42
πάντα περιστεῖλαι· ἵνα εἰς δόξαν τοῦ Θεοῦ ζήσωμεν, καὶ τῆς ἐκεῖ κολάσεως ἀπαλλαγῶμεν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν
ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ.
ΟΜΙΛΙΑ Ηʹ. Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορ νείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς
περιεπατή σατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. αʹ. Οἶδα πολλοὺς ἀπεχθανομένους ἐν τῇ πρὸ ταύτης διαλέξει· ἀλλὰ τί πάθω; ἠκούσατε τί ἐπέταξεν ὁ ∆εσπότης. Μὴ γὰρ ἐγὼ αἴτιος; τί ποιήσω; Οὐχ ὁρᾶτε τοὺς ἀπαιτοῦντας, ὅταν ἀγνωμονῶσιν οἱ ὑπεύθυνοι, πῶς κλοιὰ τούτοις περιτιθέασιν; Ἠκούσατε τί σήμερον ὁ Παῦλος ἐβόα; Νεκρώσατε, φησὶ, τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία. Τί τῆς τοιαύτης πλεονεξίας χεῖρον; Τοῦτο βαρύτερον οὗπερ ἔλεγον, ἡ μανία καὶ ἡ βλακεία ἡ περὶ ἄργυρον. Καὶ τὴν πλεονεξίαν, φησὶν, ἥτις ἐστὶν εἰδωλολατρεία· ὁρᾶτε ποῦ τὸ κακὸν τελευτᾷ; Μὴ δὴ δυσχεράνητε· οὐ γὰρ ἑκὼν οὐδὲ ἁπλῶς ἐχθροὺς ἔχειν θέλω, ἀλλ' ἐβουλόμην ὑμᾶς εἰς τοῦτο ἀρετῆς ἥκειν, ὡς ἐμὲ παρ' ὑμῶν ἀκούειν τὰ δέοντα. Ὥστε οὐκ αὐθεντίας ἐστὶν οὐδὲ ἀξιώματος, ἀλλ' ὀδύνης καὶ ἀλγηδόνος. Σύγγνωτέ μοι, σύγγνωτε· οὐ θέλω ἀσχημονεῖν ὑπὲρ τοιούτων διαλεγόμενος, ἀλλ' ἀναγκάζομαι. Οὐχ ὑπὲρ τῆς τῶν πενήτων ὀδύνης ταῦτα λέγω, ἀλλ' ὑπὲρ τῆς ὑμετέρας σωτηρίας· ἀπολοῦνται γὰρ, ἀπολοῦνται οἱ μὴ θρέψαντες τὸν Χριστόν. Τί γὰρ, εἰ τρέφεις πένητα; ἀλλ' ἕως ἂν οὕτω σπαταλᾷς καὶ οὕτω τρυφᾷς, πάντα περιττά. Οὐ γὰρ τὸ δοῦναι ζητεῖται πολλὰ, ἀλλὰ τὸ μὴ ἔλαττον τῆς οἰκείας οὐσίας· τοῦτο γὰρ παίζοντός ἐστι. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν, φησὶν, τὰ ἐπὶ τῆς γῆς. Τί λέγεις; οὐ σὺ εἶπας, ὅτι Ἐτάφητε; ὅτι Συνετάφητε; ὅτι Περιετμήθητε; ὅτι Ἀπεξεδυσάμεθα τὸ σῶμα τῶν ἁμαρτιῶν τῆς σαρκός; πῶς οὖν πάλιν λέγεις, Νεκρώσατε; Μὴ παίζῃς· ὡς ὄντων αὐτῶν ἐν ἡμῖν οὕτω διαλέγῃ; Οὐκ ἔστιν ἐναντιολογία· ἀλλ' ὥσπερ εἴ τις ἐῤῥυπωμένον ἀνδριάντα ἀποσμήξας, μᾶλλον δὲ ἀναχαλκεύσας, καὶ λαμπρὸν δείξας ἄνωθεν, λέγοι μὲν ὅτι κατεπόθη ὁ ἰὸς καὶ ἀπώλετο, παραινοῖ δὲ πάλιν σπουδάζειν ἀποτίθεσθαι τὸν ἰὸν, οὐκ ἐναντιολογεῖ· οὐ γὰρ ὃν ἀπέσμηξεν ἰὸν, ἀλλὰ τὸν ἐπιγινόμενον μετὰ ταῦτα παραινεῖ ἀποθέσθαι· οὕτως οὐ τὴν προτέραν νέκρωσιν λέγει, οὐδὲ τὰς πορνείας ἐκείνας, ἀλλὰ τὰς ἐπιγινομένας ὕστερον. Ἀλλ' ἰδοὺ, φασὶν αἱρετικοὶ, τὴν δημιουργίαν Παῦλος διαβάλλει· εἶπε γὰρ ἔμπροσθεν, Τὰ ἄνω φρο 62.352 νεῖτε, μὴ τὰ ἐπὶ γῆς· πάλιν φησὶ, Νεκρώσατε ὑμῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Ἀλλὰ τὸ, ἐπὶ γῆς, ἐνταῦθα δηλωτικόν ἐστιν ἁμαρτίας, οὐ δημιουργίας διαβολή. Οὕτω γὰρ τὰ ἐπὶ γῆς αὐτὰ καλεῖ τὰ ἁμαρτήματα, ἢ τῷ ἀπὸ γεώδους λογισμοῦ καὶ ἐπὶ γῆς ἐνεργεῖσθαι, ἢ τῷ γηΐνους δεικνύναι τοὺς ἁμαρτάνοντας. Πορνείαν, ἀκαθαρσίαν, φησί. Παρῆκε τὰ πράγματα, ἃ οὐδὲ εἰπεῖν καλὸν, καὶ διὰ τῆς ἀκαθαρσίας ἅπαντα ἐνέφηνε. Πάθος, φησὶν, ἐπιθυμίαν κακήν. Ἰδοὺ γενικῶς τὸ πᾶν εἶπε· πάντα γὰρ ἐπιθυμία κακὴ, βασκανία, ὀργὴ, λύπη. Καὶ τὴν πλεονεξίαν, φησὶν, ἥτις ἐστὶν εἰδωλολατρεία. ∆ιὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. ∆ιὰ πολλῶν ἀπήγαγεν αὐτούς· διὰ τῶν εὐεργεσιῶν τῶν ὑπαρξασῶν, διὰ τῶν μελλόντων ἐξ ὧν ἀπηλλάγημεν κακῶν, τίνες ὄντες, καὶ διὰ τί, καὶ ὅλα ἐκεῖνα,