1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

34

τοῦ τοιούτου κέρδους ἐδήλωσεν. Ἀπεικάζει δὲ τὸν τῷ Θεῷ πεποιθότα, καὶ παραβάλ λει φυτῷ διηνεκῶς ἀρδομένῳ, καὶ μὴ βλαπτομένῳ ὑπὸ καύματος σφοδροτάτου, ἀεὶ δὲ ὥριμον φέροντι τὸν καρπόν. Ταῦτα δὲ οὐ μάτην εἶπεν, ἀλλὰ παραινῶν μὴ τῇ Αἰγυπτίων ἐπικουρίᾳ θαῤῥῆσαι, ἀλλὰ διὰ τῆς τοῦ βίου μεταβολῆς τὴν θείαν ῥοπὴν ἐπισπάσασθαι. θʹ, ιʹ. Βαρεῖα ἡ καρδία παρὰ πάντα· καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Ἐγὼ Κύριος ἐτάζων καρδίας, δοκιμάζων νεφροὺς, τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτῶν. Ἀνθρώποις μὲν, φησὶν, ἀκατάληπτα τὰ τοῦ πέλας βουλεύματα· κέκρυπται γὰρ τῆς καρδίας κινήματα· ἐμοὶ δὲ τῷ ποιητῇ δῆλα καὶ ταῦτα· οὐ γὰρ μόνοις 81.605 πράγμασιν, ἀλλὰ καὶ λογισμοῖς δικάζω, καὶ ἴσην καὶ δικαίαν ἐκφέρω τὴν ψῆφον. Πάλιν ἐπὶ τὸν Βαβυλώνιον τὸν λόγον μετήνεγκεν. ιαʹ. Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε· ποιῶν πλοῦτον αὑτοῦ οὐ μετὰ κρίσεως. Τῶν περδίκων οἱ θηρευταὶ τιθασσεύουσι πέρδικας, καὶ διὰ τῆς τούτων φωνῆς τοὺς ὁμογενεῖς συγκαλοῦ σιν· οἱ δὲ, συντρέχοντες περιπίπτουσι τοῖς θηρά τροις. Τούτῳ τὸν Βαβυλώνιον ἀπείκασε, δεσπόζειν μὲν πάντων ἀνθρώπων πειρώμενον, πλοῦτον δὲ ἄδικον ἀθροίζοντα. Προλέγει δὲ καὶ τὰ συμβησόμενα αὐτῷ σκυθρωπά. "Ἐν ἡμίσει ἡμερῶν αὐτοῦ κα ταλείψουσιν αὐτὸν, καὶ ἐπ' ἐσχάτων αὑτοῦ ἔσται ἄφρων." Ταῦτα καὶ ὁ θεσπέσιος ἐδίδαξεν ἡμᾶς ∆α νιήλ· μανίᾳ γὰρ περιέπεσε, καὶ θηριώδης ἐγένετο, καὶ ἐξελάσθη τῆς βασιλείας. ιβʹ. Θρόνος δόξης ὑψούμενος. Ἐστερήθη δὲ καὶ τὸν θρόνον. Ὑψηλὸν ἁγίασμα ἡμῶν ἐξ ἀρχῆς· τόπος ἁγιά σματος ἡμῶν. (ιγʹ.) Ὑπομονὴ Ἰσραήλ. Σὺ δὲ, φησὶ, ∆έσποτα, τὸ ἡμέτερον ἁγίασμα, ἡ τοῦ τόπου ἡμῶν περιφάνεια, αἰώνιον ἔχεις τὸ κράτος. Σὲ τοίνυν ὑπο μενοῦμεν. Σὺ γὰρ ἡμῖν παρέξεις τῶν λυπηρῶν τὴν ἀπαλλαγήν· οἱ γὰρ καταλιπόντες σε αἰσχύνης πά σης πλησθήσονται. ιδʹ. Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι· ὅτι καύχημά μου εἶ σύ. Ἐμαυτὸν ἐγὼ τῇ σῇ προνοίᾳ προσάγω, καὶ τῆς παρὰ σοῦ σωτηρίας ἱκετεύω τυχεῖν. ιεʹ, ιϛʹ. Ἰδοὺ αὐτοὶ λέγουσι πρός με, Ποῦ ἔστιν ὁ λόγος Κυρίου; ἡκέτω. Ἐγὼ δὲ οὐκ ἐκο πίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστασαι· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσ ώπου σού ἐστιν. Ἐπιμέμφονται τῇ βραδύτητι τῆς τιμωρίας, καὶ ψευδῆ τὴν προφητείαν νομίζουσι, σοῦ ἀναβαλλομένου τὴν τιμωρίαν· ἐγὼ δὲ, οὐδὲ ταύτην αὐτῶν τὴν ἀναλγησίαν ὁρῶν ἐβουλήθην αὐ τοὺς περιπεσεῖν τοῖς κακοῖς· τοῦτο γὰρ λέγει· Ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα. (ιζʹ.) Μὴ γένῃ μοι εἰς ἀλλοτρίωσιν, φειδόμενός μου σὺ ἐν ἡμέρᾳ πονηρᾷ. "Ἡμέραν πονηρὰν" τὴν κατ' αὐτοῦ γενομένην ἐπανάστασιν καλεῖ. Καὶ παρακαλεῖ τῆς τοῦ Θεοῦ κηδεμονίας τυχεῖν· καὶ ἐκείνους μὲν διαμαρτεῖν τῶν ἐπιχειρημάτων, καὶ καταισχυνθῆναι, αὐτὸν δὲ τῆς ἐπιβουλῆς ἀναφα νῆναι κρείττονα. Μετὰ ταῦτα κελεύεται ὁ προφήτης τὰς βασιλικὰς πύλας καταλαβεῖν, καὶ πᾶσι παρεγ γυῆσαι, καὶ βασιλεῦσι, καὶ ἰδιώταις, τὸν περὶ τοῦ Σαββάτου μὴ παραβαίνειν νόμον, ἀλλὰ τῇ ἀργίᾳ 81.608 τήνδε τὴν ἡμέραν τιμῆσαι, καὶ τῶν πατέρων μὴ ζηλῶσαι τὴν ἀπείθειαν· τούτου γὰρ γινομένου, φησὶ, τῶν τῆς εἰρήνης καρπῶν ἀπολαύσεσθε, καὶ συνδρα μοῦνται πάντοθεν οἱ τῷ Θεῷ τὰς θυσίας ἐν εἰρήνῃ προσφέροντες. Ὑμῶν δὲ παραβαινόντων τῆς ἀργίας τὸν νόμον, καὶ φορτία κομιζόντων ἐν τῇ τοῦ Σαβ βάτου ἡμέρᾳ, οὐ τὰς πύλας μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν πόλιν παραδώσω πυρί. ΚΕΦΑΛ. ΙΗʹ. Οὕτω καὶ τοῦτον συμπεράνας τὸν λόγον, παρακε λεύεται τῷ προφήτῃ εἰς τὸ τοῦ κεραμέως εἰσελθεῖν καταγώγιον. Ποιεῖ δὲ τὸ προσταχθὲν ὁ προφήτης, καὶ θεωρεῖ τὸν