40
κίνησιν ἔχων· οὐ φαίνει δὲ τοῦ ἡλίου ἐν αὐτῷ καὶ δι' αὐτοῦ φαίνοντος, καὶ κατακρατοῦντος τοῦ λύχνου, καὶ ἰδιοποιησαμένου αὐτὸν, ὡς καὶ λύχνον χρηματίσαι τὸν ἥλιον· οὕτω Θεὸς Λόγος, ἐν λογικῷ καὶ διὰ λογικοῦ ζώου τὴν ἰδίαν δύναμιν ἐνεργῶν, καὶ ὑπὲρ τὴν φύσιν τὴν ἰδίαν ἀποτελεῖ τὸ ζῶον εὐδοκίᾳ τῇ ἑαυτοῦ, καὶ τὸ ζῶον εἶναι λογικὸν οὐκ ἐκώλυσε· καὶ ὁ αὐτὸς ἄνθρωπος χρηματίζειν οὐ κατηξίωσε, καὶ τελῶν τὰ τεράστια οὐ κεχώρισται τοῦ ἑνωθέντος, ἤγουν προσληφθέντος, ἀλλ' ὡς οὖν τὸ ἐκείνου γεγονὸς ἐνεργεῖ τὰ πάντα· καὶ διὰ τοῦτο, «Ὁ Λόγος σὰρξ ἐγένετο,» εἴρηται, καὶ οὐκ ἐν σαρκὶ, ἵνα γνῶμεν τὴν ἐξ εὐδοκίας ἕνωσιν, καὶ τοῦτο διδαχθέντες Χριστὸν ἕνα καὶ τὸν αὐτὸν γνωρίζωμεν Θεὸν καὶ ἄνθρωπον. Ἀπολλ. Προσκυνεῖται ὑπὸ ἀγγέλων ὁ ἄνθρωπος, ἢ οὔ. Ἀλλ' εἰ μὲν οὐ προσκυνεῖται, πῶς ἥνωται, καὶ ἀποστέλλει ὁ Υἱὸς τοὺς ἀγγέλους αὐτοῦ; εἰ δὲ προσκυνεῖται διὰ τὸ ἐν αὐτῷ θείαν ἐνοικῆσαι δύναμιν, πῶς ὑπὸ τῶν ἀεὶ θείαν ἐχόντων δύναμιν ἐνοικοῦσαν; Καὶ ἡμεῖς δὲ προσκυνήσομεν τὸν ἄνθρωπον, ἢ οὔ. Ἀλλ' εἰ μὲν οὐ προσκυνήσομεν, πῶς ἡνῶσθαι νομιοῦμεν αὐτὸν, καὶ πῶς εἰς τὸν θάνατον αὐτοῦ βαπτιζόμεθα; εἰ δὲ προσκυνήσομεν, ὥσπερ τὸν Θεὸν, οὕτω καὶ τὸν ἄνθρωπον, ἀσεβήσομεν κτίσμα κτίστῃ ἐν ἴσῳ τιθέντες. Καὶ εἰ κριτὴν προσδοκῶμεν τὸν ἄνθρωπον μετὰ τοῦ Θεοῦ φωτίζοντα τὰ κρυπτὰ τοῦ σκότους, τὴν τοῦ Θεοῦ κρίσιν ἀναθήσομεν ἀνθρώπῳ· εἰ δὲ μὴ, πῶς «ἔδωκεν αὐτῷ ὁ Πατὴρ ἐξουσίαν κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί;» καὶ πῶς ἥνωται τῷ κρίνοντι; Ὀρθ. ∆ιὰ γὰρ τοῦτο ἔλαβε παρὰ τοῦ Θεοῦ ἐξουσίαν κρίσιν ποιεῖν, Κύριος ὢν τῆς δόξης καὶ πάσης ἐξουσίας, ἐπειδὴ, Θεὸς Λόγος ὢν, ἐγένετο ἄνθρωπος, ὅλην ἀνθρωπότητα λαβών. Ἡ γὰρ μορφὴ τοῦ δούλου ὅλη ἐστὶν ἀνθρωπότης, ὡς ἡ μορφὴ τοῦ Θεοῦ ὅλη θεότης. Καὶ ἡμεῖς καὶ ἄγγελοι προσκυνοῦμεν αὐτῷ τῷ Θεῷ Λόγῳ, μορφὴν δούλου λαβόντι· καὶ οὐκ ἐν μέρει τὸν Θεὸν προσκυνοῦμεν, καὶ ἐν μέρει τὸν ἄνθρωπον· οὐδὲ κτίσμα καὶ κτίστην ἐν ἴσῳ τιθέμεθα· ἀλλ' ὥσπερ σὺ, εἴ γε ὁμολογεῖς κἂν γοῦν σάρκα ὁμοούσιον ἡμῖν αὐτὸν λαβόντα ἐκ τῆς Παρθένου, προσκυνεῖς αὐτὸν σαρκωθέντα μετὰ τῆς σαρκὸς, οὐκ ἐν ἴσῳ τιθεὶς τὴν σάρκα καὶ τὴν θεότητα, οὐδὲ χωρίζων τὴν σάρκα, καὶ ἐν μέρει προσκυνῶν αὐτὴν, ἀλλὰ τὴν θεότητα μετὰ τῆς σαρκὸς προσκυνεῖς· οὕτω καὶ ἡμεῖς τὴν θεότητα ἐνανθρωπήσασαν προσκυνοῦμεν, οὐ χωρίζοντες αὐτὴν τῆς ἀνθρωπότητος. Καὶ φωτίζει τὰ κρυπτὰ τοῦ σκότους Χριστὸς, εἷς ὢν ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος, ὡς πῦρ ἐν ὕλῃ φωτίζων τοὺς προσιόντας αὐτοῦ τῷ φωτὶ, οὐ χωριζόμενον τῆς ἑνωθείσης ὕλης, οὐδὲ ἀναλισκομένης τῆς ὕλης, καθάπερ οὐδὲ ἡ παρὰ Μωσῇ βάτος. 28.1284 Ἀπολλ. Ἄνθρωπος Θεῷ παραζευχθεὶς, ἕτερος παρὰ τὸν Θεόν ἐστι ταῖς ζωτικαῖς κινήσεσι, λογιστικαῖς τε καὶ παθητικαῖς· καὶ πάσχων, ὡς ἕτερος πάσχει, καὶ προσκυνούμενος, ὡς ἕτερος προσκυνεῖται. Σὰρξ δὲ Θεοῦ ζωῆς ὄργανον ἁρμοζόμενον τοῖς πάθεσι πρὸς τὰς θείας βουλὰς, καὶ οὔτε λόγοι σαρκὸς ἴδιοι, οὔτε πράξεις, καὶ τοῖς πάθεσιν ὑποβαλλομένη· κατὰ τὸ σαρκὶ προσῆκον, ἰσχύει κατὰ τῶν παθῶν, διὰ τὸ Θεοῦ εἶναι σὰρξ, ὥστε καὶ κατάρξαι τῆς ἀπαθείας τοῖς οὐχ ὁμοίως μὲν, ὁμοζώοις δὲ σώμασι· καὶ προσκυνεῖται ὡς Θεοῦ σὰρξ, Θεοῦ ὄντος οὕτω τοῦ προσκυνουμένου· καὶ συνάφειαν ἡμῖν δίδωσιν, οὗ ἐστι σῶμα· καὶ προσκυνεῖται, οὐχ ὡς κτίσμα, ὅτι μηδὲν κτίσμα μέρος Θεοῦ. Οἱ ἄρα σάρκα λαβεῖν τὸν Θεὸν πιστεύσαντες, καὶ τῶν εὐεργεσιῶν τυγχάνουσι, καὶ οὐκ εἰς ἕτερον μεταπίπτουσιν· ὧν τὰ ἐναντία ἔχουσιν οἱ ἄνθρωπον παρεζεῦχθαι λέγοντες Θεῷ. Ὀρθ. Ἀνεχώρησας τῆς θεοπνεύστου Γραφῆς, καὶ διὰ τοῦτο τῆς χάριτος ἐξέπεσες, τῆς Γραφῆς λεγούσης τὸ, «Ἔλαβε,» καὶ, «Ἐγένετο·» τὸ παρεζεῦχθαι σαυτῷ ὤρυξας καθάπερ λάκκον συντετριμμένον, μὴ δυνάμενον ὕδωρ συνέχειν. Πῶς δὲ οὐ θέλεις ταῖς ζωτικαῖς καὶ λογιστικαῖς καὶ παθητικαῖς κινήσεσι χωρίζεσθαι τὸν Λόγον τῆς ἀνθρωπότητος; Ἆρα γὰρ καὶ αὐξάνων, θεϊκῇ κινήσει ἀπὸ ἡλικίας εἰς ἡλικίαν θεϊκῶς ηὔξανεν; Καὶ σοφίᾳ