1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

33

προφέροντες τὸν Θεὸν ἀνυμνήσουσιν, οὐδὲ τῆς Αἰγυπτίων δουλείας τὴν ἀπαλλαγὴν διηγήσονται, ἀλλὰ τὴν ἀπὸ Βαβυλῶ νος ἐπάνοδον θαυμάσουσιν ἅπαντες. ιϛʹ. Ἰδοὺ ἐγὼ ἀποστελῶ ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ θηρευτὰς πολλοὺς, καὶ θηρεύ σουσιν αὐτοὺς ἐπάνω παντὸς βουνοῦ, καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν. Τὸ ἄφευκτον τῆς τι μωρίας διὰ τούτων δεδήλωκεν, ὅτι ἁλιεῖς καὶ θηρευ τὰς μιμούμενοι οἱ πολέμιοι πάντας αὐτοὺς σαγηνεύ σουσι, καὶ τοὺς ἐν τοῖς ὄρεσι πειρωμένους λανθάνειν ὑφ' ἑαυτοὺς ποιούμενοι. ιζʹ. Ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, οὐκ ἀπεκρύβησαν ἀπὸ προσώπου μου, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Πάντα ὁρῶ, οὐδέν με λανθάνει τῶν γιγνομένων. ιηʹ. Καὶ ἀνταποδώσω αὐτοῖς πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἀνομίας αὐτῶν, ἐφ' αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὑτῶν. Ὡς φιλάνθρωπος διπλα σίαν ἁμαρτημάτων τὴν τιμωρίαν καλεῖ· κατὰ γὰρ τὸν τοῦ δικαίου λόγον, οὐκ ἀξίας ἔτισαν δίκας. Θνη σιμαῖα δὲ τῶν βδελυγμάτων καλεῖ τὴν τῶν υἱῶν καὶ τῶν θυγατέρων σφαγὴν, ἣν τοῖς εἰδώλοις προσέφερον. Οὕτω τοῦ λαοῦ τὴν ἀσέβειαν δείξας, τὴν τῶν ἐθνῶν προθεσπίζει μεταβολήν. ιθʹ. Κύριος ἰσχύς μου, καὶ βοήθειά μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν, Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτοῖς. Οἱ τοσαύτης ἐπιμε λείας ἀξιωθέντες, καὶ νομικῆς καὶ προφητικῆς δι δασκαλίας ἀπολαύσαντες, ἀσεβοῦντες διετέλεσαν, καὶ παρανομοῦντες· τὰ δὲ ἔθνη, ταύτης οὐκ ἀπολαύσαντα τῆς προμηθείας, μόνον δὲ τῶν ἀποστολικῶν κηρυ γμάτων ἀκούσαντα, ἔφυγε τὴν πλάνην, καὶ τῷ τῆς θεογνωσίας φωτὶ προσελήλυθε. Καὶ τῆς προτέρας ἀναμιμνησκόμενος παροιμίας βοῶ σοι· κʹ, καʹ. Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί; ∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ δη λώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, 81.604 καὶ τὴν δύναμίν μου γνωριῶ αὐτοῖς, καὶ γνώσον ται ὅτι ὄνομά μοι Κύριος. Προλέγω, φησὶν, αὐτοῖς πρὸ πολλοῦ τὰ ἐσόμενα, καὶ προδιδάσκω αὐτοῖς τὴν ἰσχύν μου, ὅτι δι' εὐτελῶν καὶ ὀλίγων ἀνθρώπων τὴν μεταβολὴν αὐτῶν πραγματεύσομαι. ΚΕΦΑΛ. ΙΖʹ. Οὕτω τὴν τῶν ἐθνῶν προθεσπίσας μεταβολὴν, τῆς Ἰουδαίων πάλιν ἀσεβείας κατηγορεῖ. αʹ. Ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφῇ, ἐν ὄνυχι ἀδαμαντίνῃ, ἐπὶ τοῦ στήθους τῆς καρ δίας αὐτῶν, καὶ ἐν τοῖς κέρασι τῶν θυσιαστηρίων αὐτῶν. Οὐδὲν τοῦ συνειδότος ἰσχυρότερον· πάγια γὰρ τὰ ἐν τούτῳ πηγνύμενα γράμματα· κἂν γὰρ πάντες ἄνθρωποι μαρτυρήσωσιν ἀγαθὰ τῷ συνειδότι ἑαυτῶν, πονηρὰ τῶν ψευδολόγων τὸ συνειδὸς οὐκ ἀνέχεται, ἀλλὰ νύττεται, καὶ κεντεῖται, καὶ ἀδέκαστον ἐκφέρει τὴν ψῆφον. Τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι Καὶ τὰ πράγματά σου κατηγορεῖ, καὶ τὸ συνειδός σου συμ μαρτυρεῖ. Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῶν ἀλ σῶν, καὶ τῶν βωμῶν, καὶ τῆς ἐν αὐτοῖς γενομένης πλάνης, καὶ ἀπειλεῖ πάντα τὸν πλοῦτον αὐτῶν σὺν τοῖς εἰδώλοις παραδώσειν τοῖς πολεμίοις. Προλέγει δὲ καὶ τὴν τῆς πόλεως ἐρημίαν· μετὰ ταῦτα ἄθλιον λέγει καὶ τρισάθλιον, καὶ ἀραῖς ὑποβάλλει τὸν τοῦ Θεοῦ μὲν ἀφιστάμενον, ἀνθρωπίνῃ δὲ δυναστείᾳ θαῤ ῥοῦντα· καὶ ἀπεικάζει τοῦτον ἀκάρποις τισὶ φυτοῖς καὶ εὐτελέσι, φυομένοις ἐν ταῖς ἐρημίαις καὶ μηδε μιᾶς ἐπιμελείας τυγχάνουσιν. ϛʹ. Ἔστι γὰρ, φησὶν, ἡ ἀγριομυρίκη, ἡ ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ὄψεται, ὅταν ἔλθῃ τὰ ἀγαθά. Καὶ κα τασκηνώσει ἐν ἁλίμοις, ἐν γῇ ἐρήμῳ, ἐν γῇ ἁλ μυρᾷ, ἥτις οὐ κατοικιεῖται. Τὸ δὲ "ἐν ἁλίμοις" ὁ Σύ ρος "ἐν φωλεοῖς" ἡρμήνευσε· διὰ πάντων δὲ τῶν εἰ ρημένων, τὸ ἀκερδὲς