1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

38

4.28 Τοσοῦτον τὰ τῆς πληροφορίας ὁλικῶς διεξήπλωτο, καὶ φθόνος ἐκ τούτου δαψιλὴς παρὰ πολλῶν ἐξεκέχυτο, οἳ καὶ τὰ πρὸς διάλυσιν τῆς αὐτῶν ὁμονοούσης ἀγάπης ἐντεχνιτεύουσι, τρόπῳ παντὶ τὰ κατ' αὐτῶν ἀλλήλων ἐκμηχανώμενοι, εἰρηναῖον οἶκον κυρίου κλεῖσαι τῇ ἔριδι, ποτὲ μὲν λογίοις δολίοις, ποτὲ δὲ γραφαῖς δολοῦντες τὰς αὐτῶν φρένας κακόφρονες. συμπείθουσι γὰρ ἐκ τούτων βιαίως τὸν Μιχαὴλ παρὰ Βασιλείου ἀναίρεσιν πείσεσθαι, ταὐτὸ δὴ τοῦτο αὐτὸν ὑποστήσεσθαι παρὰ Μιχαὴλ ἐξ ἀστάτου φρονήματος, οἰνοφλυγίαν καλοῦντες καὶ ματαιόφρονα. καὶ καθώς φασί τινες, βουλὴν ἔσχεν ὁ Μιχαὴλ ἀναγκαίως ἀναιρήσειν Βασίλειον· μάλιστα δὲ κατὰ κυνηγέσιον σὺν αὐτῷ ἐξελθόντι ἐπαφεῖναι λόγχην τινὶ διετάξατο. ὡς δ' ἕτεροι, οὐχ οὕτως, ἀλλὰ τὰ πρὸς αὐτὸν εὐνοϊκῶς διακεῖσθαι, κἂν παρά τινων ἐσεσάλευτο. ὅθεν οἱ τὰ συνοίσοντα φρονοῦντες τῷ Βασιλείῳ πρὸς φόνον ἐκίνουν τοῦ αὐτοκράτορος· ὡς δ' οὐκ ἔπειθον τῆς πρὸς αὐτὸν εὐνοίας μηδ' ὅλως ἐκτετραμμένον ἢ καὶ πρὸς μιαιφονίαν ἰλιγγιῶντα, αὐτόχειρες γίνονται τῆς σφαγῆς, ἵνα μὴ σὺν αὐτῷ διαπόλοιντο. 4.29 Τοῦ δὲ μιαιφονήματος τῆς οἰκείας εὐχρηστίας ἀντεχόμενος, καὶ τὴν βασιλείαν ὡς ᾔδει θεόθεν δοθεῖσαν αὐτῷ, καὶ οὐχ ὡς τὸ πρότερον, τὰς πρὸς θεὸν εὐχαριστίας ἀποδιδοὺς προσεγκαινίζει <τὸν> τῶν ἀρχιστρατήγων τῶν ἀΰλων ταγμάτων ναὸν καινουργήσας, μεγέθει τε καὶ κάλλει καὶ πολυτελείᾳ τῶν συντεθέντων λίαν ὡραῖον καὶ ἀξιάγαστον· οὗ τελεσιουργηθέντος σὺν πόθῳ καὶ πίστει τοῦ αὐτοκράτορος, καὶ τῶν ἐν αὐτῷ ἱερῶς ἀφορισθέντων συντελεσμάτων, πνευματικῆς τε θυμηδίας συναθροισθείσης, ἐν ταύτῃ τὸ αὐτοκρατορικὸν στέμμα χειρῶν ἀρχιερέως ἐκδέχεται, ἄλλην ἀρχὴν καθιστῶν ἑαυτῷ βασιλείας, ἣν συμμαχίᾳ τῶν ἀρχαγγέλων κεκλήρωτο, υἱέσι τε τρισὶν ἑαυτοῦ, Κωνσταντίνῳ Λέοντι καὶ Ἀλεξάνδρῳ, τὴν ὁμοίαν στεφοδοξίαν μετὰ καὶ τῆς βασιλικῆς ἐντίθησι, τὸν δὲ Στέφανον ἱερώσας τῷ πατριαρχικῷ θρόνῳ πρὸς τὸ μέλλον ἀφώρισεν. καὶ περὶ μὲν τὸν πρῶτον μετά τινα χρόνον διηλλαχότα τὸν βίον δυστυχεῖ παρ' ἐλπίδα· τούτῳ γὰρ μᾶλλον προσε τετήκει τῶν ἄλλων θαρρῶν κατὰ τὴν τῆς βασιλείας διαδοχήν, κἂν τοῦ ἐφετοῦ οὐκ εὐστόχησεν. Λέοντι γὰρ τῷ περιωνύμῳ καὶ πανευκλεεῖ βασιλεῖ τὸ τῆς βασιλείας συνετετήρητο μόνιμον τῷ <τε> μετ' αὐτὸν ὁμαίμονι Ἀλεξάνδρῳ διαδόχῳ γενησομένῳ κατὰ πατρικὴν θεσμοθέτησιν. φθείρουσι δὲ κἀν τούτῳ τὰ φυσικὰ σπλάγχνα οἱ πονηροί, τῆς πατρῴου φιλοστοργίας κατά τι παραθραυσθείσης ἐπὶ τῷ Λέοντι μικρὸν ὅσον. καὶ τὰ τῆς πονηρίας νεῦρα διακοπέντα, ἐπείπερ αὐτῇ οὐδὲν τῶν ἰσχυρῶν παρυφίσταται, καὶ οἱ συκοφάνται κακῶς ἀπελήλανται, καὶ Λέων τῆς βασιλείας ἐγκάτοχος γίνεται καὶ τὰ πατρόθεν διωρισμένα ἀποπληροῖ καλοκἀγαθίᾳ καὶ ἀγχινοίᾳ νευρούμενος. ἀλλὰ ταῦτα μὲν ὕστερον μετὰ τὴν τελευτὴν τοῦ γεννήτορος. 4.30 Ἐπεὶ δὲ διὰ μέσου χρόνου τινὸς τὰ τῶν πολέμων ἔργα κατωλιγώρουν, οἷά περ σκανδάλων παρεμπεσόντων τῷ πολιτεύματι, ὧν προμεμνήμεθα, δι' ὧν ἡ Ἰσμαηλῖτις ὀφρὺς ἐκορύσσετο καὶ μεγίστην ἐπεποίητο τὴν ἐπίθεσιν, ὥστε μέχρι τῶν Μαλαγηνῶν ἐλάσαι στρατὸν κἀκεῖθεν τὴν βασιλέως ἱππότιν συναγωγὴν ἀνιμήσασθαι, εἰς ἑαυτῶν μὲν στρατηγίαν ἀείμνηστον, ἡμῶν δὲ καταστρατηγίαν σιωπῆς ἄξιον. ὡς δὲ περὶ τούτων τῷ θεοστεφεῖ ἄνακτι διέγνωστο, διοκλάζειν αὐτῷ οὐ παρῆν ἐπὶ τηλικούτῳ τῷ ἀτοπήματι, ἀλλὰ σπουδαίως ἐπαναιρεῖσθαι ὄντως ἐκδίκησιν τῶν οὕτως ἐνηνεγμένων. Ἀνδρέαν γάρ τινα στοχασάμενος, ἄνδρα πολύφρονα καὶ πολυπειρίας μεταδιώκοντα, οὐχ ἧττον δὲ καὶ ἀνδρείας, κἂν ἐπεκέκρυπτο, καθὼς ἡ τῶν πραγμάτων ἀλήθεια παρεδήλωσεν, (οὗτος Σκυθῶν ἑσπερίων ἐξώρμητο) ὑποστράτηγον τοῦτον τοῦ κατὰ τὸ Ὀψίκιον προτίθησι θέματος. ὃς τὸν ὑπ' αὐτὸν στρατὸν στρατηγικῶς διαθεὶς καὶ τοῖς πολεμίοις παρεμβαλὼν μεγίστην ἀπηνέγκατο νίκην καὶ καταβεβλήκει τέως τὴν τούτων ἀλαζονείαν, καὶ διὰ τοῦτο καὶ ταῖς συχναῖς αὐτοῦ εὐανδρίαις μετά γε πατρικιότητα τῆς τῶν σχολῶν εὐμοιρεῖ κυριότητος. καὶ πολλῷ κρεῖττον κατὰ τῶν