42
καὶ ταλαιπω ρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. αʹ. Κατηγόρησεν Ἑλλήνων, κατηγόρησεν Ἰουδαίων· ἀκόλουθον ἦν εἰπεῖν τὴν δικαιοσύνην λοιπὸν τὴν διὰ τῆς πίστεως. Εἰ γὰρ μήτε ὁ τῆς φύσεως ὤνησε νόμος, μήτε ὁ γραπτὸς ἐποίησέ τι πλέον, ἀλλ' ἀμφότεροι τοὺς οὐκ εἰς δέον αὐτοῖς χρησαμένους ἐβάρησαν, καὶ μείζονος ἔδειξαν κολάσεως ὄντας ἀξίους, ἀναγκαία λοιπὸν ἡ διὰ τῆς χάριτος σωτηρία. Εἰπὲ τοίνυν αὐτὴν, ὦ Παῦλε, καὶ δεῖξον. Ἀλλ' οὐδέπω θαῤῥεῖ, τὸ ἰταμὸν τῶν Ἰουδαίων ὑφορώμενος, ἀλλ' ἐπὶ τὴν κατηγορίαν αὐτῶν πάλιν ἄγει τὸν λόγον, καὶ πρότερον εἰσάγει κατήγορον τὸν ∆αυῒδ ταῦτα λέγοντα διὰ πολλῶν, ἅπερ ἐν βραχεῖ πάντα εἶπεν Ἡσαΐας, ἰσχυρὸν κατασκευάζων αὐτοῖς χαλινὸν, ὥστε μὴ ἀποπηδῆσαι μηδὲ τῶν περὶ τῆς πίστεως γυμναζομένων λόγων λοιπὸν ἀποσκιρτῆσαί τινα τῶν ἀκουόντων, ἱκανῶς ταῖς τῶν προφητῶν προκατειλημμένον κατηγορίαις. Καὶ γὰρ τρεῖς τίθησιν ὑπερβολὰς ὁ προφήτης, ὅτι τε πάντες ὁμοῦ τὰ κακὰ ἔπραττον, λέγων, καὶ ὅτι οὐκ ἀνέμιξαν τὰ καλὰ τοῖς κακοῖς, ἀλλὰ τὴν πονηρίαν μόνην μετῄεσαν, καὶ ὅτι μετ' ἐπιτάσεως ταύτην ἁπάσης. Εἶτα ἵνα μὴ λέγωσι, Τί οὖν, εἰ πρὸς ἑτέρους ταῦτα εἴρηται; ἐπήγαγεν· Οἴδαμεν δὲ, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. ∆ιά τοι τοῦτο μετὰ τὸν Ἡσαΐαν τὸν ὡμολογημένως πρὸς αὐτοὺς ἀποτεινόμενον, ἐπεισήγαγε τὸν ∆αυῒδ, ἵνα δείξῃ καὶ ταῦτα τῆς αὐτῆς ὄντα ἀκολουθίας. Ποία γὰρ ἦν ἀνάγκη, φησὶν, ἑτέρων κατηγορεῖν τὸν εἰς τὴν ὑμετέραν διόρθωσιν ἀποσταλέντα προφήτην; οὐδὲ γὰρ ὁ νόμος ἑτέροις ἐδόθη, ἀλλ' ὑμῖν. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Οἴδαμεν, ὅτι ὅσα ὁ προφήτης λέγει, ἀλλ', Ὅσα ὁ νόμος λαλεῖ; Ὅτι τὴν Παλαιὰν πᾶσαν νόμον καλεῖν εἴωθεν ὁ Παῦλος. Καὶ γὰρ ἀλλαχοῦ φησι· Τὸν νόμον οὐκ ἀκούετε, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχε; καὶ ἐνταῦθα τοὺς ψαλμοὺς νόμον ἐκάλεσεν, εἰπών· Οἴδαμεν, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. Εἶτα δείκνυσιν οὐδὲ ἁπλῶς ταῦτα λεγόμενα κατηγορίας ἕνεκεν, ἀλλ' ἵνα τῇ πίστει προοδοποιήσῃ πάλιν ὁ νόμος. Τοσαύτη τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν ἡ συμφω 60.442 νία, ὅτι καὶ αἱ κατηγορίαι καὶ οἱ ἔλεγχοι διὰ τοῦτο πάντως ἐγένοντο, ἵνα λαμπρὰ παρὰ τοῖς ἀκούουσιν ἀνοιγῇ τῆς πίστεως ἡ θύρα. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα Ἰουδαίους ἀπώλεσε τὸ μέγα φρονεῖν ἐφ' ἑαυτοῖς· ὅπερ οὖν καὶ προϊὼν ἔλεγεν, ὅτι Ἀγνοοῦντες τοῦ Θεοῦ τὴν δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν· προλαβὼν καὶ ὁ νόμος καὶ ὁ προφήτης, προκατέβαλον αὐτῶν τὰ φρονήματα, καὶ κατέστειλαν αὐτῶν τὸ φύσημα, ἵνα εἰς ἔννοιαν τῶν οἰκείων ἐλθόντες ἁμαρτημάτων, καὶ τὴν ἀπόνοιαν πᾶσαν κατακενώσαντες, καὶ ἰδόντες ἑαυτοὺς περὶ τῶν ἐσχάτων κινδυνεύοντας, μετὰ πολλῆς τῆς προθυμίας προσδράμωσι τῷ τὴν ἄφεσιν αὐτοῖς τῶν ἁμαρτημάτων παρέχοντι, καὶ τὴν χάριν διὰ τῆς πίστεως καταδέξωνται. Τοῦτο γοῦν καὶ ἐνταῦθα αἰνιττόμενος ὁ Παῦλος ἔλεγεν· Οἴδαμεν, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ· ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Ἐνταῦθα γὰρ δείκνυσιν αὐτοὺς τῆς μὲν ἀπὸ τῶν ἔργων παῤῥησίας ἐρήμους ὄντας, ἐν δὲ τοῖς ῥήμασιν ἀλαζονευομένους μόνον καὶ ἀναισχυντοῦντας. ∆ιὸ καὶ κυρίως ἐχρήσατο τῇ λέξει, εἰπὼν, Ἵνα πᾶν στόμα φραγῇ, τὴν ἀναίσχυντον αὐτῶν καὶ δυσκάθεκτον μεγαληγορίαν δηλῶν, καὶ τὴν μετὰ ἀκριβείας ἐπιστομιζομένην αὐτῶν γλῶτταν· καθάπερ γὰρ ῥεῦμα ἀφόρητον, οὕτως αὕτη ἐφέρετο· ἀλλ' ἐνέφραξεν αὐτὴν ὁ προφήτης. Ὅταν δὲ λέγῃ Παῦλος, Ἵνα πᾶν στόμα φραγῇ, οὐ τοῦτό φησιν, ὅτι διὰ τοῦτο ἥμαρτον, ἵνα φραγῇ αὐτῶν τὸ στόμα, ἀλλὰ διὰ τοῦτο ἠλέγχοντο, ἵνα μὴ ἀγνοῶσιν ἁμαρτάνοντες τοῦτο αὐτό. Καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Οὐκ εἶπεν, Ὁ Ἰουδαῖος, ἀλλὰ, Πᾶσα ἡ φύσις. Τὸ μὲνγὰρ, Ἵνα πᾶν στόμα φραγῇ, ἐκείνους ἐστὶν αἰνιττόμενον, εἰ καὶ μὴ φανερῶς αὐτὸ τέθειται, ὥστε μὴ τραχύτερον γενέσθαι τὸν λόγον· τὸ δὲ, Ἵνα ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ, ὁμοῦ καὶ περὶ Ἰουδαίων καὶ Ἑλλήνων εἴρηται. Οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ καταστεῖλαι τὴν