1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

34

κολάσεως ἄξιοι οἱ οὕτως εὐτελεῖς καὶ ἀπεῤῥιμμένοι, παρὰ τοιούτου μεγάλου καὶ θαυμαστοῦ φιλούμενοι μεθ' ὑπερβολῆς ἁπάσης, καὶ καταστρηνιῶντες αὐτοῦ τῆς ἀγάπης; Οὐδενὸς δεῖται ἐκεῖνος τῶν ἡμετέρων, καὶ οὐδὲ οὕτω παύεται ἡμῶν ἐρῶν· ἡμεῖς δὲ σφόδρα δεόμεθα τῶν αὐτοῦ, καὶ οὐδὲ οὕτως ἀντεχόμεθα αὐτοῦ τῆς ἀγάπης, ἀλλὰ χρήματα αὐτοῦ προτιμῶμεν, καὶ φιλίας ἀνθρώπων, καὶ σώματος ἄνεσιν, καὶ δυναστείαν καὶ δόξαν, τοῦ μηδὲν ἡμῶν προτιμῶντος; Ἕνα γὰρ εἶχεν Υἱὸν μονογενῆ καὶ γνήσιον, καὶ οὐδὲ τούτου ἐφείσατο δι' ἡμᾶς· ἡμεῖς δὲ αὐτοῦ πολλὰ προτιμῶμεν. Ἆρ' οὖν οὐκ εἰκότως γέεννα καὶ κόλασις, εἰ καὶ διπλῆ καὶ τριπλῆ ἦν καὶ μυριάκις τοσαύτη; Τί γὰρ ἂν ἔχοιμεν εἰπεῖν, ὅταν τοῦ Σατανᾶ τὰ ἐπιτάγματα προτιμῶμεν τῶν τοῦ Χριστοῦ νόμων, καὶ τῆς σωτηρίας τῆς ἡμετέρας ἀφειδῶμεν, ἵνα προτιμήσωμεν τὰ τῆς πονηρίας ἔργα τοῦ πάντα ὑπὲρ ἡμῶν παθόντος; Καὶ ποίας συγγνώμης τὰ τοιαῦτα ἄξια; ποίας ἀπολογίας; Οὐδεμιᾶς. Στῶμεν οὖν λοιπὸν μὴ κατὰ κρημνῶν φερόμενοι, καὶ ἀνανήψωμεν, καὶ πάντα ἀναλογισάμενοι ταῦτα, δόξαν ἀναπέμψωμεν αὐτῷ διὰ τῶν ἔργων· οὐ γὰρ ἀρκεῖ διὰ τῶν ῥημάτων· ἵνα καὶ τῆς δόξης ἀπολαύσωμεν τῆς παρ' αὐτοῦ, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΣΤʹ.

Ἴδε, σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ,

καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατ ηχούμενος ἐκ τοῦ νόμου. αʹ. Εἰπὼν, ὅτι οὐδὲν λείπει τῷ Ἕλληνι πρὸς τὸ σωθῆναι, ἐὰν τοῦ νόμου ᾖ ποιητὴς, καὶ τὴν θαυμαστὴν σύγκρισιν ποιησάμενος ἐκείνην, τίθησι λοιπὸν καὶ τὰ σεμνὰ τῶν Ἰουδαίων, ἀφ' ὧν κατὰ τῶν Ἑλλήνων 60.432 ἐφρόνουν. Καὶ πρῶτον αὐτὸ τὸ ὄνομα ὃ σφόδρα σεμνὸν ἦν, ὥσπερ νῦν ὁ Χριστιανισμός· καὶ γὰρ ἀπὸ τῆς προσηγορίας πολλὴ ἦν ἡ διαφορὰ καὶ τότε· διὸ καὶ ἐντεῦθεν ἄρχεται. Καὶ ὅρα πῶς αὐτὸ καθαιρεῖ. Οὐ γὰρ εἶπε, Σὺ Ἰουδαῖος εἶ, ἀλλ', Ἐπονομάζῃ, καὶκαυχᾶσαι ἐν Θεῷ· τουτέστιν, ὡς φιληθεὶς παρ' αὐτοῦ, καὶ προτιμηθεὶς τῶν ἄλλων ἀνθρώπων. Ἐνταῦθα δέ μοι ἠρέμα δοκεῖ εἰς ἀπόνοιάν τε αὐτοὺς σκώπτειν, 60.433 καὶ εἰς πολλὴν τὴν δοξομανίαν, ὅτι τῷ δώρῳ τούτῳ οὐκ εἰς τὴν σωτηρίαν τὴν ἑαυτῶν, ἀλλ' εἰς τὸ τῶν ἄλλων κατεξανίστασθαι καὶ ὑπερορᾷν κατεκέχρηντο. Καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα. Καὶ μὴν καὶ τοῦτο ἐλάττωμα χωρὶς ἔργου· ἀλλ' ὅμως ἐδόκει πλεονέκτημα εἶναι· διὸ καὶ μετὰ ἀκριβείας αὐτὸ τίθησιν. Οὐ γὰρ εἶπε, Πράττεις, ἀλλὰ, Γινώσκεις καὶ δοκιμάζεις, οὐ μετέρχῃ καὶ ποιεῖς. Πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν. Πάλιν ἐνταῦθα οὐκ εἶπεν, ὅτι εἶ ὁδηγὸς τυφλῶν, ἀλλὰ, Πέποιθας, οὕτω κομπάζεις, φησί· πολλὴ γὰρ ἦν ἡ ἀπόνοια τῶν Ἰουδαίων. ∆ιὸ καὶ σχεδὸν αὐτὰ φθέγγεται τὰ ῥήματα, ἅπερ ἐκεῖνοι κομπάζοντες ἔλεγον. Ὅρα γοῦν ἐν τοῖς Εὐαγγελίοις τί λέγουσιν· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ μέγα ἐφρόνουν κατὰ πάντων. Ὅπερ ἐλέγχων ὁ Παῦλος ἐπέμενε, τούτους μὲν ἐπαίρων, ἐκείνους δὲ καθαιρῶν, ἵνα οὕτω μᾶλλον αὐτῶν καθάψηται, καὶ βαρυτέραν ποιήσῃ τὴν κατηγορίαν. ∆ιὸ καὶ πρόεισιν αὔξων τὸ τοιοῦτο, καὶ πλεονάζων τῷ διαφόρως ἀπαγγέλλειν. Πέποιθας γὰρ σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. Οὐκ εἶπε πάλιν, Ἐν τῷ συνειδότι καὶ ἐν ταῖς πράξεσι καὶ ἐν τοῖς κατορθώμασιν, ἀλλ', Ἐν τῷ νόμῳ. Καὶ ταῦτα εἰπὼν, ὅπερ καὶ ἐπὶ τῶν ἐθνικῶν ἐποίησε, τοῦτο καὶ ἐνταῦθα. Ὥσπερ γὰρ ἐκεῖ φησιν, Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· οὕτω καὶ ἐνταῦθα λέγει, Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ἀλλ' ἐκεῖ μὲν ἀποτομώτερον, ἐνταῦθα δὲ ἡμερώτερον