1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

42

ἔστησαν, φησὶ, ἐν τῇ ὑποστάσει μου, καὶ ἤκουσαν τῶν λόγων μου, ἐδίδαξαν ἂν τὸν λαόν μου, καὶ ἀπέστρεφον αὐτοὺς ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἀπὸ τῶν πονη ρῶν ἐπιτηδευμάτων αὐτῶν. Ἐγὼ δὲ σαφῶς διὰ τοῦ νόμου ἀπηγόρευσα τῆς πονηρίας τὰ εἴδη· εἰ τοί νυν τοῖς ἐμοῖς εἵποντο λόγοις, κατηγόρησαν ἂν τῆς 81.632 τοῦ λαοῦ παρανομίας, καὶ ἐπὶ τὴν ὁδὸν τὴν εὐθεῖαν ἐποδήγησαν. ∆ιδάσκει δὲ αὐτοὺς, ὡς οὐδὲν ἀγνοεῖ τῶν κεκρυμμένων. κγʹ, κδʹ. Θεὸς γὰρ ἐγγίζων, φησὶν, εἰμὶ καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Εἰ κρυβήσεται ἄνθρωπος, κἀγὼ οὐκ ὄψομαι αὐτόν; λέγει Κύριος. Εἶτα δι δάσκει τὸ ἀπερίγραπτον. "Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος." Εἰ τοίνυν παν ταχοῦ παρῶ, πῶς οἴονταί με οἱ ἄνθρωποι ἀγνοῆσαί τι τῶν γιγνομένων; Ἐπιτείνει δὲ πάλιν τὴν κατὰ τῶν ψευδοπροφητῶν κατηγορίαν, ὡς ἐνύπνια δι ηγουμένων, καὶ τὸν λαὸν ἐξαπατώντων, καὶ τὰ ὅμοια τοῖς τῆς Βάαλ προφήταις ποιεῖν τολμώντων. Εἶτα κελεύει γενέσθαι τὴν σύγκρισιν τοῦ τε προφήτου καὶ τοῦ ψευδοπροφήτου. κηʹ. Ὁ προφήτης, φησὶν, ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι, διηγησάσθω τὸ ἐνύπνιον αὑτοῦ· καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτὸν, διηγησάσθω τὸν λόγον μου ἐπ' ἀληθείας. Καὶ διδάσκει τροπικῶς τὸ διά φορον. "Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; φησὶν ὁ Κύριος." κθʹ. Οὐχ οὕτως οἱ λόγοι μου, ὡς πῦρ, λέγει Κύριος; καὶ ὡς πέλυξ κόπτων πέτραν; Ἔδειξε διὰ τῶν παραβολῶν τοῦ θείου λόγου τὴν δύναμιν. Εἶτα τῶν ψευδοπροφητῶν διδάσκει τὴν διαφοράν· οἱ μὲν γὰρ οἷόν τινες, φησὶ, λωποδῦται κλέπτουσί τινας προφητικοὺς λόγους, καὶ τούτους ταῖς παρατροπαῖς διαφθείρουσιν· οἱ δὲ πλάττουσι προφητείαν ψευδῆ· οἱ δὲ ἐνύπνια, ἃ μὴ ἑωράκασι, διηγοῦνται καὶ δια φόρως τὸν τρισάθλιον ὑποβουκολοῦντες λαὸν, ἐπιμένειν τῇ πονηρίᾳ παρασκευάζουσιν. Ἔπειτα κελεύει τῷ προφήτῃ· λγʹ, λδʹ. Ἐὰν ἐρωτήσῃ ὁ λαὸς οὗτος, ἱερεὺς ἢ προφήτης, λέγων, Τί τὸ λῆμμα Κυρίου; ἐρεῖς αὐτοῖς· Ὑμεῖς ἐστε τὸ λῆμμα Κυρίου, καὶ ῥίψω ὑμᾶς, λέγει Κύριος. Καὶ ὁ προφήτης, καὶ ἱε ρεὺς, οἳ ἂν εἴπωσι Λῆμμα Κυρίου, ἐκδικήσω τὸν ἄνθρωπον, καὶ τὸν οἶκον αὐτοῦ. Ἐπιλήπτους ἐκάλουν τοὺς προφήτας οἱ δυσσεβεῖς, καὶ λῆμμα τὴν προφητείαν. Παρακελεύεται τοίνυν ὁ Θεὸς, τούτῳ τῷ προσρήματι μὴ κεχρῆσθαι, καὶ τοῖς μὴ πειθομένοις ἀπειλεῖ τιμωρίαν. Κελεύει δὲ αὐτοῖς οὕτω πυνθάνεσθαι, "Τί ἀπεκρίθη Κύριος; Τί ἐλά λησε Κύριος;" καὶ λῆμμα Κυρίου μὴ ὀνομάζειν ἔτι· τοῖς δὲ τὰ προστεταγμένα παραβαίνουσιν ἀπ ειλεῖ, λέγων· λθʹ, μʹ. Ἰδοὺ ἐγὼ λαμβάνω ὑμᾶς λήμματι, καὶ ῥίψω ὑμᾶς, καὶ τὴν πόλιν, ἣν ἔδωκα ὑμῖν 81.633 καὶ τοῖς πατράσιν ὑμῶν, ἀπὸ προσώπου μου. Καὶ δώσω ἐφ' ὑμᾶς ὀνειδισμὸν αἰώνιον, καὶ ἀτιμίαν αἰωνίαν, ἥτις οὐκ ἐπιλησθήσεται. Τοῦτο δὲ προσ έταξεν ὁ ∆εσπότης Θεὸς, καὶ τῆς δεισιδαιμονίας ἐκκό πτων τὰ ἔθη, καὶ διδάσκων, ὡς οὐ μεμήνασιν οἱ προ φῆται, ἀλλὰ τῶν θείων λογίων εἰσὶν ὑπουργοί· ἀπει λήσας δέ γε τὴν αἰχμαλωσίαν, ὑπισχνεῖται καὶ τὴν ἐπάνοδον, καὶ οὕτως αὐτὴν ἐπίσημον λέγει γενήσε σθαι, ὡς λήθῃ παραδοθῆναι τὴν ἔξοδον τὴν ἐξ Αἰγύ πτου γεγενημένην, διὰ τὴν ταύτης λαμπρότητα. Ἡμεῖς δὲ, παρακαλῶ, καὶ τοῖς προφητικοῖς, καὶ τοῖς ἀποστολικοῖς ἀκολουθήσωμεν λόγοις, καὶ τὸν δι' ἐκεί νων καὶ τούτων φθεγξάμενον προσκυνήσωμεν, καὶ τοὺς ζωοποιοὺς αὐτοῦ φυλάξωμεν νόμους· ἵνα τῶν ἐπηγγελμένων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ςϛʹ.