1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

37

ἀξιωμάτων τιμῆς, τότε κολάζουσιν· οὕτω καὶ Παῦλος ἐποίησεν. Εἰπὼν γὰρ, Ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἐπήγαγεν· Ἡ περιτομή σου ἀκροβυστία γέγονε· καὶ δείξας ἀπερίτμητον, καταδικάζει λοιπὸν ἀδεῶς. Ὅταν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα 60.436 τοῦ νόμου φυλάττῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν περιτραπήσεται; Ὅρα τί ποιεῖ· Οὐ λέγει, ὅτι ἡ ἀκροβυστία τὴν περιτομὴν νικᾷ· τοῦτο γὰρ σφόδρα ἦν ἐπαχθὲς τοῖς τότε ἀκούουσιν· ἀλλ' ὅτι ἡ ἀκροβυστία περιτομὴ γέγονε. Καὶ ζητεῖ λοιπὸν τί ἐστι περιτομὴ, καὶ τί ἀκροβυστία· καὶ λέγει, ὅτι περιτομὴ πρᾶξίς ἐστιν ἀγαθὴ, καὶ ἡ ἀκροβυστία πρᾶξις πονηρά· καὶ πρότερον μεταστήσας εἰς τὴν περιτομὴν τὸν ἀκρόβυστον τὸν πράξεις ἔχοντα χρηστὰς, καὶ τὸν ἐμπερίτομον τὸν ἐν διεφθαρμένῳ βίῳ εἰς τὴν ἀκροβυστίαν ἐξωθήσας, οὕτω τὴν νίκην δίδωσι τῷ ἀκροβύστῳ. Καὶ οὐ λέγει, Τῷ ἀκροβύστῳ, ἀλλ' ἐπὶ τὸ πρᾶγμα μέτεισιν οὕτω λέγων· Οὐχὶ ἡ ἀκροβυστία σου εἰς περιτομὴν μετατραπήσεται; Καὶ οὐκ εἶπε, Λογισθήσεται, ἀλλὰ, Τραπήσεται, ὅπερ ἐμφαντικώτερον ἦν· ὥσπερ καὶ ἀνωτέρω οὐκ εἶπεν, Ἡ περιτομή σου ἀκροβυστία λογίζεται, ἀλλὰ, Γέγονε. Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία. Ὁρᾷς, ὅτι δύο οἶδεν ἀκροβυστίας, τὴν μὲν ἐκ φύσεως, τὴν δὲ ἐκ προαιρέσεως; Ἐνταῦθα μέντοι τὴν ἐκ φύσεως λέγει, ἀλλ' οὐχ ἵσταται μέχρι τούτου, ἀλλ' ἐπάγει· Τὸν νόμον τελοῦσά σε τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου; Ὅρα τὴν λεπτοτάτην αὐτοῦ σύνεσιν. Οὐκ εἶπεν, ὅτι ἡ ἐκ φύσεως ἀκροβυστία τὴν περιτομὴν κρινεῖ, ἀλλὰ, ἔνθα μὲν ἡ νίκη ἦν, τὴν ἀκροβυστίαν εἰσάγει· ἔνθα δὲ ἡ ἧττα ἦν, οὐκέτι τὴν περιτομὴν δείκνυσιν ἡττωμένην, ἀλλὰ τὸν αὐτὴν ἔχοντα Ἰουδαῖον, φειδόμενος διὰ τῶν ῥημάτων πλῆξαι τὸν ἀκροατήν. Καὶ οὐκ εἶπε, Σὲ τὸν νόμον ἔχοντα καὶ περιτομὴν, ἀλλ' ἔτι ἡμερώτερον, Σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου· τουτέστι, καὶ ἀμύνει τῇ περιτομῇ ἡ τοιαύτη ἀκροβυστία, ἠδίκηται γάρ· καὶ βοηθεῖ τῷ νόμῳ, ἐπηρέασται γάρ· καὶ περιφανὲς ἵστησι τρόπαιον. Ἡ γὰρ νίκη τότε ἐστὶ λαμπρὰ, ὅταν μὴ παρὰ Ἰουδαίου ὁ Ἰουδαῖος, ἀλλὰ παρὰ ἀκροβύστου κρίνηται· ὥσπερ ὅταν λέγῃ· Ἄνδρες Νινευῗται ἐγερθήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Οὐκοῦν οὐ τὸν νόμον ἀτιμάζει· σφόδρα γὰρ αὐτὸν αἰδεῖται· ἀλλὰ τὸν εἰς τὸν νόμον ὑβρίζοντα. Εἶτα ὅτε κατεσκεύασε ταῦτα σαφῶς, θαῤῥῶν λοιπὸν ὁρίζεται τί ποτέ ἐστιν ὁ Ἰουδαῖος, καὶ δείκνυσιν, ὅτι οὐχὶ τὸν Ἰουδαῖον οὐδὲ τὴν περιτομὴν, ἀλλὰ τὸν οὐχὶ Ἰουδαῖον καὶ τὸν ἀπερίτμητον ἐκβάλλει. Καὶ δοκεῖ μὲν ἀμύνειν αὐτῇ, καταλύει δὲ αὐτῆς τὴν ὑπόληψιν, ἀπὸ τοῦ συμβαίνοντος ἔχων τὰς ψήφους. ∆είκνυσι γὰρ οὐ μόνον οὐδὲν μέσον Ἰουδαίου καὶ ἀκροβύστου, ἀλλὰ καὶ ἀνώτερον ὄντα τὸν ἀκρόβυστον, ἐὰν ἑαυτῷ προσέχῃ, καὶ τοῦτον ὄντα ἀκριβῶς τὸν Ἰουδαῖον· διό φησι· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ, ἐν σαρκὶ, περιτομή. Ἐνταῦθα αὐτοὺς πλήττει, ὡς πρὸς ἐπίδειξιν ἅπαντα πράττοντας. Ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. δʹ. Τοῦτο δὲ εἰπὼν, ἐξέβαλε τὰ σωματικὰ ἅπαντα. Καὶ γὰρ ἡ περιτομὴ ἐν τῷ φανερῷ, καὶ τὰ σάββατα καὶ αἱ θυσίαι καὶ οἱ καθαρισμοί· ἅπερ ἅπαντα δι' ἑνὸς ᾐνίξατο ῥήματος εἰπὼν, Οὐ γὰρ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν. Ἀλλ' ἐπειδὴ τῆς περιτομῆς πολὺς ἦν ὁ λόγος, ὅπου γε καὶ τὸ Σάββατον αὐτῇ παρεχώρει, εἰκότως τὰ πλείονα πρὸς αὐτὴν ἀποτείνεται. Εἰπὼν δὲ, Ἐν πνεύματι, προοδοποιεῖ λοιπὸν τῇ τῆς Ἐκκλησίας πολιτείᾳ, καὶ τὴν πίστιν εἰσάγει· καὶ γὰρ αὕτη ἐν καρδίᾳ καὶ πνεύματι τὸν ἔπαινον ἀπὸ τοῦ Θεοῦ ἔχει. Καὶ διὰ τί μὴ ἔδειξεν, ὅτι ὁ κατορθῶν 60.437 Ἕλλην Ἰουδαίου κατορθοῦντος οὐκ ἔστιν ἐλάττων, ἀλλ' ὅτι κατορθῶν Ἕλλην Ἰουδαίου παραβαίνοντος κρείττων ἐστίν; Ἵν' ἀναμφίβολον ποιήσῃ τὴν νίκην. Τούτου γὰρ ὁμολογηθέντος, ἐξ ἀνάγκης ἡ περιτομὴ τῆς σαρκὸς ἐκβάλλεται, καὶ δείκνυται, ὅτι πανταχοῦ βίου χρεία. Ὅταν γὰρ ὁ μὲν Ἕλλην χωρὶς τούτων σώζηται, ὁ δὲ Ἰουδαῖος μετὰ τούτων κολάζηται, ἕστηκεν ἀργῶν ὁ Ἰουδαϊσμός. Ἕλληνα δὲ πάλιν οὐ τὸν εἰδωλολάτρην, ἀλλὰ τὸν θεοσεβῆ καὶ ἐνάρετον καὶ τῶν