35
κέχρηται τῷ λόγῳ. Οὐ γὰρ εἶπε, Καὶ μὴν διὰ τοῦτο μείζονος εἶ κολάσεως ἄξιος, ὅτι τοσαῦτα ἐγχειρισθεὶς, οὐδενὶ τούτων εἰς δέον κέχρησαι· ἀλλὰ κατ' ἐρώτησιν προάγει τὸν λόγον, ἐντρέπων καὶ λέγων· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Σκόπει δέ μοι καὶ ἑτέρωθεν τοῦ Παύλου τὴν σύνεσιν. Τὰ γὰρ πλεονεκτήματα τίθησι τῶν Ἰουδαίων ταῦτα, ἅπερ οὐ τῆς αὐτῶν σπουδῆς ἦν, ἀλλὰ τῆς ἄνωθεν δωρεᾶς, καὶ δείκνυσιν, οὐ μόνον περιττὰ ὄντα ἀμελοῦσιν αὐτοῖς, ἀλλὰ καὶ προσθήκην κολάσεως φέροντα. Οὐ γὰρ τὸ Ἰουδαῖον καλεῖσθαι, αὐτῶν κατόρθωμα, οὐδὲ τὸ νόμον λαβεῖν, οὐδὲ τὰ ἄλλα, ἅπερ ἀπηριθμήσατο νῦν, ἀλλὰ τῆς ἄνωθεν χάριτος. Καὶ παρὰ μὲν τὴν ἀρχὴν ἔλεγεν, ὅτι οὐδὲν ὠφελεῖ ἡ ἀκρόασις τοῦ νόμου, ἐὰν μὴ ἡ πρᾶξις προσῇ· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, φησὶ, δίκαιοι παρὰ τῷ Θεῷ· νῦν δὲ πολλῷ μᾶλλον δείκνυσιν, ὅτι οὐ μόνον ἡ ἀκρόασις, ἀλλὰ καὶ, ὃ πλέον τῆς ἀκροάσεως ἦν, ἡ διδασκαλία οὐδὲ αὐτὴ δυνήσεται προστῆναι, τοῦ διδάσκοντος μὴ πράττοντος ἅπερ, φησὶ, διδάσκει· καὶ οὐ μόνον οὐ προστήσεται, ἀλλὰ καὶ κολάσει μειζόνως. Καλῶς δὲ καὶ ταῖς λέξεσι κέχρηται· οὐ γὰρ εἶπεν, Ἔλαβες νόμον, ἀλλ', Ἐπαναπαύῃ νόμῳ· καὶ γὰρ οὐκ ἔκαμνεν ὁ Ἰουδαῖος περιιὼν καὶ ζητῶν τὰ πρακτέα, ἀλλ' ἐξ εὐκολίας εἶχε τὸν νόμον δεικνύντα τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν. Εἰ γὰρ καὶ τὰ ἔθνη ἔχει τὸν τῆς φύσεως λογισμὸν, ὅθεν αὐτῶν καὶ πλεονεκτεῖ, χωρὶς ἀκροάσεως ὡς ποιοῦντα ἅπαντα, ἀλλ' ὅμως ἐκεῖ μείζων ἡ εὐκολία ἦν. Εἰ δὲ λέγεις, ὅτι Οὐκ ἀκούω μόνον, ἀλλὰ καὶ διδάσκω· καὶ τοῦτο αὐτὸ προσθήκη τιμωρίας. Ἐπειδὴ γὰρ τούτῳ μέγα ἐφρόνουν, ἐντεῦθεν μάλιστα αὐτοὺς δείκνυσιν ὄντας καταγελάστους. Ὅταν δὲ λέγῃ, Ὁδηγὸν τυφλῶν, 60.434 παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, τὸν ἐκείνων λέγει τῦφον· σφόδρα γὰρ ἀπεκέχρηντο τοῖς προσηλύτοις, καὶ ἀπὸ τούτων ἐκάλουν τῶν ὀνομάτων αὐτούς. βʹ. ∆ιὸ καὶ ἐπιδαψιλεύεται τοῖς δοκοῦσιν αὐτῶν εἶναι ἐγκωμίοις, εἰδὼς, ὅτι μείζονος κατηγορίας ὑπόθεσις τὰ λεγόμενα. Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. Ὥσπερ ἂν εἴ τις τὴν βασιλικὴν εἰκόνα ἔχων, μηδὲν πρὸς ἐκείνην γράφοι· οἱ δὲ μὴ πιστευθέντες αὐτὴν, καὶ χωρὶς τοῦ πρωτοτύπου μετὰ ἀκριβείας αὐτὴν μιμοῖντο. Εἶτα εἰπὼν τὰ πλεονεκτήματα, ἅπερ ἔσχον παρὰ τοῦ Θεοῦ, λέγει αὐτῶν τὰ ἐλαττώματα, ἅπερ οἱ προφῆται κατηγόρουν, ταῦτα εἰς μέσον φέρων· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; Καὶ γὰρ σφόδρα ἦν ἀπηγορευμένον τῶν ἐν τοῖς εἰδωλείοις ἅπτεσθαι χρημάτων διὰ τὸ βδελυρόν· ἡ δὲ τῆς φιλοχρηματίας τυραννὶς, φησὶ, καὶ τοῦτον ὑμᾶς ἔπεισε καταπατῆσαι τὸν νόμον. Εἶτα τὸ πολὺ βαρύτερον ὕστερον ἐπάγει, λέγων· Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; ∆ύο τέθεικεν ἐγκλήματα, μᾶλλον δὲ τρία· ὅτι τε ἀτιμάζουσι, καὶ ὅτι δι' ὧν ἐτιμήθησαν, καὶ ὅτι τὸν τιμήσαντα ἀτιμάζουσιν, ὅπερ ἦν ἐσχάτης ἀγνωμοσύνης ὑπερβολή. Εἶτα ἵνα μὴ δόξῃ κατηγορεῖν οἴκοθεν, τὸν προφήτην ἐπήγαγεν αὐτῶν κατήγορον, νῦν μὲν ἐν βραχεῖ καὶ συντόμως καὶ ὡς ἐν κεφαλαίῳ, ὕστερον δὲ καὶ κατὰ μέρος, καὶ νῦν μὲν τὸν Ἡσαΐαν, μετὰ δὲ ταῦτα τὸν ∆αυῒδ, ὅτε καὶ πλείονας ἐπεδείξατο τοὺς ἐλέγχους. Ὅτι γὰρ, φησὶν, οὐκ ἐγὼ λοιδορούμενος ὑμῖν ταῦτα λέγω, ἄκουσον τί φησιν ὁ Ἡσαΐας, ὅτι Τὸ ὄνομα τοῦ Θεοῦ δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἰδοὺ καὶ ἑτέρα διπλῆ κατηγορία πάλιν. Οὐ γὰρ μόνον αὐτοὶ, φησὶν, ὑβρίζουσιν, ἀλλὰ καὶ ἑτέρους εἰς τοῦτο παρασκευάζουσι. Τί τοίνυν τῆς διδασκαλίας ὄφελος, ὅταν ἑαυτοὺς μὴ διδάσκητε; Ἀλλ' ἀνωτέρω μὲν τοῦτο εἶπε μόνον, ἐνταῦθα δὲ καὶ εἰς τὸ ἐναντίον περιέτρεψεν. Οὐδὲ γὰρ μόνον ἑαυτοὺς, ἀλλ' οὐδὲ ἑτέρους διδάσκετε τὰ πρακτέα· καὶ τὸ πολλῷ χαλεπώτερον, ὅτι οὐ μόνον οὐ διδάσκετε τὰ τοῦ νόμου, ἀλλὰ καὶ τὰ ἐναντία διδάσκετε, βλασφημεῖν τὸν Θεὸν, ὅπερ ἐναντίον ἐστὶ τῷ νόμῳ. Ἀλλ' ἡ περιτομὴ μέγα, φησίν. Ὁμολογῶ κἀγὼ, ἀλλὰ τότε, ὅταν ἔχῃ τὴν ἔνδον περιτομήν. Καὶ σκόπει σύνεσιν, πῶς εὐκαίρως