38
ἀνέστη· ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ κατεποντίσθησαν Αἰγύπτιοι, ἀνῆλθον δὲ Ἰσραηλῖται· καὶ τὸ αὐτὸ πρᾶγμα τὸν μὲν θάπτει, τὸν δὲ γεννᾷ. γʹ. Μὴ θαυμάσῃς, εἰ γένεσις καὶ φθορὰ γίνεται ἐν τῷ βαπτίσματι· ἐπεὶ, εἰπέ μοι, τὸ λύειν τῷ συγκολλᾷν οὐκ ἐναντίον; Παντί που δῆλον. Τοῦτο τὸ πῦρ ποιεῖ· κηρὸν μὲν γὰρ διαλύει καὶ ἀπόλλυσι, γῆν δὲ μεταλλικὴν συγκολλᾷ καὶ χρυσὸν ἐργάζεται. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸν κήρινον ἀνδριάντα ἀφανίσασα ἡ τοῦ πυρὸς δύναμις, ἔδειξε χρυσοῦν ἀντ' ἐκείνου· πήλινοι γὰρ ὄντως ἦμεν πρὸ τοῦ λουτροῦ, χρυσοῖ δὲ μετὰ τοῦτο. Πόθεν δῆλον; Ἄκουσον αὐτοῦ λέγοντος· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος οὐράνιος ἐξ οὐρανοῦ. Ἐγὼ μὲν ὅσον πηλίνου πρὸς χρυσὸν τὸ μέσον εἶπον, εὗρον δὲ μείζονα διαφορὰν οὐρανίου καὶ γηΐνου· οὐ τοσοῦτον δὲ πηλίνου καὶ χρυσοῦ τὸ μέσον, ὅσον τῶν γηίνων καὶ τῶν οὐρανίων. Κήρινοι ἦμεν, καὶ πήλινοι· καὶ γὰρ ἡ τῆς ἐπιθυμίας ἡμᾶς ἔτηξε φλὸξ πολλῷ μᾶλλον ἢ τὸν κηρὸν τὸ πῦρ· καὶ ὁ τυχὼν ἡμᾶς συνέκλα πειρασμὸς πολλῷ μᾶλλον ἢ τοὺς πηλίνους ὁ λίθος. Καὶ, εἰ βούλεσθε, ὑπογράψωμεν τὸν πρότερον βίον, εἰ μὴ πάντα ἦν γῆ καὶ ὕδωρ, καὶ τὸ εὐρίπιστον ἔχοντα καὶ τὸν κονιορτὸν καὶ τὸ ἄστατον καὶ διαῤῥέον. Καὶ, εἰ βούλεσθε, μὴ τὰ πρότερα, ἀλλὰ τὰ παρόντα ἐξετάσωμεν, εἰ μὴ κονιορτὸν καὶ ὕδωρ εὑρήσομεν πάντα 62.347 τὰ ὄντα. Τί γὰρ βούλει εἰπεῖν; τὰς ἀρχὰς καὶ τὰς δυναστείας; τούτου γὰρ οὐδὲν δοκεῖ ζηλωτότερον εἶναι ἐν τῷ παρόντι βίῳ. Ἀλλὰ τὸν κονιορτὸν εὕροι τις ἂν μᾶλλον ἐπὶ τοῦ ἀέρος ἱστάμενον, ἢ ταῦτα, μάλιστα νῦν. Τίνι γὰρ οὐχ ὑπόκεινται; Τοῖς ἐρῶσιν αὐτῶν, τοῖς εὐνούχοις, τοῖς τῶν χρημάτων ἕνεκεν ἅπαντα πράττουσι, θυμῷ δήμου, ὀργαῖς τῶν δυνατωτέρων. Ὁ χθὲς ἐπὶ τοῦ βήματος ὑψηλὸς, ὁ κήρυκας ἔχων λαμπρᾷ τῇ φωνῇ βοῶντας, καὶ πολλοὺς τοὺς προτρέχοντας καὶ σοβοῦντας κατὰ τὴν ἀγορὰν, σήμερον εὐτελὴς καὶ ταπεινὸς καὶ πάντων ἐκείνων ἔρημος καὶ γυμνὸς, καθάπερ κονιορτὸς ἀναῤῥιπισθεὶς, καθάπερ ῥεῦμα παρελθόν. Καθάπερ δὲ ἡ κόνις ἀπὸ τῶν ποδῶν ἐγείρεται τῶν ἡμετέρων· οὕτω δὴ καὶ αἱ ἀρχαὶ ἀπὸ τούτων τίκτονται τῶν περὶ τὰ χρήματα στρεφομένων, καὶ ποδῶν τάξιν ἐχόντων ἐν παντὶ τῷ βίῳ· καὶ καθάπερ ἡ κόνις, ὅταν μὲν αἴρηται, πολὺ μέρος κατέχει τοῦ ἀέρος, αὐτὴ δέ ἐστιν ὀλίγη, οὕτω καὶ ἡ ἀρχή· καὶ καθάπερ ἡ κόνις τυφλοῖ τοὺς ὀφθαλμοὺς, οὕτω καὶ τῆς ἀρχῆς ὁ τῦφος πηροῖ τοὺς ὀφθαλμοὺς τῆς διανοίας. Ἀλλὰ τί; βούλει τὸ πολύευκτον πρᾶγμα ἐξετάσωμεν, τὸν πλοῦτον; Φέρε καταμέρος αὐτὸν ἐξετάσωμεν. Ἔχει τρυφὴν, ἔχει τιμὰς, ἔχει τὸ δύνασθαι. Πρῶτον οὖν, εἰ βούλει, τὴν τρυφὴν ἐξετάσωμεν, οὐχὶ κονιορτός ἐστι; μᾶλλον δὲ καὶ τούτου ταχύτερον παρατρέχει· μέχρι γὰρ τῆς γλώττης ἡ ἡδονὴ τῆς τρυφῆς· ὅταν δὲ ἐμπλησθῇ ἡ γαστὴρ, οὐδὲ μέχρι τῆς γλώττης. Ἀλλ' αὐταὶ αἱ τιμαὶ πρᾶγμα ἡδὺ, φησί. Καὶ τί τῆς τιμῆς ἐκείνης ἀηδέστερον, ὅταν διὰ χρείαν γίνεται χρημάτων; Ὅταν μὴ ἐκ προαιρέσεως, μηδὲ ἀπὸ προθυμίας τινὸς, οὐ σὺ καρποῦσαι τὴν τιμὴν, ἀλλ' ὁ πλοῦτος. Ὥστε μάλιστα πάντων ἄτιμον ποιεῖ τὸν πλουτοῦντα τοῦτο αὐτό. Εἰπὲ γάρ μοι, εἴ σε φίλον ἔχοντα πάντες ἐτίμων, ὡμολόγουν δὲ σὲ μὲν οὐδενὸς ἄξιον εἶναι, ἀναγκάζεσθαι δὲ δι' ἐκεῖνον τιμᾷν, ἦν ὅπως ἄν σε ἑτέρως ἠτίμασαν; Ὥστε ἀτιμίας αἴτιος ὁ πλοῦτος ἡμῖν, αὐτῶν τῶν κεκτημένων τιμιώτερος ὢν, καὶ ἀσθενείας, ἢ δυναστείας τεκμήριον. Πῶς οὖν οὐκ ἄτοπον γῆς καὶ σποδοῦ (τοῦτο γὰρ ὁ χρυσὸς) μὴ νομίζεσθαι ἡμᾶς ἀξίους εἶναι, ἀλλ' ἡμᾶς δι' ἐκεῖνον τιμᾶσθαι; Εἰκότως· ἀλλ' οὐχ ὁ τοῦ πλούτου καταφρονῶν, οὕτω· κρεῖττον γὰρ μὴ τιμᾶσθαι ἢ οὕτω τιμᾶσθαι. Εἰπὲ γάρ μοι, εἴ τις εἶπέ σοι, ὅτι Σὲ οὐδεμιᾶς ἡγοῦμαι ἄξιον τιμῆς, διὰ δὲ τοὺς οἰκέτας σου τιμῶ σε, ἆρα τί ταύτης τῆς ἀτιμίας γένοιτο ἂν χεῖρον; Εἰ δὲ τὸ δι' οἰκέτας τιμᾶσθαι αἰσχρὸν τοὺς τῆς αὐτῆς ψυχῆς ἡμῖν κοινωνοῦντας καὶ φύσεως, πολλῷ μᾶλλον, διὰ τούτων, ἅπερ ἐστὶν εὐτελέστερα,