1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

41

ἐκείνας, ἔλεγον· Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Εἰ δὲ ἐν βαρβάρῳ γῇ τὰ λόγια τοῦ Θεοῦ θέμις οὐκ ἦν ᾄδειν, πολλῷ μᾶλλον τὴν βάρβαρον ψυχήν; βάρβαρος γάρ ἐστιν ἡ ἀνελεὴς ψυχή. Εἰ γὰρ τοὺς αἰχμαλώτους ὄντας, καὶ δούλους ἀνθρώπων ἐν ἀλλοτρίᾳ γῇ γενομένους ὁ νόμος ἐκάθισεν ἐν σιγῇ· πολλῷ μᾶλλον τοὺς δούλους ὄντας τῆς ἁμαρτίας καὶ ἐν ἀλλοτρίᾳ πολιτείᾳ γενομένους ἐπιστομίζεσθαι δίκαιον. Καίτοι καὶ τὰ ὄργανα εἶχον τότε ἐκεῖνοι· Ἐν γὰρ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς, φησὶν, ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν· ἀλλ' οὐδὲ οὕτως ἐξῆν. Οὐκοῦν οὐδὲ ἡμῖν, κἂν στόμα ἔχωμεν καὶ γλῶτταν, ἅπερ ἐστὶν ὄργανα τοῦ λόγου, θέμις παῤῥησιάζεσθαι, ἕως ἂν τῇ πάντων βαρβάρων τυραννικωτέρᾳ δουλεύωμεν ἁμαρτίᾳ. Εἰπὲ γάρ μοι, τί πρὸς τὸν Ἕλληνα ἐρεῖς ἁρπάζων καὶ πλεονεκτῶν; ἀπόστηθι τῆς εἰδωλολατρείας; ἐπίγνωθι τὸν Θεὸν, μηδὲ ἀργύρῳ καὶ χρυσῷ πρόσιθι; Ἆρ' οὖν οὐ γελάσεται καὶ ἐρεῖ· Σαυτῷ ταῦτα διαλέγου πρότερον; οὐ γάρ ἐστιν ἴσον Ἕλληνα ὄντα εἰδωλολατρεῖν, καὶ Χριστιανὸν ὄντα τὸ αὐτὸ τοῦτο πλημμελεῖν. Πῶς γὰρ δυνησόμεθα ἑτέρους ἀπάγειν τῆς εἰδωλολατρείας ἐκείνης, ἑαυτοὺς ταύτης οὐκ ἀπάγοντες; τοῦ γὰρ πλησίον ἡμεῖς ἐγγύτεροι ἑαυτοῖς. Ὅταν οὖν ἑαυτοὺς μὴ πείθωμεν, πῶς ἑτέρους πείσομεν; Εἰ γὰρ ὁ τῆς οἰκίας τῆς ἑαυτοῦ μὴ προεστὼς καλῶς, οὐδὲ Ἐκκλησίας ἐπιμελήσεται· πῶς ὁ μηδὲ τῆς ἑαυτοῦ ψυχῆς προεστὼς, ἑτέρους διορθῶσαι δυνήσεται; Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οὐ προσκυνεῖς εἴδωλον χρυσοῦν· ἀλλ' ἐκεῖνό μοι δεῖξον, ὅτι μὴ ποιεῖς ταῦτα, ἅπερ ὁ χρυσὸς κελεύει. Καὶ γὰρ διάφοροι εἰδωλολατρείας τρόποι· καὶ ὁ μὲν τὸν μαμμωνᾶν ἡγεῖται κύριον, ὁ δὲ τὴν κοιλίαν θεὸν, ὁ δὲ ἑτέραν ἐπιθυμίαν χαλεπωτάτην. Ἀλλ' οὐ καταθύεις αὐτοῖς βόας, καθάπερ οἱ Ἕλληνες; Ἀλλὰ τὸ πολλῷ χαλεπώτερον τὴν σαυτοῦ κατασφάζεις ψυχήν. Ἀλλ' οὐ κάμπτεις τὰ γόνατα καὶ προσκυνεῖς; Ἀλλὰ μετὰ πλείονος ὑπακοῆς ποιεῖς πάντα, ἅπερ ἂν ἐπιτάξωσι καὶ ἡ γαστὴρ καὶ τὸ χρυσίον καὶ ἡ τῆς ἐπιθυμίας τυραννίς· ἐπεὶ καὶ οἱ Ἕλληνες διὰ τοῦτό εἰσι βδελυκτοὶ, ὅτι τὰ πάθη ἐθεοποίουν, τὴν μὲν ἐπιθυμίαν Ἀφροδίτην, τὸν δὲ θυμὸν Ἄρην, τὴν δὲ μέθην ∆ιόνυσον προσειπόντες. Εἰ δὲ οὐ γλύφεις εἴδωλα σὺ, καθάπερ ἐκεῖνοι, ἀλλὰ μετὰ πολλῆς τῆς προθυμίας τοῖς αὐτοῖς ὑποκύπτεις πάθεσι, τὰ μέλη τοῦ Χρι 60.441 στοῦ μέλη πόρνης ποιῶν, καὶ ταῖς ἄλλαις σεαυτὸν πλύνων παρανομίαις. ∆ιὸ παρακαλῶ τῆς ἀτοπίας τὴν ὑπερβολὴν ἐννοήσαντας φεύγειν τὴν εἰδωλολατρείαν· οὕτω γὰρ ὁ Παῦλος καλεῖ τὴν πλεονεξίαν· φεύγειν δὲ μὴ τὴν ἐν χρήμασι πλεονεξίαν μόνον, ἀλλὰ καὶ τὴν ἐν ἐπιθυμίᾳ πονηρᾷ καὶ τὴν ἐν ἱματίοις καὶ τὴν ἐν τραπέζῃ καὶ τὴν ἐν τοῖς ἄλλοις ἅπασι. Καὶ γὰρ πολλῷ χαλεπωτέραν δώσομεν δίκην ἡμεῖς μὴ πειθόμενοι τοῖς τοῦ Κυρίου νόμοις. Ὁ γὰρ δοῦλος, φησὶν, ὁ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου 60.442 αὐτοῦ καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Ἵν' οὖν καὶ τὴν κόλασιν ταύτην διαφύγωμεν, καὶ ἑτέροις καὶ ἑαυτοῖς γενώμεθα χρήσιμοι, πᾶσαν κακίαν ἀπὸ τῆς ψυχῆς ἐκβαλόντες, ἑλώμεθα τὴν ἀρετήν. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ζʹ.

Τί οὖν; προεχόμεθα; Οὐ πάντως· προῃτιασά μεθα γὰρ Ἰουδαίους τε καὶ

Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότη τα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦ σαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα