1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

39

ἐστε τὸ φῶς τοῦ κόσμου;» Καὶ εἰ κατώρθωσαν δὲ δικαιοσύνην ἀληθινὴν, ἀλλ' οὐκ εἰσὶν αὐτοδικαιοσύνη. Ὁ δὲ Θεὸς Λόγος, αὐτοδικαιοσύνη ὢν, μορφὴν δούλου λαβὼν, «ἐγένετο ἡμῖν δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.» Ὁ ὢν δικαιοσύνη, ἐγένετο δικαιοσύνη κατὰ τὸν τῆς ἀνθρωπότητος λόγον, ἵνα ἡμᾶς τοὺς μὴ ὄντας δι καιοσύνην, δικαιώσῃ τῇ ἑαυτοῦ χάριτι. Καὶ ἔστιν ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος· ὡς μὲν Θεὸς, δικαιο σύνη ὤν· ὡς δὲ ἄνθρωπος, γινόμενος δικαιοσύνη, ἵνα πληρωθῇ τὸ εἰρημένον· «Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» Ἀπολλ. Εἰ συμπέπλεκται. Θεῷ ἄνθρωπος, ἐν Χριστῷ αὐτὸς καὶ ἀφ' ἑαυτοῦ ἐνομοθέτει, ἢ οὔ; Ἀλλ' εἰ μὲν ἀφ' ἑαυτοῦ, Θεός· εἰ δὲ οὐκ ἀφ' ἑαυτοῦ, πῶς οὐκ ἔλεγε, «Τάδε λέγει Κύριος,» ἀλλ', «Ἐγὼ λέγω ὑμῖν;» πῶς δὲ οὐκ ἦν κεχωρισμένος τοῦ λέγοντος ὁ μὴ λέγων; Ὀρθ. Εἰ μὲν ἄλλο πρόσωπόν ἐστιν ὁ Χρι στὸς, οὐ συμπέπλεκται Θεῷ, ἠρώτηκας ἀνακολούθως· εἰ δὲ αὐτὸς ὁ Χριστός ἐστι Θεὸς καὶ ἄνθρωπος, τίς ἡ περισσεία τοῦ μόχθου τῆς ἐρωτήσεως; Πόθεν δὲ τὸ συμπέπλεκται λαβὼν, ἠρώτησας, μηδαμοῦ τῆς Γρα φῆς οὕτω λεγούσης; Κἄν τε δὲ, Συμπέπλεκται, θέ λῃς λέγειν, κἄν τε, ὡς ἡ Γραφὴ εἶπεν, Ἔλαβεν, κἄν τε, Ἐγένετο, Θεός ἐστι Λόγος, μορφὴν δούλου λαβὼν, Χριστὸς ὀνομαζόμενος, καὶ ὢν, καὶ πιστευόμενος· 28.1280 καὶ χριόμενος μὲν ὡς ἄνθρωπος τῷ Πνεύματι τῷ ἁγίῳ· ὡς δὲ Θεὸς, παρέχων αὐτὸς τοῖς ἀξίοις. Οὕτω καὶ ὁ Θεὸς νομοθετεῖ, καὶ ὡς ἄνθρωπος ὑπὸ νόμον γίνεται, καὶ διὰ τοῦτο οὐ λέγει, Τάδε λέγει Κύριος, ἐπειδὴ οὐκ ἄνθρωπός ἐστι μετασχὼν θεότητος, ἀλλὰ Θεὸς μετα σχὼν αἵματος καὶ σαρκὸς, τουτέστιν ἀνθρωπότητος. Ἡ Γραφὴ γὰρ τὸν ἄνθρωπον σάρκα καὶ αἷμα καλεῖ, ὡς ὅταν λέγῃ Παῦλος· «Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι·» καὶ ὥσπερ ἕν ἐστι πρόσωπον ὁ ἄνθρωπος, ἐκ ζώου καὶ λογικοῦ συγκείμενος· οὕτω καὶ ἒν πρόσωπον Χριστὸς ἐκ Θεοῦ καὶ μορφῆς δουλικῆς ὑπάρχων, καὶ διὰ τοῦτο οὐ λέγει, «Τάδε λέγει Κύριος,» ἀλλ', «Ἐγὼ λέγω ὑμῖν·» καὶ, «Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀλήθεια.» Ὡς οὖν ἐὰν λέγῃ τὸ ἐν ἡμῖν λογικόν· Ἐγώ εἰμι ὁ κατ' εἰκόνα Θεοῦ γεγονὼς, ἄφθαρτος κατεσκευασμένος· καὶ πάλιν τὸ αὐτὸ λογικόν· Ἐγώ εἰμι γῆ καὶ σποδός· οὐ ποτὲ τὸ ζῶον λαλεῖ, καὶ ποτὲ τὸ λογικόν· ἀλλ' αὐτὸ τὸ λογικὸν, ποτὲ τὰ ἑαυτοῦ ἴδια λέγει, καὶ ποτὲ τὰ τοῦ ζώου· οὕτως ἐξ ἑνώσεως ἓν πρόσωπον ὢν ὁ ἄνθρωπος καὶ Θεὸς Λόγος, ὅτε λέγει, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τὴν θεωρίαν τῆς ἰδίας θεότητος λέγει. Οὐ γὰρ ὁ ἑωρακὼς τὴν σάρκα, ἑώρακε τὸν Πατέρα· εἰ δὲ μὴ, καὶ Πόντιος, καὶ Ἡρώδης, καὶ οἱ ῥαπίσαντες, καὶ οἱ προσηλώσαντες δήμιοι, εὑρεθήσονται ἑωρακότες τὸν Πατέρα. Καὶ ὅταν λέγῃ, «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας,» οὐ τῆς θεότητος λέγει νῶτον· οὐδ' ὅταν λέγῃ· Πῶς γὰρ τῆς θεότητος ἥψατό τις; ἀλλὰ τοῦ σώματος ὁ ἁψάμενος μετὰ πίστεως, τοῦ συναμφοτέρου ἥψατο, τῇ μὲν χειρὶ τοῦ σώματος, τῇ δὲ πίστει τῆς θεότητος, ἐπειδὴ τὸ συναμφότερον ἕν ἐστι πρόσωπον ὁ Χριστὸς, «ὁ πάντα πᾶσι γινόμενος, ἵνα τοὺς πάντας ἐλεήσῃ.» Ὥστε οὐ ποτὲ μὲν ὁ Θεὸς λαλεῖ, ποτὲ δὲ ἄνθρωπος· ἐπειδήπερ, ὡς προείρηται, οὐδὲ ποτὲ μὲν τὸ ζῶον λαλεῖ κεχωρισμένον τοῦ λογικοῦ, ποτὲ δὲ τὸ λογικὸν κεχωρισμένον τοῦ ζώου· ἀλλὰ τὸ λογικὸν ἐν τῷ ζώῳ, καὶ διὰ τοῦ ζώου λαλεῖ· ἐκ παραλλήλου τὸ αὐτὸ λέγω, ἵνα πανταχόθεν γνῷς τὴν ἕνωσιν. Ἀπολλ. Ἔτι δὲ ἢ αὐτὸς ἐτέλει τὰ τεράστια, ἢ οὔ. Ἀλλ' εἰ μὲν ἐτέλει, οὐκ ἦν ἄνθρωπος· εἰ δὲ μὴ, πῶς λέγει τελεῖν; ἢ πῶς ὁ αὐτὸς τῷ τελοῦντι; Ὀρθ. Ὥσπερ τὸ λογικὸν ἐν τῷ ζώῳ τελεῖ τὰ ἑαυτοῦ, οὐ κεχωρισμένον ὂν τοῦ ζώου· οὕτω Θεὸς Λόγος, ἑνωθεὶς ἀνθρώπῳ, τελεῖ τὰ τεράστια, οὐ κεχωρισμένος τῆς ἀνθρωπότητος, δι' αὐτῆς, καὶ ἐν αὐτῇ, καὶ μετ' αὐτῆς, εὐδοκήσας τὴν ἑαυτοῦ θείαν δύναμιν ἐνεργεῖν. Καὶ ὥσπερ εἰ δοίη τις τῷ λόγῳ ἥλιον, τὸν μέγαν τοῦτον ἀστέρα, διὰ λύχνου, καὶ ἐν λύχνῳ ἐκπέμπειν τὸ ἑαυτοῦ φῶς· ἐκ παραλλήλου γὰρ πάλιν τὸ αὐτὸ ἄκουε· οὐ δύο φῶτά εἰσιν. Οὐ γὰρ φαίνει λύχνος κατ 28.1281 έναντι ἡλίου· οὐ γὰρ κωλύεται εἶναι λύχνος· ἀλλὰ μένει μὲν τὴν ἰδίαν ἐνέργειαν καὶ