35
τοῦ ἀνθρώπου ἀρχῇ. Ἀλλ' ἐάσθω καὶ ταῦτα, πρὸς δὲ τὰ ἐφεξῆς τοῦ λόγου μετέλθωμεν· λέξω δὲ τῇ ἐμαυτοῦ φωνῇ τὴν τοῦ ἐναντίου 3,1.9 διάνοιαν συντομίας χάριν. ἐκ τριῶν εἶναι τὸν ἄν θρωπόν φησι, πνεύματος καὶ ψυχῆς καὶ σώματος, ὡς καὶ τοῦ ἀποστόλου τοῦτο διὰ τῆς πρὸς Θεσσαλονικεῖς ἐπιστολῆς δογματίζοντος, καὶ ἐπάγει τῆς ὑμνῳδίας τῶν τριῶν παίδων τοῦτο τὸ μέρος τὸ Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων· εἶτα καὶ τὸ ἐν πνεύματι φησὶ λατρεύειν τῷ κυρίῳ· καὶ τὴν τοῦ εὐαγγελίου φωνὴν παρατίθεται, δι' ἧς διδασκόμεθα τοὺς προσκυνοῦντας θεῷ ἐν πνεύματι δεῖν προσκυνεῖν. ταῦτα διεξελθὼν προστίθησιν εἶναί τι παρὰ τοῦτο, τὴν σάρκα τὴν ἀντιστρατευομένην τῷ πνεύματι· ταύτην δὲ οὐκ ἄψυχον λέγει, ὡς διὰ τούτου δείκνυσθαι τρίτον εἶναι τὸ πνεῦμα παρὰ τὴν ψυχὴν καὶ τὸ σῶμα.
Εἰ οὖν ἐκ τριῶν, φησίν, ὁ ἄνθρωπος, ἄνθρωπος δὲ καὶ ὁ κύριος, ἐκ τριῶν πάντως ἐστὶ καὶ ὁ κύριος, πνεύματος καὶ ψυχῆς καὶ σώματος. ἵνα τοίνυν τὸ διη μαρτημένον αὐτοῦ τῆς περὶ τῶν θείων γραφῶν ὑπολήψεως γένηται δῆλον, ἐν ὀλίγῳ τὰ καθ' ἕκαστον τῶν εἰρημένων διαληψόμεθα. καὶ πρῶτόν γε τὸ ἀποστολικὸν ἐξετάσωμεν. οὐ γὰρ τὸν ἄνθρωπον τρισὶ τμήμασι καταμερίζων ὁ Παῦλος κατά γε τὸν ἡμέτερον λόγον τοῖς Θεσσαλονικεῦσιν ἐκεῖνα γράφει, ὁλοτελῶς αὐτοὺς ἁγιασθῆναι εὐχόμενος τῷ κυρίῳ, ἐν σώματι καὶ ψυχῇ καὶ πνεύματι· ἀλλά τίς ἐστι φιλοσοφία περὶ τῆς κατὰ τοῦτον τὸν βίον προαιρέσεως διαφόρως ὑψηλοτέρα, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν οἷς πρὸς τοὺς Κορινθίους ποιεῖται τὸν λόγον. οἶδε γὰρ ἐκεῖ τινα σάρκινον ἄνθρωπον καὶ πνευματικὸν πάλιν ἕτερον καὶ διὰ μέσου τῶν δύο τὸν ψυχικόν· τὸν μὲν ἐμπαθῆ καὶ ὑλώδη σάρκινον προσαγορεύων, τὸν δὲ μὴ βαρούμενον τῷ ἐφολκίῳ τοῦ σώματος ἀλλ' ἐν τοῖς ὑψηλοῖς τὴν διάνοιαν ἔχοντα πνευ ματικὸν ὀνομάζων, τὸν δὲ μηθέτερον ἀκριβῶς ὄντα καὶ 3,1.210 πρὸς ἑκάτερον ἔχοντα τὴν κοινωνίαν ψυχικὸν ἀποκαλῶν. ταῦτα δὲ λέγων οὔτε τὸν σάρκινον τῆς κατὰ τὸν νοῦν ἢ τὴν ψυχὴν ἐνεργείας ἐστερῆσθαι λέγει οὔτε τὸν πνευματικὸν τῆς πρὸς τὸ σῶμα καὶ τὴν ψυχὴν συμπλοκῆς ἀλλότριον δείκνυσιν οὐδὲ τὸν ψυχικὸν ἢ ἄνουν ἢ ἄσαρκον ὑποτίθεται, ἀλλ' ἐκ τοῦ πλεονάζοντος τὰς ἐπωνυμίας ταῖς προαιρέσεσι τίθεται.
Ὅ τε γὰρ ἀνακρίνων τὰ πάντα καὶ ὑπ' οὐδενὸς ἀνακρινόμενος καὶ ἔνσαρκός ἐστι καὶ ἔμψυχος καὶ πνευματικὸς ὀνομάζεται· καὶ ὁ κατὰ τῆς εὐνῆς τῆς πατρῴας τῷ τῆς σαρκὸς πάθει λυσσήσας οὔτε ἄψυχος ἦν οὔτε διανοίας κεχώριστο· ὡσαύ τως δὲ καὶ ὁ μέσως ἔχων τοῦ τε ἐπαινετοῦ καὶ τοῦ κατε γνωσμένου ἐν ἑκατέροις ἐστὶ καὶ νοῦν ἔχων ἐν ἑαυτῷ καὶ τὴν φύσιν τῆς σαρκὸς περικείμενος. ἀλλά, καθὼς εἴρηται, πρὸς τὰ φαινόμενα τοῦ βίου γνωρίσματα τῆς προσηγορίας κυρίως ἐφαρμοζούσης οἱ μὲν ἀπολαυστικοί τε καὶ φιλήδονοι καὶ πρὸς τὰς ἐριστικὰς φιλονεικίας ἐκθύμως ἔχοντες σάρκινοι λέγονται· οἱ δὲ τὰ πάντα μὲν ἀνακρίνοντες, αὐτοὶ μηδεμίαν παρέχοντες τοῖς βουλομένοις ἀνακρίσεως λαβὴν διὰ τὸ ὑψηλὸν τῆς πολιτείας πνευματικοὶ ὀνομάζονται· ψυχικὸν δὲ τὸν μεταξὺ τούτων ἑστῶτά φησιν, ὃς τοσοῦτον ὑποβέβηκε τοῦτον, ὅσον ἐκείνου ὑπερανέστηκεν. ἐπειδὴ τοίνυν βούλεται τὸν δι' ἀρετῆς τελειούμενον μὴ μόνον ἐν τῷ ὑψηλῷ μαρτυρεῖ σθαι βίῳ, ἀλλὰ κἄν τι τῶν σωματικῶν ἐνεργῇ πρὸς θεὸν βλέπειν, κἄν τι τῶν μέσων, μηδὲ οὕτως τοῦ θεοῦ ἀπολεί πεσθαι. (Εἴτε γὰρ ἐσθίετε, φησίν, εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε, ὡς καὶ <διὰ> τῶν σωματικῶν ἀσχολημάτων τοῦ σκοποῦ τῆς θείας δόξης μὴ ἀποπίπτειν.) διὰ τοῦτο τοῖς Θεσσαλονικεῦσιν ἤδη διὰ πάντων πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὁλοτελῆ τὸν ἁγιασμὸν διὰ τῆς εὐλο γίας χαρίζεται εἰπών· Ὁ δὲ θεὸς ἁγιάσει ὑμᾶς ὁλοτελεῖς καὶ ὁλόκληρον ὑμῶν τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα, 3,1.211 τουτέστι πᾶν τὸ σωματικὸν καὶ ψυχικὸν καὶ πνευματικὸν ἐπιτήδευμα, πρὸς ἁγιασμὸν βλέποι. οὗτος ὁ ἡμέτερος λόγος. εἰ δέ φησιν ὁ Ἀπολινάριος διὰ τούτου ἰδίως τὸν νοῦν εὐλο γεῖσθαι καὶ τὸ σῶμα πάλιν καὶ τὴν