1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

41

προκόπτων, θεϊκῶς προσέκοπτεν; Καὶ λυπούμενος καὶ ἀγωνιῶν, καὶ ταραττόμενος, θεϊκῶς ἐλυπεῖτο καὶ ἠγωνία, καὶ ἐταράττετο, καὶ ἐκοπία καὶ ἔπασχεν; Μὴ γένοιτο! Ἀλλ' ὥσπερ τὸ σῶμα τὸ ἐκ Μαρίας, ἑαυτοῦ σῶμα ἔλεγεν ὁ Θεὸς Λόγος, οὐ τῆς αὐτῆς οὐσίας ὂν τῇ θεότητι· οὕτω καὶ τὰ πάθη καὶ τὴν αὔξησιν τὴν ζωτικὴν καὶ λογιστικὴν ἑαυτοῦ λέγει, ἰδιοποιούμενος πάντα τῆς ἀνθρωπότητος τῇ εὐδοκίᾳ τῆς χάριτος· ὡσαύτως καὶ τὴν σάρκα ζωῆς ὄργανον ἁρμοζόμενον πρὸς τὰς θείας βουλάς. Ἵνα γὰρ πτύσῃ, σώματι κέχρηται ὀργάνῳ· ἵνα ταφῇ, ὁμοίως τῷ σώματι· ἵνα δὲ πάθῃ ἑκουσίως, καὶ ἵνα τὸν ᾅδην σκυλεύσῃ, τῇ ψυχῇ, ἣν ἔλεγε τιθέναι ὑπὲρ τῶν προβάτων. Καὶ οὔτε ἀνθρώπου λόγοι ἴδιοι, οὔτε αἱ πράξεις· σὰρξ δὲ τοῖς πάθεσιν, ὑποβαλλομένη κατὰ τὸ ἀνθρώπῳ προσῆκον, ἰσχύει κατὰ τῶν παθῶν διὰ τὴν πρὸς τὸν Θεὸν ἕνωσιν. «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» ὥστε κατάρξαι τῆς ἀπαθείας τοῖς ὁμοίοις. «Ὡμοίωται» γὰρ «κατὰ πάντα τοῖς ἀδελφοῖς ὁ Θεὸς Λόγος, «ἑνωθεὶς ἀνθρωπότητι, καὶ προσκυνεῖται Θεὸς ἐνανθρωπήσας· καὶ συνάφειαν ἡμῖν πρὸς αὐτὸν δίδωσι, μετασχὼν αἵματος καὶ σαρκὸς, καὶ προσκυνεῖται ὁ αὐτὸς, ἑνώσει τῇ πρὸς ἡμᾶς ὡς ἄνθρωπος, φύσει δὲ καὶ οὐσίᾳ ὢν Θεός. Τί δὲ καὶ λέγειν ἐτόλμησας μέρος Θεοῦ τὴν σάρκα τὴν ἐκ σπέρματος ∆αβὶδ, τὴν ἐκ Μαρίας τῆς Παρθένου, τὴν οὐ φαντασίᾳ σάρκα, ἀλλ' ἀληθείᾳ, καὶ 28.1285 μετὰ τὴν ἀνάστασιν φανεῖσαν; Νομιζόντων γὰρ τῶν μαθητῶν φάντασμα εἶναι, ὅτι τῶν θυρῶν κεκλεισμένων εἰσῆλθεν, ὑπομνήσθητι αὐτοῦ τῶν λόγων, ἵνα ἀκούσῃς τό· «Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ ὁρᾶτε ἔχοντα.» Τοῦ δὲ ἀμεροῦς Θεοῦ πῶς οἷόν τέ ἐστι μέρος νοῆσαι, καὶ ταῦτα σάρκα, τῆς σῆς ἐστι σοφίας ἐξηγήσασθαι. Ἀπολλ. Εἰ σὰρξ, ὡς ἐπιστρατευομένη τῷ νῷ, κεχώρισται τοῦ νοῦ, κατὰ τὸν Ἀπόστολον, ὁ τὴν σάρκα λαβὼν Θεὸς ἀπὸ ταύτης ἔχει τὰς ἐπιστρατευομένας ἐπὶ νοῦν κινήσεις, αὐτῷ δὲ μὴ ὑποταττομένας ὡς ἀνταγωνιστῇ τῷ νῶ. Εἰ δὲ τοῦτο, οὐκ αὐτὸς ὁ πάσχων, καθὸ Θεός. Ὀρθ. Τίνι γὰρ τῶν ἁγίων οὐχ ὑπετάγησαν αἱ ἐπιστρατευόμεναι τῷ νῷ κινήσεις; ἢ πῶς ἅγιοι, εἰ μὴ ὑπέταξαν αὐτάς; Εἰ δὲ τῷ νῷ τῶν ἁγίων ὑπετάγησαν αἱ ἀντιστρατευόμεναι τῷ νῷ κινήσεις, πῶς οὐχὶ τῷ Θεῷ Λόγῳ ὑποταγήσονται, ἑνωθέντι ψυχῇ νοερᾷ μετὰ σαρκὸς, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ χωρὶς ἁμαρτίας, καὶ ᾖ αὐτὸς Θεὸς καὶ ἄνθρωπος; Τί δὲ εἶναι θέλει τὸ, Εἰ δὲ τοῦτο, οὐκ αὐτὸς ὁ πάσχων, καθὸ Θεὸς, ἄλλοι νοήσουσιν, οἱ ἐπιγραφόμενοί σε διδάσκαλον.