1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

36

ἐκεῖνος εὐφημίαις ἐπιδημίοις καὶ αὐταῖς παλάμαις ἐπήμυνε θαρσοποιήσας τὸν ἄνακτα καὶ τῶν μιαιφόνων ἐξήνεγκεν, καλοκἀγαθίᾳ γνώμης καὶ εὐτολμίᾳ φραττόμενος. ὡς οὖν οἱ μιαιφόνοι τὸ λείψανον πολλοῖς τμήμασι διενείμαντο, τὰ τούτου αἰδοῖα κοντῷ διαρτήσαντες ἐθριάμβευον· οὕτως γὰρ καὶ μετὰ θάνατον αἰκίζειν ἐξέμηναν. ὑπὲρ καίσαρος δὲ οὐκ ὀλίγος ὄχλος ἐπέτρεχεν· καὶ προσεκεχωρήκει ἂν πόλεμος κατ' ἀλλήλων, εἰ μὴ παρὰ τοῦ αὐτοῦ Κωνσταντίνου πάσῃ δυνάμει ἀνέσταλτο. δι' οὗ τινα τῶν κακῶν ἀνεχαίτιστο, τὰ πλείω δὲ ἐκυμαίνετο μεῖζον ἢ τὸ Ἰκάριον πέλαγος Εὔρου δεινοῦ ἐπιπνέοντος· οὐδείς τε τῶν κατὰ πολεμίων ἐπιχειρήσεων ἢ καθ' ἑαυτὸν ἕκαστος ἔμφροντις ἦν, τοῦ μὲν ὑπὲρ βασιλέως γε νήφοντος, τοῦ δὲ ὑπὲρ καίσαρος, ἑτέρου δὲ ὑπὲρ Βασιλείου τοῦ μεγαλόφρονος, διὰ τὸ πεφιλοστοργῆσθαι λίαν παρὰ τοῦ αὐτοκράτορος. καὶ εὐθέως περὶ τὴν βασιλεύουσαν ἀναζεύγνυσιν. 4.24 Ὑπῆρχε δὲ ὁ Βασίλειος ἐκ γένους μὲν πρεσβυτέρου Πάρθου Ἀρσάκου αὐχῶν, τοῦ περιθεμένου τὴν Ἀσσυρίων ἀρχὴν ἑαυτῷ ἐκ ψυχικῆς καὶ σωματικῆς καρτερότητος, καθεξῆς δὲ καὶ Τηριδάτου τοῦ βασιλέως τῆς αὐτῆς σειρᾶς ἐξημμένου· ἀλλὰ μὴν καὶ Φιλίππου καὶ Ἀλεξάνδρου τῶν ἀρίστων ἡγεμόνων ἐξείχετο. ὃς Μακεδόνων τῆς γῆς ἐκφυεὶς γεννητόρων ἦν κατὰ γενεὰν οὐκ ἀσήμων, τραφείς τε νεανικῶς, ὡς εἴ τις Ἀχιλλεὺς Χείρωνι τῷ Κενταύρῳ, παρ' αὐτῶν τοῖς ἀνδρικοῖς ἐγεγύμναστο φρονήμασί τε καὶ πράγμασι, καὶ πᾶσι μὲν κατ' ἄμφω ἐξάκουστος διετέλει καὶ φίλιος. καὶ δὴ παραδόξως διὰ τῶν Χρυσέων πυλῶν εἰσῄει τῇ βασιλευούσῃ τῶν πόλεων, κατὰ μονήν γε τὴν ἔναγχος προσαναπαυσόμενος, ἥτις νῦν μὲν ἱερὸν ∆ιομήδους τοῦ μάρτυρος, Ἡλίου δὲ τὸ πρὶν κεχρημάτικεν. εἰσῄει δὲ τὴν τεκοῦσαν ἐκβιασάμενος· καὶ δὴ ἂν ἐκεκράτητο παρ' αὐτῆς, εἰ μὴ τὸ θεαθὲν αὐτῇ ὄναρ τινὸς ἔτυχεν ἐπικρίσεως παρὰ τῶν ἐν τούτοις ἐσπουδακότων. ἑωράκει γὰρ φυτὸν μέγιστον ἐκφυῆναι, καθώς ποτε ἡ Μανδάνη, καὶ ἄνθεσιν ἐγκομᾶν κατὰ τὸν οἶκον αὐτῆς, χρυσῷ τε τὸ γῆθεν μέγα στέλεχος καὶ τὰ πρέμνα διηρέφθαι καὶ φύλλα, καὶ ἐντεῦθεν ἀπομεμαντεῦσθαι σὺν ὅρκῳ ταύτῃ τῷ ἐξ αὐτῆς τὴν τῆς βασιλείας ἐπίτευξιν καὶ ταύτης μεγαλειότητα καὶ τὴν ἐπὶ μῆκος διάτασιν συγγόνοις τε καὶ ἀπογόνοις ἐκβήσεσθαι, καὶ αὐτάρκη πλοῦτον τῇ κατ' αὐτὸν χώρᾳ μεθήσειν, ἐξ ἧς ἐγεγέννητο· σὺν τούτοις καὶ προεισηγη θῆναι αὐτῇ παρά τινος ῥῆσιν εὐάγγελον, ὡς τοῦ παιδὸς κατὰ παιγνίαν τῶν ὁμηλίκων ἔν τινι λίμνῃ ἀετὸν ἐπιπτῆσαι τῇ κεφαλῇ, σκέπειν τε ταύτην πτερύσσοντα· καί ποτε γηραιὸν ἄνδρα, οὗ διὰ στόματος πῦρ ἐξαπέπνει, τὸν Ἡλιού τε ἑαυτὸν ταύτῃ παραδηλοῦντα, τὴν βασιλείαν προσήκασθαι τὸ τεκνίον ἐμήνυεν. 4.25 Σχολάζοντος δὲ τοῦ Βασιλείου κατὰ τὴν εἰρημένην μονήν, τινὶ μοναχῷ, ἢ ὡς ἔνιοι, αὐτῷ τῷ ταύτης καθηγουμένῳ, καθ' ὕπνον ὁ μάρτυς ἐπιφανεὶς ἐξιέναι κελεύει περὶ πυλῶνα καὶ τὸν ἐκεῖσε προσμεμενηκότα εἰσαγαγεῖν, βασιλέα ἐσόμενον, ὃν περιποιήσασθαι δέον ἐπί τε σκέπῃ καὶ τοῖς ἐνδύμασιν, οἷα τήνδε μονὴν ἀνοικοδομῇ συστησόμενον. τῷ δὲ ἐξιόντι καὶ τὸν νεανίαν τεθεαμένῳ κατεσκληκότα ῥυπῶντά τε καὶ ἀπρονόητον ἐξ ἐνδεοῦς περιστάσεως, ὑφωρᾶτό τι κατὰ φαντασίαν εἴδωλον ἐμπαρεῖναι, οὗ τῆς κομιδῆς κατημέλησεν. διὰ τοῦτο αὖθις ὁ μάρτυς τῷ αὐτῷ διωρᾶτο κατεμβριμώμενος ἐξιέναι καὶ τὸν βασιλέα Βασίλειον πάντως εἰσενεγκεῖν καὶ κηδεμονίας δεούσης καταξιῶσαι. τοῦ δὲ νεανίου κατὰ τὴν λεχθεῖσαν κλῆσιν ἀποκριναμένου καὶ πρὸς αὐτὴν τὰ τῆς εἰσόδου διήνυστο, δι' ἧς ἐν τῇ καταλήψει τῆς βασιλείας ἐπιμνησθῆναι ταύτης εἰσπράττεσθαι. ὃ καὶ παρεφυλάξατο· μετὰ γὰρ τὴν τῆς ἁλουργίδος ἀμφίασιν πολλά τε καὶ πάνυ λαμπρὰ ἀναθήματα τῷ σεβαστῷ μάρτυρι προσενήνοχεν, ἔτι μὴν <καὶ> τὴν μονὴν καὶ κτήμασιν ἱκανοῖς κατελάμπρυνεν καὶ οἰκοδομίαις ἐνεοποίησεν. 4.26 Τότε δέ τινι προσκεκόλληται τῶν πρὸς γένους βασιλικοῦ μεγιστάνων διὰ τοῦ προστατοῦντος τῶν μοναχῶν, φιλίως κατὰ τὴν αὐτὴν μονὴν προσφοιτῶντι, ᾧ τῆς ἐπάνδρου καὶ νεανικῆς συλλογῆς ἐπεφρόντιστο, προσευρηκότι καὶ ἄλλους τοὺς καθ' ἡλικίαν