1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

40

κακίας ἔχεσθαι, ἵνα ἀπολαύσωμεν ἀγαθῶν. Ὁ δὲ Παῦλος οὐχ οὕτως ἔλεγε· διορθούμενος γοῦν αὐτὸ, φησί· Τί οὖν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Ὑπὲρ γὰρ τῶν παρελθόντων, φησὶ, εἴρηκα χρόνων, οὐχ ἵνα μελέτην τοῦτο ποιώμεθα. Ταύτης γοῦν ἀπάγων τῆς ὑπονοίας, ἔφησεν αὐτὸ καὶ ἀδύνατον εἶναι λοιπόν. Οἵτινες γὰρ, φησὶν, ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; ʹ. Τῶν μὲν οὖν Ἑλλήνων εὐκόλως κατέδραμεν· ὁ γὰρ βίος αὐτῶν σφόδρα διέφθαρτο· τῶν δὲ Ἰουδαίων εἰ καὶ ὁ βίος ἐδόκει παρημελῆσθαι, ἀλλ' ἦν προκαλύμματα τούτων μεγάλα, νόμος καὶ περιτομὴ, καὶ τὸ τὸν Θεὸν αὐτοῖς ὡμιληκέναι, καὶ τὸ πάντων εἶναι καὶ εὐεργετεῖσθαι. Εἰ δὲ τοῦτο, εὑρεθήσεται τὸ ἄτοπον ἐκεῖνο, καὶ παρὰ πολλῶν περιφερόμενον, τὸ ἐκ τῶν κακῶν εἶναι τὰ καλὰ, καὶ αἴτια τῶν καλῶν τὰ κακά· καὶ ἀνάγκη δὲ δυοῖν θάτερον, ἢ κολάζοντα ἄδικον φαίνεσθαι, ἢ μὴ κολάζοντα ἀπὸ τῶν ἡμετέρων κακῶν ἔχειν τὰ νικητήρια· ἅπερ ἀμφότερα μεθ' ὑπερβολῆς ἄτοπα. Ὅπερ δεικνὺς καὶ αὐτὸς, τοὺς πατέρας τῶν τοιούτων ἐπεισήγαγε δογμάτων Ἕλληνας, ἀρκεῖν ἡγούμενος εἰς κατηγορίαν τῶν εἰρημένων, τὴν ποιότητα τῶν προσώπων τῶν ταῦτα λεγόντων. Τότε γὰρ ἡμᾶς κωμῳδοῦντες ἔλεγον, ὅτι Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· διὸ καὶ τέθεικεν αὐτὸ σαφῶς οὕτω λέγων· Εἰ μὴ καθὼς βλασφημούμεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν. Ἐπειδὴ γὰρ ἔλεγεν ὁ Παῦλος, Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, κωμῳδοῦντες αὐτὸν καὶ ἑτέρᾳ γνώμῃ διαστρέφοντες τὸ εἰρημένον ἔλεγον, ὅτι ∆εῖ κακίας ἔχεσθαι, ἵνα ἀπολαύσωμεν ἀγαθῶν. Ὁ δὲ Παῦλος οὐχ οὕτως ἔλεγε· διορθούμενος γοῦν αὐτὸ, φησί· Τί οὖν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Ὑπὲρ γὰρ τῶν παρελθόντων, φησὶ, εἴρηκα χρόνων, οὐχ ἵνα μελέτην τοῦτο ποιώμεθα. Ταύτης γοῦν ἀπάγων τῆς ὑπονοίας, ἔφησεν αὐτὸ καὶ ἀδύνατον εἶναι λοιπόν. Οἵτινες γὰρ, φησὶν, ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; ʹ. Τῶν μὲν οὖν Ἑλλήνων εὐκόλως κατέδραμεν· ὁ γὰρ βίος αὐτῶν σφόδρα διέφθαρτο· τῶν δὲ Ἰουδαίων εἰ καὶ ὁ βίος ἐδόκει παρημελῆσθαι, ἀλλ' ἦν προκαλύμματα τούτων μεγάλα, νόμος καὶ περιτομὴ, καὶ τὸ τὸν Θεὸν αὐτοῖς ὡμιληκέναι, καὶ τὸ πάντων εἶναι διδασκάλους. ∆ιὰ τοῦτο καὶ τούτων αὐτοὺς ἐγύμνωσε, καὶ μᾶλλον ἔδειξεν ἐκ τούτων κολαζομένους, εἰς ὃ καὶ ἐνταῦθα τὸν λόγον συνέκλεισεν. Εἰ γὰρ μὴ κολάζονται, φησὶ, τοιαῦτα ποιοῦντες, ἀνάγκη τὸν βλάσφημον ἐκεῖνον περιφέρεσθαι λόγον, τὸ, Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. Εἰ δὲ τοῦτο ἀσεβὲς, καὶ οἱ λέγοντες αὐτὸ δίκην δώσουσι (τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν), εὔδηλον ὅτι κολάζονται. Εἰ γὰρ οἱ λέγοντες, τιμωρίας ἄξιοι, πολλῷ μᾶλλον οἱ πράσσοντες· εἰ δὲ ἄξιοι τιμωρίας, ὡς ἡμαρτηκότες ἄξιοι. Οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ κολάζων, ἵνα καί τις ὑποπτεύσῃ τὴν ψῆφον, ἀλλ' ὁ Θεὸς ὁ δικαίως πάντα ποιῶν. Εἰ δὲ δικαίως τιμωροῦνται, ἀδίκως ἐκεῖνα ἔλεγον, ἅπερ ἔλεγον οἱ κωμῳδοῦντες ἡμᾶς· πάντα γὰρ ὁ Θεὸς ἔπραξε καὶ 60.440 πράττει, ὥστε τὴν πολιτείαν ἡμῶν διαλάμπειν καὶ ὀρθοῦσθαι πάντοθεν. Μὴ τοίνυν ῥᾳθυμῶμεν· οὕτω γὰρ καὶ τοὺς Ἕλληνας ἀποστῆσαι δυνησόμεθα τῆς πλάνης. Ὅταν δὲ ἐν μὲν ῥήμασι φιλοσοφῶμεν, ἐν δὲ ἔργοις ἀσχημονῶμεν, ποίοις ὀφθαλμοῖς αὐτοὺς ὀψόμεθα; ποίοις στόμασι διαλεξόμεθα περὶ δογμάτων; Ἐρεῖ γὰρ πρὸς ἕκαστον ἡμῶν· Ὁ τὸ ἔλαττον μὴ κατορθωκὼς, πῶς ἀξιοῖς περὶ τοῦ μείζονος διδάσκειν; ὁ μηδέπω μαθὼν, ὅτι πλεονεξία κακὸν, πῶς περὶ τῶν ἐν τοῖς οὐρανοῖς πραγμάτων φιλοσοφεῖς; Ἀλλ' οἶδας, ὅτι κακόν; Οὐκοῦν μεῖζον τὸ ἔγκλημα, ὅτι καὶ εἰδὼς πλημμελεῖς. Καὶ τί λέγω τὸν Ἕλληνα; Οὐδὲ γὰρ οἱ παρ' ἡμῖν νόμοι συγχωροῦσιν ἡμῖν ταύτης ἀπολαύειν τῆς παῤῥησίας, ὅταν ὁ βίος ἡμῶν διεφθαρμένος ᾖ. Τῷ γὰρ ἁμαρτωλῷ, φησὶν, εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἀπηνέχθησάν ποτε αἰχμάλωτοι Ἰουδαῖοι, καὶ τῶν Περσῶν ἐπικειμένων καὶ ἀξιούντων ᾄδειν αὐτοῖς τὰς θείας ᾠδὰς