1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

39

Ἐπεὶ τοῦ Λιβά νου ἐμνημόνευσεν, ἐπέμεινε τῇ τροπῇ· κέδρους δὲ καλεῖ τοὺς ἄρχοντας, τοὺς ἐπὶ ῥώμῃ μέγα φρονοῦντας. Εἶτα προλέγει τῆς πόλεως τὴν ἐρημίαν, καὶ ὅτι θαυμάσονται οἱ ὁρῶντες, καὶ πυνθανόμενοι τῶν κα κῶν τὴν αἰτίαν, μαθήσονται τῶν οἰκητόρων τὴν πονηρίαν, καὶ ὅτι δι' ἐκείνους ἡ πόλις ταύτην παρὰ τοῦ Θεοῦ τὴν ψῆφον ἐδέξατο. Παρακελεύεται δὲ μὴ θρηνεῖν τὸν τεθνηκότα, ἀλλὰ τὸν ζῶντα, ὡς μετ οικιζόμενον, καὶ πικρᾷ δουλείᾳ παραδιδόμενον. ιαʹ, ιβʹ. Τάδε λέγει Κύριος ἐπὶ Σεελὴμ, υἱὸν Ἰωσίου βασιλέως Ἰούδα, τὸν βασιλεύσαντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὑτοῦ. Ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου. Οὐκ ἀναστρέψει οὐκέτι· ἐν τῷ 81.621 τόπῳ οὗ μετῴκισαν αὐτὸν, ἐκεῖ ἀποθανεῖ ται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. Σεε λὴμ, οὐχ ὥς τινες ὑπέλαβον, τὸν Ἰωακεὶμ λέγει, ἀλλὰ τὸν Ἰωάχαζ. Οὗτος γὰρ ἐβασίλευσεν ἀντὶ Ἰω-σίου τοῦ πατρὸς αὑτοῦ· τοῦτον καὶ εἰς Αἴγυπτον δο ρυάλωτον ἐπήγαγεν ὁ Φαραὼ Νεχαώ· ὁ γὰρ Ἰωα κεὶμ ἐν τῇ Ἱερουσαλὴμ κατεσφάγη· καὶ τοῦτο ἡμᾶς αὐτὸς οὗτος ὁ προφήτης διδάσκει, καὶ τῶν Βασιλειῶν ἡ τετάρτη, καὶ ἡ τῶν Παραλειπομένων δευτέρα. ιγʹ. Ὡς ὁ οἰκοδομῶν τὸν οἶκον αὑτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὑτοῦ οὐκ ἐν κρί ματι. Οὐ τὸ οἰκοδομεῖν αἰτιᾶται, ἀλλὰ τὸ ἀδίκως οἰκοδομεῖν· διδάσκει γὰρ τοῦτο καὶ τὰ ἑξῆς. "Παρ' αὐτῷ ὁ πλησίον αὐτοῦ ἐργάζεται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ." ιδʹ. Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον. Τὸ σύμμετρον οὐκ ἐπὶ τοῦ μικροῦ τέθεικεν, ἀλλ' ἐπὶ τοῦ τὴν ἀναλογίαν ἔχοντος μήκους τε καὶ εὔρους καὶ ὕψους· ὅτι γὰρ μέγεθος τῇ οἰκίᾳ μαρ τυρεῖ, δηλοῖ τὰ ἐπαγόμενα· "Ὑπερῷα εὐρύχωρα, διεσταλμένα θυρίσι, καὶ ἐξυλωμένα ἐν κέδρῳ, καὶ κεχρισμένα ἐν μίλτῳ." ιεʹ. Μὴ βασιλεύσεις, ὅτι σὺ ἁμιλλᾶσαι πρὸς τὴν κέδρον; Κέδρον τὸν Ἰωσίαν ἐκάλεσεν, ἐσχηκότα τῆς βασιλείας τὸ διαρκές· ἐπιμέμφεται δὲ τῷ Σεελὴμ, ὃς καὶ Ἰωάχαζ ὀνομάζεται, ὅτι τὸ μὲν ὕψος ἐμιμεῖτο τῆς κέδρου, τὸ δὲ ἄσηπτον αὐτῆς οὐκ ἐζήλωσεν, ἀλλ' ἐπὶ τῇ βασιλείᾳ κατεφρόνησε· καὶ διδάσκων, ὡς ὁ Θεὸς οὐ τῇ οἰκοδομίᾳ ἐπιμέμ φεται, ἀλλὰ τῇ ἀσεβείᾳ, ἐπήγαγεν· "Ὁ πατήρ σου μὴ οὐχὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐποίησε κρῖμα καὶ δικαιοσύνην, τότε ἀγαθὸν ἦν αὐτῷ;" ιϛʹ. Ἔκρινε κρίσιν ταπεινοῦ καὶ πένητος, καὶ καλῶς ἦν αὐτῷ τότε· μὴ οὐ τοῦτό ἐστι τὸ εἰ δέναι με; λέγει Κύριος. Τῷ εὐαγγελικῷ τοῦτο ἔοικε λόγῳ· "Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς." Τοῦτο γὰρ καὶ ἐνταῦθα ἔφη· ὅτι τὸ μισεῖν τὴν ἀδι κίαν, καὶ τοῖς ἀδικουμένοις ἐπαμύνειν, τεκμήριόν ἐστι τοῦ εἰδέναι με τὸν ταῦτα ποιοῦντα. ιζʹ. Σοῦ γὰρ ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοὶ ὀρθοὶ, οὐδὲ ἡ καρδία καλή. Εἶτα κατηγορεῖ τῆς πλεονεξίας αὐτοῦ, καὶ τῆς μιαιφονίας· πρὸς δέ γε τούτοις καὶ τῆς συκοφαντίας, δι' ἧς καὶ τοὺς φόνους εἰργάζετο. 81.624 ιηʹ. ∆ιὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ, υἱὸν Ἰωσίου βασιλέως Ἰούδα. Ἐνταῦθα κατὰ τάξινἡ προφητεία κεῖται· μετὰ γὰρ δὴ τὸν Ἰωάχαζ, Ἰωακεὶμ ἐβασίλευσεν, υἱὸς ὢν καὶ αὐτὸς Ἰωσίου τοῦ βασιλέως· προλέγει δὲ καὶ τούτου τὸν ὄλεθρον. "Οὐ μὴ κόψωνται αὐτὸν, Οἴμοι κύριε, καὶ, Οἴμοι ἀδελφέ· οὐδὲ μὴ κλαύσωνται αὐτὸν, Ὦ ἀδελφέ· Οἴμοι ἀδελφέ." ιθʹ. Ταφὴν οὐ ταφήσεται, σηψησθεὶς ὡς κοπρία ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσα λήμ. Καὶ ἐντεῦθεν δῆλον, ὡς Σεελὴμ οὐκ ἔστιν Ἰωακείμ· περὶ ἐκείνου γὰρ ἔφη, ὅτι "Ταύτην τὴν γῆν οὐκ ὄψεται, ἀλλ' ἐν τῇ μετοικίᾳ τεθνήξεται." Περὶ δὲ τούτου, ὅτι "Τοῖς τεθνεῶσιν οἰωνοῖς παρα πλησίως ἔξω τῆς πύλης ῥιφήσεται." Σαφέστερον δὲ ταῦτα αἱ ἱστορίαι διδάσκουσιν. Εἶτα τῇ πόλει παρ εγγυᾷ, καὶ εἰς τὸν Λίβανον, καὶ τὴν Βασὰν (ὄρη δὲ ταῦτα), ὡσαύτως δὲ καὶ εἰς τὸ πέραν τῆς θαλάσσης δραμεῖν, καὶ βοῆσαι, καὶ τὰς οἰκείας ἀποδύρεσθαι συμφορὰς, ὅτι οὐδεμιᾶς παρὰ τῶν εἰδώλων ἐπικου ρίας ἀπήλαυσεν· ἐραστὰς γὰρ αὐτὰ καλεῖ. καʹ. Ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας· Οὐκ ἀκούσομαι. Ἁμαρτανούσῃ γὰρ συνεβούλευον