36
ψυχὴν ἰδιαζόντως διαστεῖλαι τῆς ἐφ' ἑκάστου τούτων εὐλογίας τὴν δύναμιν, πῶς ὁλόκληρον τὸ σῶμα φυλάσσεται τὸ πάντῃ καὶ πάντως ἐν τῷ θανάτῳ διαπεσούμενον; πῶς ὁλόκληρον τὸ δι' ἐγκρα τείας ὑποπιεζόμενόν τε καὶ ῥικνούμενον καὶ διὰ τῆς σκληρο τέρας δουλαγωγίας σαθροποιούμενον;
Πῶς ἄν τις εἴποι τὸν πτωχὸν ἐκεῖνον Λάζαρον μὴ διημαρτηκέναι τῆς εὐλογίας τοῖς τοιούτοις ἕλκεσι βρύοντα καὶ διὰ τῶν ἰχώρων ἐκδαπανώ μενον; ἀλλά, κἂν παράδοξον εἰπεῖν, ἐν ἐκείνῳ τῷ σώματι τῷ διερρυηκότι τοῖς ἕλκεσιν ἐντελὴς ἦν ἡ εὐλογία τοῦ Παύλου· ὁλόκληρον γὰρ αὐτοῦ τὸ σῶμα τῇ ψυχῇ διὰ τῆς πνευματικῆς πολιτείας συνδιεσώθη, ὅτι οὐ κατεσπάσθη ταῖς τῆς σαρκὸς ἀνάγκαις ἀπὸ τῆς ὑψηλοτέρας ἐλπίδος εἴς τι τῶν ἀπρεπῶν νοημάτων· οὐ γὰρ παρέσχεν ἡ σὰρξ τῇ ψυχῇ περισπασμὸν οὐδὲ ἐπεθορυβεῖτο τοῖς πάθεσι τοῖς σωματικοῖς ἡ διάνοια. Ἥ τε τῶν τριῶν ὑμνῳδία παίδων πνεύματα καὶ ψυχὰς δικαίων πρὸς κοινωνίαν τῆς δοξολογίας παραλαμβάνουσα οὐκ ἰδίᾳ τὰς ψυχὰς αἰνεῖν διακελεύεται καὶ ἰδίᾳ τῶν ψυχῶν τὰ πνεύματα, καθὼς ὁ Ἀπολινάριος οἴεται. τίς γὰρ ἂν γένοιτο τῆς ψυχῆς ἰδιάζων αἶνος μὴ διὰ τῆς διανοίας πληρούμενος; ψυχὴ γὰρ διανοίας κεχωρισμένη, καθὼς ἤδη πολλάκις εἴ ρηται, κτῆνός ἐστι τῆς λογικῆς τε καὶ διανοητικῆς ἐνεργείας ἀμέτοχον. τί οὖν ἄρα τὸν νοῦν, καθὼς οὗτός φησιν, ἀποχωρί ζει τῆς ψυχῆς ἡμῶν; δεδόσθω δυνατὸν εἶναι παρὰ τῶν πνευ μάτων πληροῦσθαι τὸν αἶνον τῷ θεῷ, διότι νοῦν εἶναι λέγει τὰ πνεύματα. εἰ δὲ τὴν ψυχὴν ἄλλο τι παρὰ τὸν νοῦν οἴεται, πῶς αἰνέσει τὸν θεὸν ὁ ἀνόητος; τίς ἐξ ἀνοίας ἀρέσει τῷ θεῷ ὑμνῳδία; τίς δ' ἂν ἔτι χρεία γένοιτο τοῦ νοῦ τῇ ψυχῇ, 3,1.212 εἴπερ ἐπὶ τῆς θείας δοξολογίας αὐτάρκης εἴη καθ' ἑαυτὴν ὑμνῳδοῦσα καὶ μηδὲν τῆς τοῦ νοῦ συνεργίας προσδεομένη; ἀλλ' οὐ ταῦτα παρὰ τῶν ἐξηγησαμένων ἡμῖν μεμαθήκαμεν. ἀλλ' ἐπειδὴ ἰσάγγελοί εἰσιν αἱ ψυχαὶ τῶν σωματικῶν λυθεῖσαι δεσμῶν, καθὼς ὁ κύριος λέγει, διὰ τοῦτο τῇ μετὰ τῶν πνευμάτων συζυγίᾳ τὴν πρὸς τοὺς ἀγγέλους τῶν ψυχῶν ὁμοτιμίαν ὁ λόγος ἐνδείκνυται· πνεύματα γὰρ οἱ ἄγγελοι κατὰ τὸν εἰπόντα προφήτην· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, μεθ' ὧν ὑμνῳδεῖν οἱ τρεῖς παῖδες καὶ τὰς τῶν δικαίων ἀξιοῦσι ψυχάς. ὁ δὲ σωτὴρ λέγων ἐν πνεύματι δεῖν προσκυνεῖν τὸν θεὸν οὐ τὸν νοῦν δηλοῖ τῇ προσηγορίᾳ τοῦ πνεύματος, ἀλλὰ τὸ μὴ δεῖν σωματικάς τινας περὶ τὸ θεῖον τὰς ὑπολήψεις ἔχειν. ἐπειδὴ γὰρ ἡ Σαμαρεῖτίς φησι πρὸς τὸν κύριον ἐν τῷ ὄρει δεῖν προσκυνεῖν τὸν θεὸν ὡς ἐν περιγεγραμ μένῳ τῷ τόπῳ, ὅπερ οὐκ ἔξω τῆς σωματικῆς ὑπονοίας ἐστί, διὰ τοῦτό φησι πρὸς τὴν πεπλανημένην ἐκ τῆς ἀληθείας ὁ λόγος, ὅτι πνεῦμα ὁ θεός, τουτέστιν ἀσώματος, καὶ τοὺς προσκυνοῦντας αὐτὸν μὴ σωματικῶς δύνασθαι προσεγγίζειν τῷ ἀσωμάτῳ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πληροῦν τὴν προσ κύνησιν. ἀντιδιαστέλλει γὰρ τὰς διορθωτικὰς φωνὰς ταῖς διπλαῖς ἀγνοίαις, τὴν μὲν ἀλήθειαν τῷ τόπῳ, τὸ δὲ πνεῦμα ἀντιδιαιρῶν ταῖς σωματικαῖς ὑπολήψεσιν. τούτου χάριν καὶ ὁ Παῦλος οὔτε ἐν τόπῳ οὔτε ἐν σώματι, ἀλλ' ἐν πνεύματι λατρεύειν φησὶ τῷ κυρίῳ τῇ ἀληθείᾳ ἑπόμενος. τὸ δὲ λέγειν ὅτι Ἡ σὰρξ τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, αὐτόθεν ἔχει τῆς τοῦ δόγματος αὐτῶν ἀπάτης τὸν ἔλεγχον· τὸ γὰρ ἀντιστρατεύεσθαι καὶ αἰχμαλωτίζειν καὶ μὴ ὑποτάσσεσθαι καὶ πάντα τὰ τοιαῦτα προαιρέσεώς ἐστιν ἐνεργήματα. 3,1.213 νοῦ δὲ μὴ ὄντος οὐδ' ἂν ἡ προαίρεσις εἴη. οὐκοῦν, ἥν φησιν Ἀπολινάριος σάρκα ἔμψυχον τε καὶ ἐμπροαίρετον, ταύτην οὐδὲ τοῦ νοῦ κεχωρίσθαι ὁμολογεῖ. ἀλλὰ κἂν σὰρξ λέγηται μόνον, τὸν τέλειον τῆς ἀνθρωπότητος λόγον ἐν ἑαυτῇ περιέχει, ὡς μὴ δύνασθαί τινος τῶν συμπληρωτικῶν τῆς φύσεως λείποντος ἔτι τὸ λειπόμενον ἄνθρωπον λέγεσθαι. Ἀλλ' ἐκ τριῶν, φησίν, ὁ ἄνθρωπος. δεδόσθω τοῦ το, κἂν μὴ κατ' ἀνάγκην ἡμᾶς ὁ λόγος τῇ συγκαταθέσει προσάγηται. Ἀλλὰ καὶ ὁ κύριος ἄνθρωπος, φησί, λεγόμενος ἐκ τριῶν κἀκεῖνος, πνεύματος καὶ ψυχῆς καὶ σώματος. οὐδὲ τούτῳ τέως ἀντιμαχόμεθα· πάντα γάρ, ὅσα τὴν ἡμετέραν συμπληροῖ φύσιν, καὶ περὶ ἐκεῖνον τὸν ἄνθρωπον εἶναί τις