34
τῇ ἀληθείᾳ. Τὸ γὰρ τοῦ κόσμου ὁρῶντος ἄνω ἐν τῷ ξύλῳ τὸν ὄφιν σφαγιασθῆναι, τοῦτό ἐστι τὸ θαυμαστόν. Καὶ τί γὰρ οὐκ ἐποίησεν ὁ διάβολος, ὥστε λαθόντα αὐτὸν ἀποθανεῖν; Ἄκουε τοῦ Πιλάτου λέγοντος· Ἄρατε αὐτὸν ὑμεῖς, καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐδεμίαν αἰτίαν ἐν αὐτῷ εὑρίσκω. Καὶ πάλιν Ἰουδαῖοι ἔλεγον αὐτῷ, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Λοιπὸν οὖν ἐπειδὴ καιρίαν ἔλαβε, καὶ οὐ κατέβη, διὰ τοῦτο καὶ ταφῇ παρεδόθη· ἐπεὶ δυνατὸν ἦν εὐθέως ἀναστῆναι, ἀλλ' ἵνα πιστευθῇ τὸ πρᾶγμα. Καίτοι ἐν μὲν ταῖς ἰδιωτικαῖς τελευταῖς ἔνεστιν ὀλιγοψυχίαν αἰτιάσασθαι· ἐνταῦθα δὲ οὐδὲ τοῦτο. Καὶ γὰρ καὶ οἱ στρατιῶται οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, καθάπερ τῶν ἄλλων, ἵνα φανερωθῇ ὅτι τέθνηκε. Καὶ φανεροί εἰσιν οἱ τὸ σῶμα θάψαντες· διὰ τοῦτο καὶ αὐτοὶ σφραγίζονται οἱ Ἰουδαῖοι τὸν λίθον μετὰ τῶν στρατιωτῶν. Τὸ γὰρ μάλιστα πάντων σπουδαζόμενον τοῦτο ἦν, τὸ μὴ συσκιασθῆναι. Καὶ οἱ μάρτυρες, παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν Ἰουδαίων. Ἄκουε αὐτῶν λεγόντων τῷ Πιλάτῳ· Εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν παρὰ τῶν στρατιωτῶν φυλαχθῆναι τὸν τάφον. Κἀκείνων σφραγιζομένων τοῦτο ἐγένετο. Ἄκουε δὲ αὐτῶν τοῦτο καὶ μετὰ ταῦτα λεγόντων τοῖς ἀποστόλοις· Βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Τὸν τρόπον αὐτοῦ τοῦ σταυροῦ οὐκ ἀφῆκεν αἰσχύνεσθαι. Ἐπειδὴ γὰρ οἱ ἄγγελοι οὐδὲν τοιοῦτον πεπόνθασι, διὰ τοῦτο ὑπὲρ τούτου πάντα ποιεῖ, δεικνὺς ὅτι μέγα κατώρθωσεν ὁ θάνατος· ὥσπερ γὰρ μονομαχεῖον γέγονεν. Ἔπληξε τὸν Χριστὸν ὁ θάνατος, ἀλλ' ὁ Χριστὸς πληγεὶς, ὕστερον αὐτὸν ἀνεῖλε· νεκρῷ σώματι κατελύετο ὁ δοκῶν ἀθάνατος εἶναι· καὶ τοῦτο ἡ οἰκουμένη ἑώρα. Καὶ τὸ δὴ θαυμαστὸν, οὐκ ἐπέτρεψεν ἑτέρῳ τοῦτο· ἀλλὰ γέγονεν ἕτερον χειρόγραφον πάλιν, οὐ τοιοῦτον, οἷον τὸ πρότερον. δʹ. Ὁρᾶτε οὖν μὴ τούτῳ ἁλῶμεν μετὰ τὸ εἰπεῖν· Ἀποτάσσομαι τῷ Σατανᾷ, καὶ συντάσσομαι σοὶ, Χριστέ. Μᾶλλον δὲ οὐκ ἂν κληθῇ τοῦτο χειρόγραφον, ἀλλὰ συνθήκη. Χειρόγραφον γάρ ἐστιν, ὅταν τις ὀφλημάτων ὑπεύθυνος κατέχηται· τοῦτο δὲ συνθήκη ἐστίν· οὐκ ἔχει τιμωρίαν, οὐδὲ λέγει· Ἐὰν τόδε, ἢ μὴ τόδε. Ὁ τὸ αἷμα τῆς διαθήκης ῥαντίζων Μωϋσῆς εἶπεν οὕτω, καὶ ὁ Θεὸς ζωὴν αἰώνιον ἐπηγγείλατο. Ταῦτα πάντα συνθήκη ἐστίν. Ἐκεῖ δοῦλος πρὸς δεσπότην, ἐνταῦθα φίλος πρὸς φίλον· ἐκεῖ, Ἧ ἂν ἡμέρᾳ φάγῃ, φησὶν, ἀποθανῇ· εὐθέως ἀπειλή· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Ἐνταῦθα γυμνότης, κἀκεῖ γυμνότης· ἀλλ' ἐκεῖ μὲν ἁμαρτήσας ἐγυμνώθη, ἐπειδὴ ἥμαρτεν· ἐνταῦθα δὲ, ἵνα ἀπαλλαγῇ, γυμνοῦται. Ἀπεδύσατο τότε τὴν δόξαν, ἣν εἶχεν ἐκεῖνος· ἀποδύεται νῦν τὸν παλαιὸν ἄνθρωπον οὗτος, καὶ πρὶν ἢ ἐπιβῆναι, οὕτως εὐκόλως ἀποδύεται, ὥσπερ τὰ ἱμάτια. Ἀλείφεται, ὥσπερ οἱ ἀθληταὶ εἰς στάδιον ἐμβησόμενοι. Ἅμα γὰρ τίκτεται, καὶ οὐ καθάπερ ἐκεῖνος ὁ πρῶτος κατὰ μικρὸν, ἀλλ' εὐθέως· οὐ καθάπερ οἱ ἱερεῖς τὸ παλαιὸν τὴν κεφαλὴν μόνον, μᾶλλον δὲ μειζόνως. Ἐκεῖνος μὲν γὰρ τὴν κεφαλὴν, τὸ οὖς τὸ δεξιὸν, τὴν χεῖρα, ἵνα καὶ πρὸς ὑπακοὴν καὶ ἔργα ἀγαθὰ αὐτὸν διεγείρῃ· οὗτος δὲ τὸ πᾶν. Οὐ γὰρ διδαχθησόμενος ἔρχεται μόνον, ἀλλὰ καὶ ἀθλήσων καὶ γυμνασθησόμενος εἰς ἑτέραν ἀνάγεται κτίσιν. Ὅταν γὰρ ὁμολογῇ εἰς ζωὴν αἰώνιον, ὡμολόγησεν ἑτέραν κτίσιν. Ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον· λοιπὸν δὲ οὐκέτι χοῦν, ἀλλὰ Πνεῦμα ἅγιον· τούτῳ πλάττεται, τούτῳ ῥυθμίζεται, καθάπερ καὶ αὐτὸς ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Οὐκ εἶπεν, ἐν παραδείσῳ, ἀλλ', ἐν οὐρανῷ. Μὴ γὰρ, ἐπειδὴ γῆ ὑπόκειται, νομίσῃς εἶναι ἐν γῇ· μετέστη ἐκεῖ πρὸς τὸν οὐρανόν· ἐκεῖ ταῦτα γίνεται μεταξὺ ἀγγέλων· ἄνω σου λαμβάνει τὴν ψυχὴν ὁ Θεὸς, ἄνω μεταῤῥυθμίζει, παρὰ τὸν θρόνον ἱστᾷ σε τὸν βασιλικόν. Πλάττεται ἐν τῷ ὕδατι, λαμβάνει δὲ ἀντίψυχον πνεῦμα. Μετὰ δὲ τὸ πλασθῆναι οὐκ ἄγει πρὸς αὐτὸν θηρία, ἀλλὰ