1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

42

καὶ τῆς αἰσχίστης γλώσσης ἣ τὸν δόλον ἔρραψε καὶ τὰ δίκτυα ἥπλωσεν; Καὶ τί λέγω τὰ μέλη τὰ τὸν φόνον ἐργασάμενα; Καὶ γὰρ ὅλον τὸ σῶμα ἐκολάζετο, τῷ στεναγμῷ, τῷ τρόμῳ διηνεκῶς παραδοθέν. Ὢ καινῶν πραγμάτων· ὢ παραδόξου νίκης· ὢ ξένου τροπαίου. Ὁ μὲν σφαγεὶς καὶ νεκρὸς κείμενος ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο· ὁ δὲ νικήσας καὶ περιγεγονὼς οὐ μόνον ἀστεφάνωτος ἀπῄει, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ἐκολάζετο, καὶ ἀφορήτοις παρεδίδοτο τιμωρίαις καὶ διηνεκεῖ βασάνῳ· καὶ τοῦ κινουμένου καὶ ζῶντος καὶ φθεγγομένου ὁ πεπληγὼς καὶ τεθνεὼς καὶ ἄφωνος κατηγόρει· μᾶλλον δὲ οὐδὲ ὁ τεθνεώς, ἀλλὰ τὸ αἷμα ψιλὸν καὶ τοῦ σώματος χωρισθὲν ἤρκεσεν εἰς τοῦτο μόνον. Τοσαύτη τῶν ἐναρέτων ἡ περιουσία καὶ τελευτησάντων· τοσαύτη τῶν πονηρῶν ἡ ἀθλιότης καὶ ζώντων. Εἰ δὲ ἐν τοῖς σκάμμασι τοιαῦτα τὰ βραβεῖα, ἐννόησον μετὰ τοὺς ἀγῶνας ἡλίκαι αἱ ἀμοιβαί, ἐν τῷ καιρῷ τῆς ἀντιδόσεως, ἐν τῇ χορηγίᾳ τῶν ἀγαθῶν ἐκείνων τῶν πάντα ὑπερβαινόν των λόγον. Τὰ μὲν γὰρ λυπηρά, οἷα ἂν ᾖ, παρὰ ἀνθρώπων ἐπάγεται καὶ μιμεῖται τῶν ἐπιφερόντων τὴν εὐτέλειαν· τὰ δὲ δῶρα καὶ αἱ ἀμοιβαὶ παρὰ τοῦ Θεοῦ δίδονται· διὸ καὶ τοιαῦτά ἐστιν οἷα εἰκὸς παρὰ τῆς ἀφάτου δωρεᾶς ἐκείνης διδόμενα. Χαῖρε τοίνυν καὶ εὐφραίνου, στεφανηφοροῦσα, πομπεύουσα, τὰ κέντρα τῶν ἐχθρῶν καταπατοῦσα μᾶλλον ἢ πηλὸν ἕτεροι. Καὶ δήλου συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας σου, ἵνα καὶ ἐντεῦθεν πολλὴν καρπωσώμεθα τὴν εὐφροσύνην. Οἶσθα γὰρ ὡς οὐ μικρὰ ἡμῖν ἔσται παραμυθία καὶ ἐν ἐρημίᾳ καθημένοις, ὅταν συνεχῶς μανθάνωμεν περὶ τῆς ῥώσεως τῆς σῆς.

12.t ΕΠΙΣΤΟΛΗ ΙΒʹ

12.1 Ἀπ' αὐτῶν ἀναβὰς τῶν τοῦ θανάτου πυλῶν ταῦτα ἐπιστέλλω πρὸς τὴν σὴν κοσμιότητα· διὸ καὶ σφόδρα ἥσθην ὅτι νῦν ἀπηντήκασιν οἱ παῖδες εἰς λιμένα λοιπὸν ὁρμίζουσιν ἡμῖν. Εἰ γὰρ πελαγίῳ μοι σαλεύοντι ἔτι καὶ τὰ χαλεπὰ τῆς ἀρρωστίας ἐκδεχομένῳ κύματα συνήντησαν, οὐδὲ ἀπατῆσαί μοι ῥᾴδιον ἦν τὴν σὴν εὐλάβειαν χρηστὰ ἀντὶ δυσχερῶν ἀπαγγέλλοντι. Καὶ γὰρ ὁ χειμὼν τοῦ συνήθους γενόμενος σφοδρότερος καλεπώτερον ἡμῖν καὶ τοῦ στομάχου τὸν χειμῶνα ἐπήγαγε καὶ νεκρῶν οὐδὲν ἄμεινον τοὺς δύο διετέλεσα μῆνας τούτους, ἀλλὰ καὶ χαλεπώτερον. Τοσοῦτον γὰρ ἔζων ὅσον ἐπαισθάνεσθαι τῶν πάντοθεν κυκλούντων με δεινῶν, καὶ πάντα μοι νὺξ ἦν καὶ ἡμέρα καὶ ὄρθρος καὶ μεσημβρία μέση καὶ διημέρευον τῇ κλίνῃ προσηλωμένος· καὶ μυρία μηχανώμενος οὐκ ἴσχυον τὴν ἐκ τοῦ κρυμοῦ βλάβην ἀποτινάξασθαι· ἀλλὰ καὶ πῦρ ἀνακαίων καὶ καπνοῦ χαλεπωτάτου ἀνεχόμενος καὶ ἐν ἑνὶ δωματίῳ καθειργμένος καὶ μυρία ἐπιβλήματα ἔχων καὶ μηδὲ τὸν οὐδὸν ὑπερβῆναι τολμῶν τὰ ἔσχατα ἔπασχον, ἐμέτων τε συνεχῶς ἐπιγινομένων, κεφαλαλγίας, ἀνορεξίας, ἀγρυπνίας διηνεκοῦς. Τὰ γοῦν πελάγη τῆς νυκτὸς τὰ οὕτω μακρὰ ἀγρυπνῶν διετέλουν. Ἀλλ' ἵνα μὴ πλέον τοῖς δυσχερέσιν ἐνδιατρίβων κατατείνω σου τὴν διάνοιαν, πάντων ἀπηλλάγμεθα τούτων νῦν. Ὁμοῦ τε γὰρ ἐπέστη τὸ ἔαρ καὶ μικρά τις τοῦ ἀέρος γέγονε μεταβολή, αὐτόματα πάντα ἐλύθη. Ἀλλ' ὅμως καὶ νῦν πολλῆς δέομαι τῆς ἀκριβείας κατὰ τὴν δίαιταν· διὰ δὴ τοῦτο κοῦφον ποιῶ τῷ στομάχῳ τὸ φορτίον ὥστε αὐτὸ δύνασθαι καὶ ῥᾳδίως διατιθέναι. Οὐχ ὡς ἔτυχε δὲ ἡμᾶς κατέστησεν ἐν φροντίδι καὶ τὸ μαθεῖν πρὸς ἐσχάτας ἀναπνοὰς εἶναί σου τὴν κοσμιότητα. Ἀλλ' ὅμως διὰ τὸ στέργειν σφόδρα καὶ μεριμνᾶν καὶ φροντίζειν τὰ σά, καὶ πρὸ τῶν γραμμάτων τῆς τιμιότητός σου ταύτης ἀπηλλάγημεν τῆς μερίμνης, πολλῶν ἐκεῖθεν ἐλθόντων καὶ ἀπαγγειλάντων τὰ περὶ τῆς ὑγιείας τῆς σῆς. Καὶ νῦν χαίρω σφόδρα καὶ εὐφραίνομαι, οὐχ ὅτι τῆς ἀρρωστίας ἀπηλλάγης μόνον, ἀλλὰ