1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

38

παρακαλεῖ τὸν προφήτην αἰτῆσαι τοῦ Θεοῦ τὴν βοήθειαν· ὁ δὲ προφήτης θεσπίσαι κελεύεται ταῦτα· δʹ, εʹ. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἰδοὺ ἐγὼ ἀποστρέφω τὰ ὅπλα τὰ πολεμικὰ ἐν ταῖς χερσὶν ὑμῶν, ἐν αἷς ὑμεῖς πολεμήσετε τὸν βασιλέα Βαβυλῶνος, καὶ τοὺς Χαλδαίους, τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους· καὶ εἰσάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύ της. Καὶ πολεμήσω ὑμᾶς ἐγὼ ἐν χειρὶ ἐκτετα μένῃ, καὶ ἐν βραχίονι ὑψηλῷ, μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροξυσμοῦ μεγάλου. Ἀνόνητα, φησὶν, ὑμῖν ἔσται τὰ ὅπλα, ἐμοῦ στρατηγοῦντος τῶν πολεμίων, καὶ μετ' ἐκείνων καθ' ὑμῶν παραταττομέ νου. Εἶτα λέγει, ὡς ἅπαντα παραδώσει λιμῷ καὶ θανάτῳ, καὶ αἰχμαλωσίᾳ, καὶ μετὰ τούτων αὐτὸν τὸν βασιλέα Σεδεκίαν τοῖς πεζαιτέροις καὶ δορυφόροις, καὶ τοὺς μὲν κατασφάξουσι, τοὺς δὲ δορυαλώτους ἀπάξουσι· τῷ δέ γε λαῷ φάναι ταῦτα παρεγγυᾷ· ηʹ. Ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου. Εἶτα διδάσκει, ὡς ὁ ἐν τῇ πόλει μένων, καὶ τοῖς πολεμίοις ἀντιτασσόμενος, ὁδεύσει τὴν ὁδὸν τοῦ θα νάτου· ὁ δὲ πρὸς τούτους αὐτόμολος ἀπελθὼν, ζωῆς ἀπολαύσεται. Ταύτην γὰρ κατὰ τῆς πόλεως ἐξενή νοχα τὴν ψῆφον, ὥστε αὐτὴν τῷ τῶν πολεμίων πα ραδοθῆναι πυρί. Καὶ ταῦτα δὲ ἀπειλήσας παραινεῖ τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι, τοῦ δικαίου φροντίζειν, καὶ ἴσην ἐκφέρειν τοῦ δικαίου τὴν ψῆφον, καὶ τοῖς ἀδικουμένοις ἐπαμῦναι, καὶ τούτῳ τῷ τρόπῳ τὴν ἐπιφερομένην τιμωρίαν ἐπισχεῖν. ιγʹ. Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σὸρ τὴν πεδινὴν, φησὶ Κύριος· Ἀντὶ τοῦ, μεταξὺ ὀρῶν κειμένην ἐν κοίλῳ τόπῳ· οὕτω γὰρ καὶ ὁ Σύρος ἡρμήνευσε· λέγει δὲ τὴν Ἱε ρουσαλήμ· ταύτην γὰρ ἔχει τὴν θέσιν· Σὸρ δὲ συν οχὴ ἑρμηνεύεται, καὶ πάλιν πέτρα· συνέχεται δὲ ὑπὸ ὀρῶν ἥδε ἡ πόλις. "Τοὺς λέγοντας· Τίς πατάξει ἡμᾶς; ἢ τίς ἐλεύσεται εἰς τὸ κατοικητήριον ἡμῶν;" Τὴν θρασύτητα αὐτῶν, καὶ τὸ μάταιον θράσος διδά σκει. Εἶτα ἀπειλεῖ, πυρὶ καταφλέξειν αὐτῆς τὸν δρυ μόν. ∆ρυμὸν δὲ καλεῖ, καὶ τῶν οἰκημάτων, καὶ τῶν οἰκητόρων πλῆθος· ΚΕΦΑΛΑΙΟΝ ΚΒ αʹ. Μετὰ ταῦτα κελεύει πάλιν τῷ προφήτῃ κατα λαβεῖν τὰ βασίλεια, καὶ εἰσηγήσασθαι αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν, ὥστε δικαίως δι κάζειν, καὶ ἀδέκαστον ἐκφέρειν τὴν ψῆφον, τῶν χη ρείαν ὀδυρομένων καὶ πατέρων ἐστερημένων προμη θεῖσθαι σπουδαίως, καὶ μιαιφονίας ἀπέχεσθαι, καὶ φεύγειν τὴν προτέραν ἀσέβειαν· καὶ ταῦτα ποιοῦσιν ὑπισχνεῖται εἰρήνην καὶ εὐπραξίαν καὶ τῇ βασιλείᾳ τὸ διαρκές. εʹ. Ἐὰν δὲ μὴ ποιήσητε σὺν τοῖς λόγοις τούτοις, κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἔρημον ἔσται ὁ οἶκος οὗτος. Τὸν ὅρκον εἰς βεβαίω σιν τῶν εἰρημένων προστέθεικε· τὸ δὲ, "Κατ' ἐμαυτοῦ ὤμοσα," δείκνυσι τὸ τοῦ ὀμόσαντος ἀνυπέρβλητον· καὶ γὰρ ὁ θεῖος Ἀπόστολός φησιν· "Ἐπειδὴ κατ' οὐδενὸς ἄλλου μείζονος εἶχεν ὀμόσαι, εἶπε, Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος." Προστίθησι δὲ καὶ ταῦτα τῇ ἀπειλῇ· ϛʹ. Τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου τοῦ βασι λέως Ἰούδα· Γαλαὰδ, σύ μοι ἀρχὴ τοῦ Λιβάνου. Λίβανον τὴν Ἱερουσαλὴμ καλεῖ· Γαλαὰδ δὲ τὰ ἐν ταύτῃ βασίλεια. Ἔστι δὲ χωρίον ἐν τῷ Λιβάνῳ οὕτω ὀνομαζόμενον· ἔστι δὲ καὶ ἑτέρα Γαλαὰδ τῆς Ἰσραη λίτιδος γῆς· ἀλλ' ἡγοῦμαι νῦν τῇ ἐν τῇ Λιβάνῳ ἀπει κασθῆναι τὰ βασίλεια, διὰ τὴν ἐν αὐτοῖς τολμη θεῖσαν ἀσέβειαν· οὗ χάριν καὶ ἐρημίαν αὐτοῖς παντελῆ ἀπειλεῖ. ζʹ. Ἁγιάσω γὰρ, φησὶν, ἐπὶ σὲ ὀλοθρεύοντας. Τὸ "ἁγιάσω" ἀντὶ τοῦ "ἀφορίσω·" τοῦτο γὰρ καὶ διὰ Ἡσαΐου λέγει, "Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτοὺς," ἀντὶ τοῦ "ἀφωρισμένοι·" καὶ τὸν περὶ τούτου λόγον ἐν τῇ τοῦ θείου Ἡσαΐου ἑρμη νείᾳ διὰ πλειόνων τεθείκαμεν. "Ἄνδρα καὶ τὸν πέ λεκυν αὐτοῦ, καὶ ἐκκόψουσι τὰς ἐκλεκτὰς κέδρους σου, καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ."