1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

36

τὸν περὶ αὐτῆς εἰσήγαγε λόγον. Οὐ γὰρ εὐθέως ἀπ' αὐτῆς ἤρξατο, ἐπειδὴ πολλὴ ἦν αὐτῆς ἡ ὑπόληψις· ἀλλ' ἡνίκα ἔδειξεν αὐτοὺς ἀπὸ τοῦ μείζονος προσκεκρουκότας, καὶ τῆς εἰς τὸν Θεὸν βλασφημίας αἰτίους, τότε λοιπὸν λαβὼν τὸν ἀκροατὴν κατεγνωκότα αὐτῶν, καὶ γυμνώσας τῆς προεδρίας, εἰσάγει τὸν περὶ τῆς περιτομῆς λόγον, θαῤῥῶν, ὅτι οὐδεὶς αὐτῇ ψηφιεῖται λοιπὸν, καί φησι· Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς. Καίτοι γε ἐνῆν ἄλλως αὐτὴν ἐκβαλεῖν, καὶ εἰπεῖν, Τί γάρ ἐστιν ἡ περιτομή; μὴ γὰρ κατόρθωμά ἐστι τοῦ ἔχοντος; μὴ γὰρ προαιρέσεως ἀγαθῆς ἐπίδειξις; Καὶ γὰρ ἐν ἀώρῳ γίνεται ἡλικίᾳ, καὶ οἱ ἐν τῇ ἐρήμῳ δὲ πάντες ἔμειναν ἀπερίτμητοι χρόνον πολύν· καὶ ἑτέρωθεν δὲ πολλαχόθεν ἴδοι τις ἂν αὐτὴν οὐ σφόδρα ἀναγκαίαν οὖσαν. Ἀλλ' ὅμως οὐκ ἐντεῦθεν αὐτὴν ἐκβάλλει, ἀλλ' ὅθεν μάλιστα ἐχρῆν, ἀπὸ τοῦ Ἀβραάμ. Ἡ γὰρ ὑπερβολὴ τῆς νίκης αὕτη, δεῖξαι ἐντεῦθεν αὐτὴν οὖσαν εὐκατα 60.435 φρόνητον, ὅθεν αὐτοῖς αἰδέσιμος ἦν. Καίτοι γε ἠδύνατο λέγειν, ὅτι καὶ οἱ προφῆται ἀπεριτμήτους καλοῦσιν Ἰουδαίους· ἀλλ' οὔπω τοῦτο τῆς περιτομῆς ἐστιν ἐλάττωμα, ἀλλὰ τῶν κακῶς αὐτὴν μετιόντων. Τὸ δὲ ζητούμενον, δεῖξαι ὅτι καὶ ἐν ἀρίστῳ βίῳ οὐδεμίαν ἰσχὺν ἔχει· τοῦτο δὴ κατασκευάζει λοιπόν. Καὶ ἐνταῦθα μὲν οὐ παράγει τὸν πατριάρχην, ἀλλὰ πρότερον ἑτέρωθεν αὐτὴν προκαταβαλὼν, ὕστερον ἐκεῖνον τηρεῖ, ὅταν τὸν περὶ τῆς πίστεως εἰσαγάγῃ λόγον, οὕτω λέγων· Πῶς οὖν ἐλογίσθη ἡ πίστις τῷ Ἀβραάμ; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Ἕως μὲν γὰρ ἂν πρὸς τὸν ἐθνικὸν αὕτη καὶ τὸν ἀκρόβυστον ἀγωνίζηται, οὐδὲν βούλεται τούτων εἰπεῖν, ἵνα μὴ σφόδρα φορτικὸς ᾖ· ὅταν δὲ πρὸς τὴν πίστιν ἀπομάχηται, τότε μειζόνως πρὸς αὐτὴν ἀποδύεται. Τέως μέντοι πρὸς τὴν ἀκροβυστίαν ἡ μάχη· διὸ καὶ ὑφειμένως προάγει τὸν λόγον, καί φησι· Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν πράσσῃς τὸν νόμον· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε. ∆ύο γὰρ ἐνταῦθα ἀκροβυστίας καὶ δύο περιτομάς φησιν, ὥσπερ καὶ δύο νόμους. Ἔστι γὰρ νόμος ὁ φυσικὸς, καὶ ἔστιν ὁ γραπτός· ἀλλὰ καὶ μέσος τούτων ὁ διὰ τῶν ἔργων. Καὶ σκόπει πῶς τοὺς τρεῖς τούτους δείκνυσι, καὶ εἰς μέσον ἄγει. Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φησί. Ποῖον δὴ νόμον, εἰπέ μοι; Τὸν γραπτόν. Φύσει τὰ τοῦ νόμου ποιῇ. Ποίου; Τοῦ διὰ τῶν ἔργων. Οὗτοι νόμον μὴ ἔχοντες. Ποῖον; Τὸν γραπτόν. Ἑαυτοῖς εἰσι νόμος. Πῶς; Τῷ φυσικῷ κεχρημένοι. Οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου. Ποίου; Τοῦ διὰ τῶν πράξεων. Ἐκεῖνος μὲν γὰρ ἔξω κεῖται ὁ διὰ τῶν γραμμάτων, οὗτος δὲ ἔνδον ὁ διὰ τῆς φύσεως, ὁ δὲ ἐν ταῖς πράξεσι· καὶ τὸν μὲν τὰ γράμματα ὑπαγορεύει, τὸν δὲ ἡ φύσις, τὸν δὲ αἱ πράξεις. Τούτου δὴ τοῦ τρίτου χρεία, δι' ὃν καὶ ἐκεῖνοι οἱ δύο, ὅ τε ἀπὸ τῆς φύσεως, ὅ τε ἀπὸ τῶν γραμμάτων· κἂν οὗτος μὴ παρῇ, οὐδὲν ὄφελος ἐκείνων, ἀλλὰ καὶ βλάβος μέγιστον. Καὶ τοῦτο δείκνυσιν ἐπὶ τοῦ φυσικοῦ μὲν λέγων· Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· ἐπὶ δὲ τοῦ γραπτοῦ· Ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; Οὕτω καὶ ἀκροβυστίαι δύο, μία μὲν ἡ φυσικὴ, δευτέρα δὲ ἡ ἀπὸ πράξεως· καὶ περιτομὴ μία μὲν ἡ ἐν τῇ σαρκὶ, δευτέρα δὲ ἡ ἀπὸ προαιρέσεως. Οἷόν τι λέγω· Περιετμήθη τις ὀκταήμερος· αὕτη σαρκικὴ περιτομή. Ἔπραξέ τις τὰ νόμιμα ἅπαντα· αὕτη διανοίας περιτομὴ, ἣν μάλιστα ὁ Παῦλος ζητεῖ, μᾶλλον δὲ καὶ ὁ νόμος. γʹ. Ὅρα τοίνυν πῶς συγχωρήσας αὐτὴν τῷ λόγῳ, καθεῖλε τῷ πράγματι. Οὐ γὰρ εἶπε, Περιττὸν ἡ περιτομὴ, ἀνόνητον ἡ περιτομὴ, ἄχρηστον· ἀλλὰ τί; Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς. Κατεδέξατο αὐτὴν τέως λέγων· Ὁμολογῶ, καὶ οὐκ ἀντιλέγω, ὅτι καλὴ ἡ περιτομή· ἀλλὰ πότε; Ὅταν καὶ τὴν τοῦ νόμου φυλακὴν ἔχῃ. Ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. Οὐκ εἶπεν· Οὐκέτι ὠφελεῖ· ἵνα μὴ δόξῃ αὐτὴν ὑβρίζειν· ἀλλὰ γυμνώσας αὐτῆς τὸν Ἰουδαῖον, τότε αὐτὸν βάλλει λοιπόν. Ὅπερ οὐκέτι τῆς περιτομῆς ἦν ὕβρις, ἀλλὰ τοῦ διὰ τῆς ῥᾳθυμίας αὐτὴν ἀπολέσαντος. Ὥσπερ οὖν τοὺς ἐν ἀξιώμασιν ὄντας, εἶτα ἁλισκομένους ἐπὶ μεγίστοις ἐγκλήμασιν, οἱ δικάζοντες ἀφελόμενοι τῆς τῶν