1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

39

ἄνθρωπον, δι' οὗ τὸ θεῖον τῇ ἀνθρωπίνῃ κατεμίχθη ζωῇ. Ἀλλ' οὐδὲ λύει, φησί, τὴν τῶν ἀνθρώπων ἁμαρτίαν μὴ γενόμενος ἄνθρωπος ἀναμάρτητος οὐδὲ τὴν κατὰ πάντων ἀνθρώπων τοῦ θανάτου βασιλείαν καταλύει, εἰ μὴ ὡς ἄνθρωπος ἀπέθανε καὶ ἀνέστη. εἴθε μέχρι τέλους ἦν εὐγνώμων τὰ ἐκ τῆς ἐκκλησίας φθεγγόμενος! πάλιν δὲ πρὸς ἑαυτὸν ἐπανέρχεται καί φησι τὸν ἐκκλησιαστι κὸν αἰτιώμενος λόγον, ὅτι περὶ τὸν ἄνθρωπον θεωροῦμεν τὸ πάθος, καὶ ἐπάγει τὸν ἴδιον λόγον εἰς ἔλεγχον τῆς ὑπολήψεως ἡμῶν ἔχοντα οὕτως· Ἀνθρώπου δέ, φησί, θάνατος οὐ καταργεῖ τὸν θάνατον. τί κατασκευάζων ταῦτά φησιν; ὅτι αὐτὴ τοῦ μονογενοῦς ἡ θεότης, αὐτὴ ἡ δύναμις, αὐτὴ ἡ ἀλήθεια, αὐτὴ ἡ ζωὴ ἐν τῷ κατὰ τὸν σταυρὸν πάθει ἀπενεκρώθη, ὥστε κατὰ τὴν τριήμερον ἐκείνην τοῦ χρόνου περιγραφὴν μὴ ζωὴν εἶναι, μὴ δύναμιν, μὴ δικαιοσύνην, μὴ φῶς, μὴ ἀλήθειαν, μὴ αὐτὴν τὴν θεότητα. οὐ γὰρ μιᾶς ἀποθανούσης θεότητος ἑτέραν ὑπολελεῖφθαι λέγει, διότι πολλαχοῦ δείκνυται Ἀρείῳ περὶ τούτου μαχόμενος καὶ μίαν εἶναι κατασκευάζων τῆς τριάδος θεότητα, ἧς ἐν τούτῳ νεκρωθείσης, καθὼς συγκατασκευάζει τῷ λόγῳ, πάντως ἑτέρα οὐκ ἦν. καὶ πῶς ἄν τις ὑπονοήσειεν αὐτὸν μὴ θνητὴν ποιεῖν τὴν θεότητα, συνιδεῖν οὐκ ἔχω. οὐδὲν γὰρ ἕτερόν ἐστιν ἐπ' ἀνθρώπου θάνατος, εἰ μὴ τοῦ συνθέτου διάλυσις· οὐδὲ γὰρ ἐν ἡμῖν τοῦ σώματος εἰς τὰ ἐξ ὧν σύγκειται λυομένου καὶ ἡ ψυχὴ συνδιαπίπτει τῇ διαλύσει τοῦ σώματος, ἀλλὰ τὸ μὲν σύνθετον διαλύεται, τὸ δὲ ἀσύνθετον ἀδιάλυτον μένει. εἰ οὖν ψυχῆς οὐχ ἅπτεται θάνατος, πῶς ἡ θεότης ἀπονε κροῦται, λεγέτωσαν οἱ μὴ εἰδότες ἃ λέγουσιν. Τὰ δὲ ἐχόμενα τούτων, ὅσα τῆς αὐτῆς ἐστι κατασκευῆς, ὑπερβήσομαι· φησὶ γὰρ ἐν τοῖς ἐφεξῆς, κατασκευάζων 3,1.219 τὸ αὐτὴν τεθνάναι τοῦ μονογενοῦς τὴν θεότητα, ὅτι Ἀν θρώπου θάνατος οὐ καταργεῖ τὸν θάνατον οὐδὲ ἀνίσταται ὁ μὴ ἀποθανών· ἐξ ὧν, φησίν, ἁπάντων δῆλον, ὅτι αὐτὸς ὁ θεὸς ἀπέθανε, καθὸ, φησίν, οὐκ ἦν δυνατὸν κρατεῖσθαι τὸν Χριστὸν ὑπὸ τοῦ θανάτου. ἅπερ ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμεῖν οἶμαι δεῖν ἀνεξέταστα, παντὸς τοῦ γε νοῦν ἔχοντος καθ' ἑαυτὸν συνιδεῖν δυναμένου τὸ ἀσεβές τε καὶ ἄτοπον τοῦ διαρρήδην ἀποφαινομένου αὐτὸν τὸν θεὸν τεθνά ναι, τῇ ἰδίᾳ ἑαυτοῦ φύσει ὑποστάντα τὸν θάνατον. πλὴν τοσοῦτον εὔλογον ἴσως ἐστὶ παρασημήνασθαι, ὅτι οὐδὲ ὅσα ἐκ τοῦ ἡμετέρου προσώπου λέγει, καθαρεύει τοῦ ψεύδους, ἀλλ' ἔστιν ἐν αὐτοῖς, ἃ συκοφαντικῶς ἐπὶ διαβολῇ συμ πέπλασται τοῦ ἡμετέρου λόγου. λέγει γὰρ μὴ ἐξ ἀρχῆς εἶναι τὸν Χριστὸν παρ' ἡμῶν λέγεσθαι, ὥστε τὸν λόγον εἶναι θεόν. ἡμεῖς δὲ τὸ ἐπ' ἐσχάτων ἡμερῶν διὰ σαρκὸς πεφανερῶσθαι τὴν δύναμιν τοῦ θεοῦ καὶ τὴν σοφίαν καὶ τὸ φῶς καὶ τὴν ζωήν, ἅπερ πάντα ὁ Χριστός ἐστιν, οὐκ ἀρνούμεθα· τὸ δὲ λέγειν μὴ εἶναί ποτε ταῦτα τὸν διὰ τούτων δηλούμενόν τε καὶ ὀνομαζόμενον κύριον καὶ Χριστόν, οὐδὲν ἀνεκτότερον εἰς ἀσέβειαν τῆς παντελοῦς ἀρνήσεως τοῦ ὀνόματος κρίνομεν. ὁ γὰρ μὴ ἐξ ἀρχῆς λέγων εἶναι Χριστὸν (Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ πᾶν ὑψηλόν τε καὶ θεοπρεπές ἐστιν ὄνομα) οὐδ' ἂν ἄλλο τι λέγοι εἶναι, ὃ διὰ τοῦ μεγάλου τούτου νοεῖται ὀνόματος. ὥσπερ γὰρ ἐν τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ τὸ λογικόν ἐστι καὶ τὸ ἐπι στήμης δεκτικὸν καὶ εἴ τι ἄλλο γνωριστικὸν τῆς φύσεως ἰδίωμα λέγεται, εἰ δέ τις μὴ εἶναι λέγοι τὸν ἄνθρωπον, συνανῄρηται πάντως τῇ τοῦ ὀνόματος ἀθετήσει καὶ τὰ λοιπὰ τῆς φύσεως ἰδιώματα, κατὰ τὸν αὐτὸν τρόπον εἰ Χριστός ἐστιν ἡ δύναμις, ἡ σοφία, ὁ χαρακτήρ, τὸ ἀπαύγασμα3,1.220, ὁ ἐκεῖνον ἐξ ἀρχῆς μὴ εἶναι λέγων ἀθετήσει πάντως καὶ τὰ μετ' ἐκείνου νοούμενα. διό φαμεν διὰ τῶν ἁγίων γραφῶν ὁδηγούμενοι ἀεὶ τὸν Χριστὸν εἶναι τῇ τοῦ πατρὸς ἀϊδιότητι συνθεωρούμενον. ὡς γὰρ πάντοτε θεὸς ὁ μονογενὴς θεὸς καὶ οὐκ ἐκ μετουσίας γίνεται οὐδὲ διά τινος προκοπῆς ἀπὸ ταπεινοτέρας καταστάσεως ἐπὶ τὴν θεότητα μέτεισιν, οὕτω καὶ ἡ δύναμις καὶ ἡ σοφία καὶ πᾶν θεοπρεπὲς ὄνομα συναΐδιόν ἐστι τῇ θεότητι, ὡς μηδὲν ἐπιγίνεσθαι κατὰ προσ θήκην εἰς δόξαν τῆς φύσεως, ὃ μὴ ἐξ ἀρχῆς ἦν. τὸ δὲ τοῦ