1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

34

τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε·» καὶ τοῦτο αὐτὸ τὸ σῶμα ὁ Σολομὼν λέγει τὴν σοφίαν ᾠκοδομηκέναι·» λέγει γάρ· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ τὸ Εὐαγγέλιον λέγει ἐκ Πνεύματος ἁγίου αὐτὸ εἶναι), οὕτω καὶ τὴν ἀνάστασιν αὐτοῦ τοῦ σώματος μὲν ὁ Υἱὸς λέγει· «Λύσατε τὸν ναὸν τοῦ τον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» ὁ δὲ Ἀπόστολος, ὅτι «Ὁ Θεὸς αὐτὸν ἤγειρεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου·» ἐνταῦθα δὲ, ὅτι τὸ Πνεῦμα. 28.1248 «Ποιῶν» γὰρ «ὄρθρον,» ἐὰν ἀκούσω, τὴν ἀνάστα σιν νοῶ. Ἃ γὰρ ποιεῖ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ποιεῖ· καὶ ἃ ποιεῖ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ταυτὰ ποιεῖ τὸ Πνεῦμα, ὡς καὶ ἐν τοῖς ἀνωτέρω δέδεικται. Μακεδ. Καὶ ἔχεις μοι δεῖξαι, ὅτι τὸ Πνεῦμα ἤγειρεν τὸν Χριστόν; Ὀρθ. Οὐ λέγω, ὅτι τὸ Πνεῦμα, ὡς δυνατώτερον τοῦ Χριστοῦ, ἤγειρεν αὐτὸν τὸν Χριστὸν, ἀλλ' ὅτι αὐτὸν τὸν ναὸν τοῦ σώματος ἤγειρεν ὁ Πα τὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Μακεδ. Καὶ πῶς με ἔχεις πεῖσαι; ἆρα βοηθείας ἔχρῃζεν ὁ Υἱὸς, ἵνα τὸν ναὸν αὐτοῦ ἐγείρῃ; Ὀρθ. Βοηθείας γὰρ χρῄζων ἐπληροῦτο αὐτῷ τῷ Πνεύματι; Μακεδ. Ποῦ γέγραπται, ὅτι ἐπληροῦτο τῷ Πνεύματι; Ὀρθ. Ἀνάγνωθι τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον, ἵνα ἀκούσῃς· «Ὁ οὖν Ἰησοῦς πλήρης τοῦ Πνεύματος ἁγίου ὑπέστρεψεν εἰς τὴν ἔρημον.» Καὶ τὸ παράδοξον, ὅτι οὐ μόνον ἐπληροῦτο, ἀλλὰ καὶ ἤγετο ἐν τῷ Πνεύματι, γέγραπται. Ὥσπερ δὲ ἐπληροῦτο καὶ ἤγετο, οὕτω καὶ ἀνέστη. Καὶ ἵνα γνῷς, ὅτι οὐδὲν κωλύει, τοῦ Πατρὸς αὐτὸν ἐγείροντος, καὶ τὸ Πνεῦμα ἐγείρειν, ἄκουσον, ὅτι καὶ τοῦ Πατρὸς ἐν αὐτῷ μένοντος, ὡς ἐν τοῖς Εὐαγγελίοις αὐτὸς ὁ Υἱὸς λέγει· ὅτι «Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός·» οὕτω καὶ τὸ Πνεῦμα μένει ἐν αὐτῷ· «Κατῆλθε» γὰρ «τὸ Πνεῦμα σωματικῷ εἴδει ὡσεὶ περιστερὰ, καὶ ἔμεινεν ἐπ' αὐτόν.» Ὥσπερ οὖν οὐδὲν κωλύει, τοῦ Πατρὸς μένον τος, καὶ τὸ Πνεῦμα μένειν· οὕτως οὐδὲν αὐτὸν κωλύει, τοῦ Πατρὸς ἐγείροντος, καὶ τὸ Πνεῦμα ἐγείρειν· καὶ τοῦτό ἐστι τὸ εἰρημένον· «Ποιῶν ὄρθρον,» τὴν ἀνάστασιν· καὶ «ὀμίχλην,» τὸ σῶμα. Μακεδ. Οὐκ ἐδύνατο γὰρ ἑαυτὸν ἐγεῖραι; Ὀρθ. Ἀλλ' ἐκ τούτων δείκνυται τὸ ταυτὸν τῆς φύσεως· ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱός· καὶ ἃ ποιεῖ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα ὁμοίως ταῦτα ποιεῖ. Μακεδ. Καὶ πῶς δυνατόν; Ὀρθ. Ὡς δέδεικται. Μακεδ. Καὶ ποῦ δέδεικται; Ὀρθ. Ὅτι ἁγιάζει ὡς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ὡς καὶ γέγραπται παρὰ τῷ Ἀποστόλῳ· «Ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε, ἀλλ' ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Μακεδ. Ὀλίγος εἰμί· εὑρίσκω δὲ τὸν δυνάμε νον πρὸς ταῦτα εἰπεῖν. Πεῖσον τοὺς διδασκάλους μου, καὶ πείθομαι. Ὀρθ. Κατὰ τὴν σὴν γνώμην εἰ ἦν ὁ μακάριος καὶ ἅγιος Ἀπόστολος, ὅτε αὐτῷ ὤφθη Χρι στὸς, εἶπεν ἄν· Πεῖσον τοὺς ἀρχιερεῖς καὶ γραμμα τεῖς πρῶτον, καὶ τότε πείθομαί σοι. Μακεδ. Ξενοφω νοῦμαι ἐν τούτοις. Οἱ πατέρες ἡμῶν οὐδέποτε ἡμῖν ἡρμήνευσαν οὕτως. Ἀνάγκη οὖν ἡμᾶς ἐπὶ τούτοις σκέψασθαι, μάλιστα ὅτι ξένον ἤκουσα τὸ βάπτισμα βροντήν. Ὀρθ. Ὁμολογεῖς, ὅτι οἱ ἀπόστολοι υἱοὶ βροντῆς ἐκλήθησαν παρὰ τοῦ Σωτῆρος, ἢ οὔ; Μακεδ. Οἱ δύο μόνοι ἀδελφοί. Ὀρθ. Ἡμεῖς ὃ κἂν ἑνὶεἴρηται, πᾶσι λέγωμεν ἁρμόζειν τοῖς τὸ αὐτὸ Πνεῦμα ἔχουσιν. Καὶ γὰρ Παῦλος ὁ ἅγιος ἀπόστολος εἶπε· 28.1249 «Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· οὐκ ἐμοὶ δὲ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» Πείθῃ οὖν, ὅτι υἱοὺς βροντῆς ἐκάλεσε τοὺς ἀποστόλους, Καὶ πότερον βροντὴ αὐτοὺς ἐγέννησεν, ἢ ἄνθρωποι; Μακεδ. Πείθομαι, υἱοὺς βροντῆς αὐτοὺς εἶπεν διὰ τὸ ὑψηλὸν κήρυγμα τῆς πίστεως. Ὀρθ. Τί δὲ ὑψηλότερον τοῦ βαπτίσματος; Σκόπησον δὴ μετὰ φόβου Θεοῦ, εἰ μὴ πανταχοῦ ἐν τῇ θεοπνεύστῳ Γραφῇ αἰνίττεται τὸ βάπτισμα βροντήν. Καὶ γὰρ ∆αβὶδ λέγει· «Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ· ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ. Εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ.» Τί ἄλλο ἢ τὸ βάπτισμα λέγει βροντήν; τὸν δὲ τροχὸν τὸν κύκλον τοῦ βίου τούτου; καὶ τὰς