37
αὐτῷ, ἀλλ' ἐλάττονας (πολὺ γὰρ τὸ μεῖζον ἐν τούτοις Βασίλειος ἐπεκέκτητο), καὶ τούτοις ἐμεγαλαύχει σοβαρευόμενος. Θεοφιλίσκος οὗτος ἐξήκουστο· πρὸς ὃν παρὰ βασιλέως ἀνθαμίλλησις ἐκεκίνητο εὐθεάτων καὶ ἀνδρείων νεανιῶν ἕνεκα. καὶ παρὰ μὲν καίσαρος Ἀντίγονος ὁ τούτου φίλτατος ἐκπέμπεται πρὸς αὐτὸν δεξιωθησόμενος, σὺν αὐτῷ δὲ καὶ ὁ ἐπὶ συχνῷ ῥηθεὶς Κωνσταντῖνος. ἐμπεφορημένῳ δὲ τῆς εὐωχίας αὐτῷ καὶ τὰ πρὸς χαρμοσύνην διεγείρεται φιλοπαίγμονα, προσκαλεσαμένῳ τῶν οἴκοι διατριβόντων τοὺς εἰς πάλην ἐπιτηδείους, καὶ δὴ κατ' αὐτὴν ἀγὼν διανίσταται. καὶ δὴ πάντες παλαιστρικοὶ βασιλέως καὶ καίσαρος ἡττῶσι τοὺς ἄλλους, ἄνευθε Βασιλείου μὴ τῇ παλαίστρᾳ παρόντος. προσκέκληται διὸ καὶ αὐτὸς καὶ πρὸς μονομαχίαν τοῦ κρείττονος ἄγεται· καθ' ὃν τὰ πρὸς φιλίαν ἐξ ἀγχιστείας ὁ Κωνσταντῖνος καλῶς διακείμενος προστάττει τὸ ἔδαφος ἀχύρῳ περιρραντίζεσθαι, ἵνα μή πως διολισθαίνοι Βασίλειος. συνῆλθον οὖν, συνῆλθον κατὰ παλαίστραν ἀμφότεροι· ὧν ὁ μὲν μετεωρίζειν πειρᾶται Βασίλειον, ὁ δὲ μὴ ἐνεγκὼν τὴν Βασιλείου ἀντίβασιν μετεωρίζεται παραυτὰ γενναιότατα καὶ περιστρέφεται ταχίστῳ κινήματι, καὶ τῇ κατὰ πόδρεζαν προσπλοκῇ, ὡς ὁ ἐγχώριος λόγος, πρὸς γῆν καταφέρεται, ὑποστὰς πτῶσιν ἀλάθητον, ὡς καὶ παραψυχὴν τοῖς πᾶσιν εἶναι λογίζεσθαι, εἰ καὶ μετὰ πολὺν χρόνον ὕδασι πολλοῖς καταρραντισθεὶς μόλις ἀνέσφηλεν. ὡς οὖν ὁ Ἀντίγονος μετὰ τῶν σὺν αὐτῷ ἐπανῆκεν πρὸς καίσαρα, φησὶ περὶ τῶν δεδραμένων αὐτῷ· δι' οὗ καὶ ὁ βασιλεὺς Μιχαὴλ τούτων ἐγεγόνει κατήκοος, καὶ ἀνακαλεῖται τοῦτον σὺν ἑτέροις ἥλιξι δύο. ὡς δὲ τούτους τεθέατο, ἠγάσθη τῆς ὄψεως, ἐπῄνεσε τὴν ἡλικιῶτιν, καὶ τῶν δύο πολλῷ πλέον ἐτεθαμβήκει Βασίλειον, καὶ διαφόροις βαθμοῖς καταλέγει καὶ πρὸς μείζονας εὐποιΐας ἀρραβωνίζεται. οὓς γὰρ ὁ θεὸς εἰς βασιλέας διέγνωκεν, τούτους προώρισεν καὶ τὰ πρὸς αὐτὴν πάντως προδιατίθησι σύμβολα. οὓς ἡ βασίλισσα Θεοδώρα θεασαμένη τῶν μὲν δύο ἐμεμελήκει κατὰ μηδέν, τοῦ δὲ ἑνὸς ἐν φροντίδι ὅλως καθίστατο, ἀπὸ βάθους ψυχῆς κεκραγυῖα, ὡς εἴθε, ὦ τέκνον, τοῦτον σήμερον μὴ ἑωράκειν, ἄνδρα τοιοῦτον τῆς ἡμετέρας βασιλείας ὑπερτερήσοντα, καθὼς ὁ ἐμὸς ἐν λήξει μακάρων ἀνὴρ περιὼν ἀπεφοίβασεν. πρωτοστάτην οὖν αὐτοῦ τῶν ἱπποκόμων καθίστησι τὸν Βασίλειον, καὶ ἵππον αὐτῷ δυσήνιον ἐπιδίδωσι διοχήσασθαι, ὃν ἐπεφιλήκει τὰ μάλιστα. οὗτος αὐτοῦ ἐφαλλόμενος, ὡς εἴ τις ἄλλος Βουκεφάλου Ἀλέξανδρος, ὡς Βελλεροφόντης Πηγάσῳ γενναίως ἱππάζεται, θάμβος λιπὼν ἁπάσαις ἐν ὄψεσιν ἐγκατάπληκτον. ἐντεῦθεν καὶ κρεῖττον αὐτῷ τῆς δεσποτικῆς ἀγάπης τὰ πρακτέα διηύξητο, ὡς καὶ τῇ τῶν πατρικίων εὐκλείᾳ συντόμως προσεμπελάσαι, γαμετῇ τε συναρμοσθῆναι κοσμιωτάτῃ τῶν εὐγενίδων ἐξ Ἴγγερος, υἱόν τε θετὸν ἐπὶ πᾶσι βασιλέως ὀνομασθῆναι, εἶτα μάγιστρον, καὶ παρὰ τῷ κοιτῶνι τῶν προσυπνούντων φυλάκων προτιμηθῆναι κατά τινας, καὶ μετὰ βραχὺ τὴν βασίλειον εὐδοξίαν κληρώσασθαι. 4.27 Ὡς οὖν περί τινα χρόνον παρῆν ὁ ἄναξ τοῖς περὶ τὸν καλλίνικον Μάμαντα μάρτυρα βασιλείοις, ἐπεφύη τούτῳ σκοπὸς κἂν γελοῖος, ὃν τῶν πρὸς αὐτὸν οὐ πᾶσιν ἐγνώρισεν. ἐγκελεύεται δυσὶ τῶν οἰκείων, οἷς τὰ κατὰ ψυχὴν ἐπεθάρρει περὶ τοῦ προκειμένου γε δράματος, καὶ κατὰ τὴν βασιλίδα πόλιν προχωρεῖ, πρὸς ἕω τε τὴν ῥητὴν ἑορτῆς διαγελῶσαν Πεντηκοστὴν ἡμέραν τινὶ κοιτώνων ἐγκλείσας Βασίλειον τοῖς σὺν αὐτῷ προστάττει ἐν νεύματι ἀπογυμνοῦν τοῦτον τὼ χεῖρέ τε διατεῖναι. τούτου δὲ γινομένου κατὰ τὸ προσταχθέν, ὁ Βασίλειος καταπλήττεται, ἀλλ' ὅμως νεανικὸς ὢν τῆς ἐκπλήξεως ἀνακτᾶται, ἑαυτοῦ τε καὶ τοῦ βασιλέως καθίσταται, καὶ μαστίζεται παρ' αὐτοῦ διπλοῖς ἐν φραγελλίοις λʹ, μνήμην ἔχειν τοῦτον ἀνάγραπτον τῆς πρὸς αὐτὸν φιλοστόργου προθέσεως. καὶ τῷ μεγίστῳ ναῷ ἐπελθὼν πρωΐας αὐτῆς στεφηφόρον ἄνακτα λαοῖς ἀναδείκνυσι, μηνὶ Μαΐῳ κ ϛʹ, ἰνδικτιῶνος ιδʹ, καὶ τῆς κατὰ δευτερείαν αὐτῷ βασιλείας τὰ πρόσφορα δίδωσιν. ᾧ καὶ πολὺ φίλτρον ἐπιδιδούς, καὶ τὰ ἴσα, πρὸς δὲ καὶ τὰ καθ' ὑπεροχὴν ἐμπαρέχεται.