1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

40

σφάλματος. ἀλλὰ τῶν δεόντων ὀλιγωρήσας, καὶ οὐχὶ δυσπλοίᾳ πλέον, ὡς ἔφασκεν, συγγνώμης οὐκ ἔτυχεν. 4.34 Ἐν δὲ τῷ αὐτῷ ἐφεστηκότι καιρῷ οἱ ἀπὸ Καρχηδόνος Ἄφροι Σαρακηνοὶ σὺν ὁλκάσι παμμεγέθεσιν ξʹ, αἷς χώρησις ςʹ ἀνδρῶν διηρί θμητο, καταστρατεύουσι καὶ διϊκνοῦνται Κεφαληνίας μέχρι καὶ Ζακύνθου, ἥτις πρὸς ἄνεμον Ζέφυρον κατὰ τὸν καλούμενον Ἰχθὺν ἀπονένευκεν, ἐκ δὲ Ζακύνθου τοῦ Μέροπος τῆς προσηγορίας τετύχηκε. περὶ ὧν ὁ βασιλεὺς διαγνοὺς τὸν πατρίκιον Νάσαρ ἐκπέμπει σὺν ναυστολίᾳ, ἄνδρα πολύπειρον, ταύτης καθηγησόμενον. τοῦ δὲ κατὰ Μεθώνην τὴν πρὶν Πήδασον καλουμένην ἐπιδημήσαντος οἱ πλεῖστοι στρατιωτῶν τῶν πλοίων ἀπέδρασαν καταλελοιπότες αὐτόν. ὃ διαγινώσκεται ταχέως τῷ βασιλεῖ, καὶ σὺν κατεπείξει σφοδρᾷ παρ' αὐτοῦ τις ἀποσταλεὶς διατέτακται περὶ τὸν τόπον ἀνασκολοπισμὸν ἱδρύσασθαι ξυλουργήματος καὶ τοὺς δραπέτας ἐν αὐτοῖς ἀνασκολοπίσαι, οὕτως τὴν πρόσταξιν κατὰ τὸ ἐμφανὲς μηχανώμενος· κρυφίως γὰρ ἐν νυκτὶ τῶν ἀπὸ τῆς φυλακῆς Ἀγαρηνοὺς λʹ προσλαβόμενος δρουγγαρίῳ τῷ κατὰ τὴν αὐτοῦ φρουρὰν προεστῶτι ἐκδέδωκεν, διασφαλισάμενος μηδενὶ ἔκφορον ποιήσασθαι τὸ συντεθησόμενον, ἵνα μὴ ποινῇ ἀφορήτῳ καθυποβάλοιτο· ἐκεκέλευστο γὰρ αὐτῷ τῶν λʹ Ἰσμαηλιτῶν πυρὶ καὶ πίσσῃ τὰς γενειάδας, ἀλλὰ μὴν καὶ τὰς κατὰ κεφαλὴν τρίχας ἐναποφλέξαι, τάς τε ὄψεις αὐτῶν ἀσβόλῃ ἐμπεριχρῖσαι καὶ πέδαις διπλαῖς τοὺς πόδας ἐπιπιέζεσθαι, καί τινι ὥρᾳ διωρισμένης ἡμέρας μεμαστιγῶσθαι αὐτοὺς ὡς λιποτάκτας πλευσίμους ἐν φραγελλίοις δεινοῖς κατὰ τὸν ἱππόδρομον, καὶ διασυρμοὺς δραπετῶν κατηγόροις ἐν λόγοις ὑφισταμένους διελεύσεσθαι γυμνητεύοντας καὶ ὀχουμένους ἐπ' ὄνων ἕως πυλῶν χρυσωνύμων βασιλίδος τῆς πόλεως, παραφυλάξασθαι δὲ μηδένα τῶν συνόντων αὐτοῖς ἐμπελάσαντα ὁμιλῆσαι. τούτων ταύτῃ προχωρησάντων κατὰ Μεθώνην προΐησιν ἀνεσκολοπίσθαι τούτους ὡς δραπέτας πολέμων ἀνάλκιδας, καὶ μή τινα τῶν ἐγχωρίων ἀρχηγετῶν εἴτε λαοῦ τῆς κοινότητος, ἀλλὰ μήτε αὐτὸν προηγέτην στρατοῦ τῶν ὁμοίων τῆς ἐχεμυθίας ἀπολιμπάνεσθαι· καὶ δεσμῶται πάντες ἀνήρτηντο σκόλοψιν. ἐνθένδε θρῆνος οὐχ ὁ τυχὼν τῷ πατρικίῳ Νάσαρ καὶ <τοῖς> ὑπ' αὐτὸν ἄρχουσιν ἐπεγίνετο, μέμψιν ἑαυτοῖς ἐπιτρίβουσι τῆς περὶ τούτους λιποταξίας, τοῦ ἐκ βασιλέως διαβεβαιουμένου αὐτοῖς τάς τε συνεύνους καὶ παῖδας δραπετευσάντων, ἔτι μὴν καὶ γεννήτορας, τὸν αὐτοκράτορα πάντας ἄρδην ξίφει διολοθρεῦσαι· ὡς ἐκ τοῦδε τοῦ καλλίστου σκευάσματος δι' εὐαριθμήτων κατακρίτων Ἀγαρηνῶν τὸν οἰκεῖον λαὸν ἀνασώσασθαι. περιδεεῖς οὖν γεγονότες ὅ τε ναύαρχος αὐτῶν Νάσαρ καὶ οἱ ὑπ' αὐτὸν ἀρχηγοὶ ὅ τε σύμπας λαός, τὸ τοιοῦτον μήποτε καὶ αὐτοὶ ὑποστήσονται, ἀναγκαίως τοῖς πολεμίοις ἀντικαθίστανται, νίκῃ τῇ πρὶν μεγαλειουμένοις βαρβαρικώτατα καὶ Ζάκυνθον προσεδρεύουσιν. οὐκοῦν ἐπιτίθεται τούτοις Νάσαρ παρεμβαλὼν καὶ πανωλεθρίαν θείᾳ ἰσχύϊ καὶ βασιλέως ἐντεύξει κατ' αὐτῶν τίθεται. τοῦ δὲ καθ' ἡμᾶς πλοΐμου στρατοῦ τῶν Ἀγαρηνῶν κατισχύοντος ἔναρθρός τις βοὴ κοιλάδος ἠφίετο τοῖς πρόσω φοιτᾶν ἐγκελευομένη. ὅθεν οὗτοι Σικελίαν πᾶσαν καὶ Ἀφρικήν, πρὸς δὲ καὶ Λογγιβαρβίαν διαδραμόντες, πολεμικῷ πυρὶ καὶ παντοδαπεῖ ξίφει τοὺς ἐν τοῖς πλοίοις Ἀγαρηνοὺς καταφλέξαντές τε καὶ δηϊωσάμενοι, καὶ ἑτέρας τὰς πρὸς ἐμπορίαν κατέσχον, ὧν ἀριθμὸν συνθέσθαι πάντως οὐ ῥᾴδιον, ἐπιφορτιζομένων εἴδη παντοῖα, πρὸς ἐπὶ τούτοις καὶ δαψιλέστατον ἔλαιον, καὶ τοσοῦτον ὡς ἐν ἐκείναις ταῖς ἡμέραις τὴν κατὰ λίτραν ὁλκὴν ὀβολοῦ πρίασθαι καὶ κατὰ θαυμασιότητα πᾶσι τὰ τότε πραχθέντα φημίζεσθαι, καὶ μάλιστά γε ἐκ τῶν κατὰ τὴν Τεφρικὴν συνηλύδων, τοῦ τε Παύλου Σαμοσατέως, σὺν αὐτῷ Κούβρηκός τε καὶ Μοντανοῦ, καὶ ἄλλων αἱρεσιαρχῶν διαφόρων, κατοφρυωσάντων τὸ πρότερον, καὶ καταδυναστευθέντων τὸ ὕστερον θεοῦ βραχίονι κραταιῷ καὶ ἱκετηρίαις σὺν φροντίσμασιν ἐπαλλήλοις τοῦ αὐτοκράτορος. ὃς ἅπαξ καὶ δὶς κατ' αὐτῶν ἐπιών, καὶ τὸ μὲν πρῶτον ἁπάσας χώρας ἐν αἰχμαλωσίαις καὶ