38
νομικῶν παρατηρήσεων ἀπηλλαγμένον φησί. Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; Ἐπειδὴ πάντα ἐξέβαλε, τὴν ἀκρόασιν, τὴν διδασκαλίαν, τὸ ὄνομα τοῦ Ἰουδαίου, τὴν περιτομὴν, τὰ ἄλλα πάντα, διὰ τοῦ λέγειν, ὅτι Ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος οὐκ ἔστιν, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ, ὁρᾷ λοιπὸν ἀντίθεσιν ἀνακύπτουσαν· καὶ πρὸς αὐτὴν ἵσταται. Τίς δέ ἐστιν ἡ ἀντίθεσις; Εἰ μηδὲν, φησὶν, ὠφελεῖ ταῦτα, τίνος ἕνεκεν καὶ ἐκλήθη τὸ ἔθνος, καὶ περιτομὴ ἐδόθη; Τί οὖν ποιεῖ, καὶ πῶς αὐτὴν λύει; ∆ι' ὧν ἔλυσε καὶ τὰ ἀνωτέρω. Ὥσπερ γὰρ ἐκεῖ οὐ τὰ ἐγκώμια αὐτῶν εἶπεν, ἀλλὰ τοῦ Θεοῦ τὰς εὐεργεσίας, οὐ τὰ αὐτῶν κατορθώματα· τὸ γὰρ Ἰουδαῖον ὀνομάζεσθαι, καὶ γινώσκειν τὸ θέλημα, καὶ δοκιμάζειν τὰ διαφέροντα, οὐκ αὐτῶν ἦν κατόρθωμα, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος· ὅπερ καὶ ὀνειδίζων αὐτοῖς ὁ προφήτης ἔλεγεν· Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς· καὶ ὁ Μωϋσῆς πάλιν, Ἐρωτήσατε, εἰ γέγονε κατὰ τὸ ῥῆμα τοῦτο, φησὶν, εἰ ἤκουσεν ἔθνος φωνὴν Θεοῦ ζῶντος ἐκ μέσου τοῦ πυρὸς, καὶ ἔζησε· τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ. Ὥσπερ γὰρ, ὅτε ἔλεγε περὶ τῆς περιτομῆς, οὐκ εἶπεν, ὅτι Ἡ δὲ περιτομὴ οὐδὲν ὠφελεῖ χωρὶς βίου, ἀλλὰ, Περιτομὴ ὠφελεῖ μετὰ βίου, τὸ αὐτὸ μὲν δηλῶν, ἡμερώτερον δέ· καὶ πάλιν, Ἐὰν δὲ παραβάτης νόμου ᾖς, οὐκ εἶπεν, Οὐδὲν ὠφελῇ σὺ ὁ ἐμπερίτομος, ἀλλ', Ἡ περιτομή σου ἀκροβυστία γέγονε· καὶ μετ' ἐκεῖνο δὲ πάλιν, Κρινεῖ, φησὶν, ἡ ἀκροβυστία οὐχὶ τὴν περιτομὴν, ἀλλὰ σὲ τὸν παραβάτην νόμου, τῶν μὲν νομίμων φειδόμενος, τοὺς δὲ ἀνθρώπους βάλλων· οὕτω καὶ ἐνταῦθα ποιεῖ. Ἀντιθεὶς γὰρ ἑαυτῷ τοῦτο, καὶ εἰπὼν, Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; οὐκ εἶπεν, ὅτι Οὐδὲν, ἀλλὰ συνέδραμε τῷ λόγῳ, καὶ διὰ τῶν ἑξῆς πάλιν αὐτὸ ἀνεῖλε, καὶ ἔδειξε καὶ κολαζομένους ἀπὸ ταύτης τῆς προεδρίας. Καὶ πῶς; Ἐγὼ λέγω, τὴν ἀντίθεσιν εἰς μέσον ἀγαγών. Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, φησὶν, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; Πολὺ κατὰ πάντα τρόπον. Πρῶτον μὲν, ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. Εἶδες, ὅπερ ἔφθην εἰπὼν, οὐδαμοῦ τὰ κοτορθώματα αὐτῶν, ἀλλὰ τοῦ Θεοῦ τὰς εὐεργεσίας ἀπαριθμοῦντα; Τί δέ ἐστιν, Ἐπιστεύθησαν; Ὅτι αὐτοὶ ἐνεχειρίσθησαν τὸν νόμον, ὅτι τοσούτου ἀξίους εἶναι ἐνόμιζεν, ὡς πιστεῦσαι χρησμοὺς αὐτοῖς ἄνωθεν κατενεχθέντας. Καὶ οἶδα μὲν, ὅτι τινὲς τὸ, Ἐπιστεύθησαν, οὐκ ἐπὶ τῶν Ἰουδαίων λέγουσιν, ἀλλ' ἐπὶ τῶν λογίων, τουτέστιν, ὅτι ἐπιστεύθη ὁ νόμος· ἀλλὰ τὸ ἑξῆς οὐκ ἀφίησι τοῦτο νομίζεσθαι. Πρῶτον μὲν γὰρ κατηγορῶν αὐτῶν ταῦτα λέγει, καὶ δεικνὺς πολλῆς μὲν ἄνωθεν ἀπολαύσαντας εὐεργεσίας, πολλὴν δὲ ἐπιδειξαμένους ἀγνωμοσύνην. Ἔπειτα δὲ καὶ τὰ ἑξῆς τοῦτο δηλοῖ· ἐπήγαγε γάρ· Τί γὰρ, εἰ ἠπίστησάν τινες; Εἰ δὲ ἠπίστησαν, πῶς, τινές φασιν, ὅτι ἐπιστεύθησαν τὰ λόγια; Τί οὖν φησιν; Ὅτι ὁ Θεὸς αὐτοῖς ταῦτα ἐπίστευσεν, οὐχ ὅτι αὐτοὶ τοῖς λόγοις ἐπίστευσαν· ἐπεὶ πῶς ἔχει λόγον τὸ ἑξῆς; καὶ γὰρ ἐπήγαγε· Τί γὰρ, εἰ ἠπίστησάν τινες; Καὶ τὸ μετὰ τοῦτο δὲ τὸ αὐτὸ δηλοῖ· προσέθηκε γὰρ πάλιν 60.438 λέγων· Μὴ γὰρ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Τοῦτο τοίνυν, ὃ ἐπιστεύθησαν, τοῦ Θεοῦ τὴν δωρεὰν ἀνακηρύττει. Σὺ δέ μοι σκόπει καὶ ἐνταῦθα σύνεσιν. Τὴν γὰρ κατηγορίαν αὐτῶν οὐ παρ' ἑαυτοῦ πάλιν εἰσάγει, ἀλλ' ὡς ἐξ ἀντιθέσεως· ὡσανεὶ ἔλεγεν· Ἀλλ' ἴσως ἐρεῖς· Καὶ τί τὸ ὄφελος τῆς περιτομῆς ταύτης; οὐ γὰρ ἐχρήσαντο αὐτῇ εἰς δέον· ἐπιστεύθησαν γὰρ τὸν νόμον, καὶ ἠπίστησαν. Καὶ τέως οὐ σφοδρός ἐστι κατήγορος, ἀλλ' ὡς τὸν Θεὸν ἀπαλλάττων ἐγκλημάτων, οὕτω περιτρέπει εἰς αὐτοὺς τὴν κατηγορίαν ἅπασαν. Τί γὰρ ἐγκαλεῖς, φησὶν, ὅτι ἠπίστησαν; καὶ τί τοῦτο πρὸς τὸν Θεόν; μὴ γὰρ τὴν εὐεργεσίαν αὐτοῦ ἀνατρέπει τῶν εὐεργετηθέντων ἡ ἀγνωμοσύνη; ἢ τὴν τιμὴν ποιεῖ μὴ εἶναι τιμήν; Τοῦτο γάρ ἐστι τὸ, Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Ὡς ἂν εἰ ἔλεγέ τις· Ἐγὼ τὸν δεῖνα ἐτίμησα· εἰ δὲ μὴ προσήκατο τὴν τιμὴν ἐκεῖνος, τοῦτο ἐμοὶ κατηγορίαν οὐ φέρει, οὐδὲ λυμαίνεταί μου τὴν φιλανθρωπίαν, ἀλλ' ἐκείνου δείκνυσι τὴν ἀναισθησίαν. Ὁ δὲ Παῦλος οὐ τοῦτο μόνον λέγει, ἀλλὰ καὶ τὸ πολλῷ πλέον· ὅτι οὐ