1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

35

αὐτῷ τὰ τῆς προδηλώσεως, ἀλλὰ καὶ ἕτερόν τι συμβόλαιον προηγήσατο. ἔδοξεν ὄναρ ὁρᾶν γε τῷ καίσαρι· τὸ δὲ τοιοῦτον διεμόρφωτο, ὡς ἐν ἑορτασίμῳ ἡμέρᾳ ὅ τε βασιλεὺς καὶ ὁ καῖσαρ ἐπῄει τῷ Σοφίας θεοῦ ἱερῷ μετὰ τῆς συνήθους λαμπρότητος. ὡς δὲ προσπεφοιτήκεσαν οἷα θυρίσι, ταύταις εἰκονισμένοι λαμπροφοροῦντες τούτοις ἀνεφάνησαν ἄγγελοι, καὶ πρὸς τοῖς ἔσω διώπτετό τις ὑπεράνω γηραιὸς θρονιζόμενος· τίς οὗτος; Πέτρος ὁ ἀποστόλων προβάθμιος, αὐτῷ τε γονυπετῶν δάκρυσιν ὁ Ἰγνάτιος ὑπὲρ ὧν λωβηθεὶς ὑπομεμενήκει. ὁ δὲ τῷ πάθει συνδιατεθεὶς αὐτῷ ἔφη τὴν ἐκδίκησιν ἐκ χειρὸς κυρίου ἀποίσασθαι, καὶ ἅμα τῷ λόγῳ ἑνὶ δύο τινῶν παρ' αὐτῷ ἱσταμένων ὡσεὶ πραιποσίτων χρυσοενδύτων βραχεῖαν ἐπιδίδωσι μάχαιραν, καὶ προσετετάχει ἐννεύσας τὸν μὲν βασιλέα τοῖς δεξιοῖς ἀφορίσαι, τὸν δὲ θεόργιστον καίσαρα, οὕτως εἰπών, τοῖς ἀριστεροῖς, καὶ διὰ ταύτης μεληδὸν τιμωρήσασθαι. οὗ δῆθεν ἐξιεμένου καὶ περὶ τοῦ Μιχαὴλ διειρήκει τὴν τομὴν ἀπεκδέχεσθαι, ἀποκαλῶν αὐτὸν ἀσεβότεκνον. 4.22 Καὶ ἄλλο τι σημεῖον ἐπὶ τῷ θανάτῳ παρηκολουθήκει τοῦ καίσαρος. ἐξαπεστάλη κατὰ Κήπους διάγοντι παρὰ Θεοδώρας τῆς αὐτοῦ ἀδελφῆς ἐσθὴς τοῦ προσήκοντος μήκους ἐλλείπουσα, ᾗτινι πέρδιξ χρυσόπαστος καθιστόρητο· ἣν προσδεξάμενος ἐπυνθάνετο· αὕτη τί κεκολόβωται; καὶ ὁ ἐν ταύτῃ πέρδιξ τί δηλῶν ἀναγέγραπται; ἀμφοτέρων τὴν λύσιν διεζωγράφει, διὰ μὲν τοῦ πέρδικος τὸ πρὸς αὐτὸν δολερόν, ὡς ἔοικεν, τῆς στειλάσης διὰ τὴν ἐπὶ τῷ ἀναιρεθέντι Θεοκτίστῳ ἀντέκτισιν, διὰ δὲ τοῦ ἐλλιποῦς τὸ ἐλλιπὲς τῶν ἑαυτοῦ ἡμερῶν αἰνιττόμενος. ὅθεν καὶ Ἀντιγόνῳ τῷ πατρικίῳ καὶ καθηγεμονεύοντι τῶν σχολῶν, τῷ υἱῷ αὐτοῦ, προσετετάχει τὸν ὑπ' αὐτὸν λαὸν ἅπαντα συντελεῖν καὶ τῇ βασιλίδι κατευθῦναι τὴν ἄφιξιν. ὁ δὲ πρὸς τὴν τοιαύτην δυσανασχετεῖ βούλησιν. καὶ πλέον τὰ κατὰ Μιχαὴλ βασιλέως ἐπεφανέρωτο παρὰ καίσαρι. πρὸ δέ τινος χρόνου σεισμοῦ γεγονότος τῶν πώποτε μνημονευομένων φρικωδεστέρου, ἐπεπτώκει τὸ ἄγαλμα, ὃ κατὰ τὴν ἁγίαν Ἄνναν, ᾗ ἐπώνυμον τὸ ∆εύτερον, κατὰ κίονα διεστήλωτο· ὅπερ διαγγελθὲν παρὰ καίσαρος Λέοντι φιλοσόφῳ σαφῶς διηρμήνευτο, τὸν ἐκ πρώτου ἄνακτος δεύτερον ἐκπεσεῖσθαι διὰ θανάτου, τῷ τε καίσαρι Βάρδᾳ τὸν διαδεξόμενον δακτυλοδεικτεῖσθαι Βασίλειον· ὃν ἔκτοτε οὗτος βασκάνως ἐπέβλεπεν. 4.23 Καὶ ταῦτα κατὰ προφητείαν συνωμαρτήκεσαν καίσαρι. ἐπὶ Κήπους γὰρ ἐφεστηκότων αὐτῶν ὁ μὲν βασιλεὺς τὰ τῆς βασιλείας ἐνήργει πρακτέα, ὁ δὲ καῖσαρ τὰ τῆς φιλαρχίας πλέον ἐπετηδεύετο, καὶ πολὺς ἦν, ὑπεραίρων τοῦ βασιλέως καὶ ἑτέρων τῶν κατὰ θεραπείαν ᾠκειωμένων αὐτῷ. ὡς δὲ πρὸς τοῦτο δυσφορήτως διέκειντο, ἐμηχανῶντο κατ' αὐτοῦ βουλὴν δολεράν, ὅπως μιαιφονήσειαν· ἀλλὰ τὴν ἑταιρειῶτιν τούτου πληθὺν ἐδεδοίκεσαν, ἵνα μὴ παρ' αὐτῆς καταδυναστεύοιντο. πρὸς ἁμιλλητήριον δρόμον ἵππων συμφύρονται σὺν Ἀντιγόνῳ τῷ τούτου υἱῷ καὶ αὐτὸν πόρρω τῆς βασιλικῆς σκηνῆς διορίζουσι, καὶ καίσαρος τοὺς πρωταγωνιστὰς ἐπὶ τούτῳ συνέλκουσιν, ὡς ἂν ἐνησχολημένων αὐτῶν ἀφυλάκτως τῷ καίσαρι ἐπίθωνταί τινες καὶ διαχειρίσωνται. Συμβατίου δὲ γαμβροῦ ἐπὶ θυγατρὶ καίσαρος τιμῆς τε πατρικίων ἠξιωμένου καὶ τὰ τοῦ δρόμου διέπειν διειληχότος, εἰσιόντος τῷ βασιλεῖ συμπαρόντι καίσαρι τάς τε δημοσίους ἀνεγνωκότος ἀναφοράς, ἀπιόντος δὲ κατὰ <τὰ> πρόσθεν τύπῳ σταυρικῷ σχηματισαμένου, ἅτε καθηγουμένου τῆς συσκευῆς, οἱ ἐν παραβύστῳ σκηνῆς ἐνεδρεύοντες ξιφηφόροι ἐπῄεσαν, καὶ προσενώπιον βασιλέως ἀνηλεῶς ἀποκτέννοντες κατακερματίζουσι καίσαρα, μηνὶ Ἀπριλίῳ καʹ, ἰνδικτιῶνος ιδʹ· μεθ' ὧν Χάλδος τις παρεύρητο, ᾧ Τζιφιναρίτης ἐπώνυμον. τῆς οὖν στασιώτιδος ἐπηρείας ἀθρόως ἐπισυστάσης τοῦ τε βασιλέως ἐνθροηθέντος καὶ τῷ πτώματι ἀκουσίως ἐγκρημνισθέντος ὁ ἐπὶ τῆς βασιλικῆς βίγλης ὑπερασπίζων ἦν βασιλεῖ Κωνσταντῖνος δρουγγάριος, τὸ μὴ συμπεφονεῦσθαι αὐτόν, οἷα πιστὸς ὑπερασπιστὴς καὶ μέχρι ψυχῆς τὸ εὔνουν ἐπιδεικνύμενος. καὶ τάχα ἂν ἀμφότεροι διεφθάρησαν, εἰ μὴ αὐτὸς