἀλλὰ πολλαῖς τιμωρίαις ἐμμεθοδεύεται παρὰ μικρὸν τῆς ζωῆς ἀπηλλάχθαι, καὶ τοσοῦτον, ὥστε χαμαιριφῆ σταυροειδῶς διηπλῶσθαι τὼ χεῖρε καὶ τὼ πόδε κατάδεσμον καὶ ἀλγηδόσιν ἐντεῦθεν κακύνεσθαι. οὐ μέχρι δὲ τούτου τὰ τῶν αἰκισμῶν διεκόπτετο, ἀλλ' ἐπὶ τὸ χεῖρον προέκοπτεν. ἐκδίδοται παρὰ καίσαρος Θεοδώρῳ τῷ Μωρῷ κατὰ κλῆσιν, τῷ ὠμοτάτῳ, πρὸς δὲ καὶ Γοργονίτῃ Ἰωάννῃ καὶ Νικολάῳ τῷ Σκουτέλλωπι, καὶ <ἀπάγεται> ἐν τῷ τῶν ἀποστόλων περιβοήτῳ ναῷ, ἐν ἡρῴῳ τῶν βασιλέων, ἐφ' ὅτῳ ἐγκέκλειστο λιμῷ καὶ δίψει τρυχόμενος καὶ πολλῷ πλέον ταῖς κατὰ σῶμα κακώσεσιν· οἵτινες λάρνακι Κωνσταντίνου τοῦ Κοπρωνύμου περισκελίσαντες κατὰ γύμνωσιν εἴασαν. χειμῶνος δὲ ἦν ὥρα, καὶ μάλα τῶν ἐπαχθῶν· τῷ λίθῳ ἐπαυχένιος ἡ ὀξύτης, καὶ δι' ὅλου κατὰ τὴν ἁφὴν λίαν ψυχρὸς ἔκ τε καιροῦ καὶ τῆς ἑαυτοῦ φύσεως. ἐνθένδε ὁ ἀθλητὴς τῶν κρυφίων σαρκῶν ἀποβολὴν ἐποιεῖτο σαπρίας καὶ αἵματος. καὶ ἡ ὀδύνη ὁποία, ἴστε πάντως τινές, οἳ δυσεντερίας καὶ μᾶλλον ἐκ ψύχους πεπείρασθε. κρύους γὰρ καὶ φλέγματος δήξει τοῦ ἐντέρου πημαινομένου εὐθὺς μὲν περιοδυνᾶται καὶ διατείνεται ὁ τούτων αἰσθόμενος, εἶτα σφοδρῶς ὠχριᾷ καὶ τῇ πυκνώσει τοῦ περιέχοντος ὀδυνηρῶς φρικιᾷ θρομβουμένου τοῦ αἵματος κατ' ἐπιφάνειαν, ἐξ οὗ ἡ διαφόρησις οἴχεται· ἀλλὰ μὴν καὶ κατὰ βάθος τοῦ ἐγκαρδίου