36
Τὰ μὲν οὖν ἐκείνοις ἀπειληθέντα τοιαῦτα· ἡμῖν δὲ γενέσθω φάρμακα τὰ ἐκείνων παθήματα· 81.612 ἵνα ταῖς τῶν ἄλλων τιμωρίαις σωφρονισθέντες, καὶ κατὰ τοὺς θείους πολιτευόμενοι νόμους, ἵλεων τὸν νομοθέτην ἔχοιμεν εἰς τοὺς αἰῶνας. Ἀμήν. ΤΟΜΟΣ Εʹ. ιηʹ. Καὶ εἶπον· ∆εῦτε, καὶ λογισώμεθα ἐπὶ Ἱε ρεμίαν λογισμὸν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως, καὶ βουλὴ ἀπὸ συνετοῦ, καὶ λόγος ἀπὸ προφήτου. Τρία μαρτυροῦσιν αὐτῷ τὰ μέγιστα, ἱερωσύνην, καὶ προφητείαν, καὶ σύνεσιν· καὶ ἑκά στου χαρίσματος ἴσασι τὸ δυνατόν τε καὶ ἀψευδές. Καὶ δέον εἴκειν τοῖς λεγομένοις, οὐ μόνον ἐκεῖνοι ἀντιλέγουσιν, ἀλλὰ καὶ θάνατον τυρεύουσι. "∆εῦτε γὰρ, φησὶ, πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ οὐκ ἀκουσώμεθα πάντας τοὺς λόγους αὐτοῦ." Τοσοῦτον αὐτοὺς ἀπέκνει καὶ αὐτὰ τοῦ Θεοῦ τὰ ῥήματα· τὸ δὲ "Πατάξωμεν αὐτὸν ἐν γλώσσῃ," ἀντὶ τοῦ "Συ κοφαντίαν ὑφάνωμεν κατ' αὐτοῦ." Τούτων αἰσθό μενος ὁ προφήτης, τὸν Θεὸν ἱκετεύει γενέσθαι κρι τὴν, καὶ ἀναμιμνήσκει αὐτὸν ὧν πολλάκις ὑπὲρ αὐ τῶν προσενήνοχε πρεσβειῶν. Εἶτα εὐκτικῶς μὲν σχηματίζει τὸν λόγον, προλέγει δὲ τὸν ὑπὸ τοῦ λι μοῦ γενησόμενον θάνατον, καὶ τὰς ὑπὸ τῶν πολε μίων γενησομένας σφαγὰς, καὶ τὰ ἄλλα τὰ ἐν τοῖς πολέμοις γιγνόμενα. ΚΕΦΑΛ. ΙΘʹ. Ταῦτα εἰπὼν, καὶ τὰ τούτοις παραπλήσια, κε λεύεται λαβεῖν βῖκον ὀστράκινον, καὶ ἐξελθεῖν εἰς τὸ πολυάνδριον, μετὰ τῶν ἱερέων καὶ τῶν τοῦ λαοῦ πρεσβυτέρων, καὶ ἀπειλῆσαι πάλιν τῇ πό λει τὸν ὄλεθρον, καὶ τῆς τῶν εἰδώλων ἀναμνῆσαι θεραπείας. Προεῖπε δὲ καὶ τὰ ἀπὸ τῆς πολιορκίας τεχθησόμενα κακὰ, καὶ τῶν ἀναγκαίων τὴν σπά νιν· καὶ μετὰ ταῦτα πάντα συντρίψαι τὸν βῖκον, καὶ εἰπεῖν· ιαʹ. Οὕτως συντρίψω τὸν λαὸν τοῦτον, καὶ τὴν πόλιν ταύτην· καθὼς συντρίβεται ἄγγος ὀστρά κινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι. Ἀπειλεῖ δὲ καὶ τῇ βασιλικῇ οἰκίᾳ τὴν κατάλυσιν, καὶ πάσῃ τῇ πόλει τὴν ἐρημίαν· ἐπειδήπερ οὐ μόνον δημοσίᾳ, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς οἰκίαις, σπονδὰς τοῖς εἰδώλοις καὶ θυσίας προσέφερον. Καὶ αὐτὸ δὲ τὸ τῶν εἰδώλων χωρίον ταφὴ τῶν ἀνῃρημένων γενήσεται. "Θά ψουσι γὰρ ἐν τῷ Τωφὲθ, διὰ τὸ μὴ ὑπάρχειν ποῦ 81.613 θάψαι." ∆ιὰ δὲ τούτου τὸ πλῆθος τῶν ἀνῃρημένων ἐδήλωσεν. Ἐπανιόντι δὲ τῷ προφήτῃ πάλιν ἐκέ λευσεν ὁ ∆εσπότης ἐν τῇ καθιερωμένῃ αὐλῇ πᾶσι τὴν προφητείαν προσενεγκεῖν, καὶ προφητεῦσαι τῇ τε πόλει ἐκείνῃ, καὶ πάσαις ταῖς ὑπηκόοις πόλεσί τε καὶ κώμαις, τὴν ἐρημίαν. ΚΕΦΑΛ. Κʹ. αʹ. Τοῦτον δὲ τὸν λόγον ὁ Πασχὼρ ἀκούσας, ἀρχιερεὺς δὲ οὗτος ἐτύγχανεν ὢν, οὐ μόνον ᾐκίσατο τὸν προφήτην, ἀλλὰ καὶ καθεῖρξεν. βʹ. Ἐπάταξε γὰρ, φησὶ, Πασχὼρ τὸν προφήτην Ἱερεμίαν, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρά κτην. Ὑπόγειον δέ τινα τόπον λέγει· πολλὰ δὲ τοιαῦτα εἶχεν οἰκήματα ὁ ὑπὸ Σολομῶντος οἰκοδο μηθεὶς νεώς. Ἐξαγαγὼν δὲ αὐτὸν τῇ ὑστέρᾳ, ἤκουσεν αὐτοῦ πάλιν λέγοντος· "Οὐχὶ Πασχὼρ Κύριος ἐκάλεσε τὸ ὄνομά σου, ἀλλ' ἢ μέτοικον κυκλόθεν." Οὐ μόνον δὲ αὐτὸν, ἀλλὰ καὶ τοὺς φίλους αὐτοῦ δορυαλώτους γενήσεσθαι λέγει, καὶ μετὰ τὴν αἰχμαλωσίαν ἀναιρεθήσεσθαι. Καὶ μέντοι καὶ πάντα τὸν λαὸν τῷ Ναβουχοδονόσορ ἀπειλεῖ παραδώσειν. Ταῦτα τοίνυν διὰ πλειόνων εἰρηκὼς ὁ προφήτης, δυσχεραίνει τὰς κατ' αὐτοῦ συνεχῶς γι γνομένας ἐπαναστάσεις, καὶ τῇ τοῦ συνειδότος θαῤ ῥῶν καθαρότητι, παῤῥησίᾳ χρᾶται πρὸς τὸν ∆ε σπότην, καί φησιν· ζʹ. Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην ἐκράτησάς με, καὶ ἠδυνήθης. Ἔφυγον, φησὶ, τὴν προφητείαν, εἶπα εἶναι νεώτερος, καὶ