43
ἀποθανόντι συναποθνήσκειν χρὴ θέλοντας, προσήκει τὸν ἐκ προαιρέσεως αὑτοῖς ἐπινοῆσαι θάνατον· οὐ γάρ ἐστι διὰ τοῦ 3,1.227 κατηναγκασμένου ἡ πρὸς τὸ ἑκούσιον μίμησις. ἐπειδὴ τοίνυν 3,1.227 ὁ ἐκ φύσεως ἐπικείμενος ἑκάστῳ θάνατος πάντῃ καὶ πάντως γίνεται καὶ βουλομένων καὶ μή, οὐκ ἂν δέ τις τὸ πάντως γινόμενον τῷ ἑκουσίῳ λογίσαιτο, διὰ τοῦτο ἕτερον τρόπον τῷ ἑκουσίως ἀποθανόντι συναποθνήσκομεν, τῷ μυστικῷ ὕδατι διὰ τοῦ βαπτίσματος ἐνθαπτόμενοι· Συνετάφημεν γὰρ αὐτῷ, φησί, διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα τῇ μιμήσει τοῦ θανάτου ἀκολουθήσῃ καὶ ἡ τῆς ἀναστάσεως μίμησις.
Πρὸς δὲ τὸ ἐφεξῆς τοῦ λόγου μετέλθωμεν· Πῶς, φησί, θεὸς ἄνθρωπος γίνεται μὴ μεταβληθεὶς ἀπὸ τοῦ εἶναι θεός, εἰ μὴ νοῦς ἐν ἀνθρώπῳ κατέστη; ἆρα συνῆκεν ἅπερ ἐφθέγξατο; ἀμετάβλητον λέγει τὸ θεῖον καὶ καλῶς τοῦτο λέγει· τὸ γὰρ ἀεὶ ὡσαύτως ἔχον ἕτερόν τι παρ' ὅ ἐστι γίνεσθαι φύσιν οὐκ ἔχει· ἀλλ' ἐν ἑτέρῳ μὲν γί νεται, ἕτερον δὲ οὐ γίνεται. τί οὖν ὁ νοῦς ἐκεῖνος, καθὼς ὁ Ἀπολινάριος λέγει, ὁ ἐν ἀνθρώπῳ γενόμενος; ἆρα ἐν τῷ μεγαλείῳ τῆς ἀμεταβλήτου διέμεινε φύσεως, ἢ πρὸς τὸ ταπεινὸν πεποίηται τὴν μετάστασιν τῇ τοῦ ἀνθρωπίνου βραχύτητι ἑαυτὸν ἐμπεριγράψας καί, ὅσος οὗτός ἐστι, τοσοῦτος κἀκεῖνος γενόμενος; οὐκοῦν ἴσος ὁ ἀνθρώπινος νοῦς ἐστι τῇ θεότητι, εἴπερ, καθώς φησιν ὁ Ἀπολινάριος, νοῦς ἀνθρώ που ἡ θεία φύσις ἐγένετο. εἰ γὰρ ὁμοίως ἡ ἀνθρωπίνη δέχεται φύσις ἢ τὸν νοῦν τὸν ἡμέτερον ἢ ἀντὶ τοῦ νοῦ τὸν θεόν, ἰσομεγέθη ταῦτα ἂν εἴη ἀλλήλοις καὶ ἰσοστάσια, εἴπερ ἐν ᾧ χωρεῖται ὁ νοῦς, ἐν τούτῳ καὶ ἡ θεότης περιλαμβάνοιτο· ὡς εἴ τις ἀγγείῳ τινὶ κενῷ σῖτον ἢ ἕτερόν τι τῶν σπερμάτων ἀπομετροίη, οὐκ ἄν τις εἴποι τὸ τῷ αὐτῷ μέτρῳ ἰσούμενον κατὰ τὸ ποσὸν διαφέρειν τοῦ ἄλλου· ἴσος γάρ ἐστι πυρὸς ταῖς ὀλύραις, ὅταν ἀποκενωθέντων τοῦ μεδίμνου τῶν σπερ μάτων ἐκείνων ἀντιπληρώσῃ τὸ ἕτερον ἔργον. οὐκοῦν εἰ 3,1.228 ἀντὶ τοῦ νοῦ ἡ θεότης γίνεται, οὐκ ἄν τις ὑπερβάλλειν εἴποι παρὰ τὸν νοῦν τὴν θεότητα, εἴπερ ὁμοίως ἐκείνῳ χωρεῖται καὶ αὐτὴ ὑπὸ τῆς φύσεως. ἢ οὖν ἴσος ἐστὶν ὁ νοῦς τῇ θεότητι, καθὼς ὁ Ἀπολινάριος βούλεται, καὶ ἀπὸ τούτου πρὸς ἐκεῖνο μεταστὰς οὐκ ἠλλοιώθη· ἢ εἰ καταδεέστερον ὁ νοῦς παρὰ τὸ θεῖον ὁ τοῦτο ἐξ ἐκείνου γενόμενος πρὸς τὸ εὐτελέστερον ἠλλοιώθη. ἀλλὰ τίς οὐκ οἶδεν, ὅτι κατὰ τὸ ἴσον ὑποβέβηκε τῇ ἀπροσίτῳ τε καὶ ἀπροσπελάστῳ φύσει πᾶν τὸ ἐν τῇ κτίσει νοούμενον, ὡς ἴσην εἶναι τὴν τροπήν, κἂν εἰς κτίσμα κἂν εἰς νοῦν τις λέγοι μεταβεβλῆσθαι τὸ θεῖον; ὥστε εἰ τὸ ἐν νῷ γενέσθαι τροπὴν ὁ Ἀπολινάριος <οὐκ> οἴεται, οὐδὲ τὸ δίχα διανοίας καταμιχθῆναι τῷ ἀνθρώπῳ προσμαρτυρεῖ τῷ ἀνακραθέντι τὸ ἀναλλοίωτον. ἀλλ' εἴπερ οὐκ ἠλλοιώθη σὰρξ γενόμενος, πολὺ μᾶλλον ἐν τῷ ἀτρέπτῳ διέμεινε καὶ πρὸς τὸν νοῦν ποιησάμενος τὴν ἀνάκρασιν· εἰ δὲ τῷ ἐν νῷ γενέσθαι κατηγορεῖ τὴν τροπήν, καὶ ἡ πρὸς τὴν σάρκα οἰκείω σις οὐκ ἐκφεύγει πάντως τὴν κατηγορίαν τῆς ἀλλοιώσεως.
Ἔτι φησὶ (τὰ γὰρ ἐν τῷ μέσῳ παρίημι)· Εἰ μετὰ τὴν ἀνάστασιν θεὸς γέγονε καὶ οὐκέτι ἐστὶν ἄνθρω πος, πῶς ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ; καὶ πῶς ὀψόμεθα τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν; πῶς δὲ καὶ πρὶν ἑνωθῆναι καὶ ἀποθεωθῆναι λέγει· Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν; ταῦτα διέξεισιν ἐκεῖνος διὰ τῶν εἰρημένων κατασκευάζων, ὅτι οὐδὲν πρὸς τὸ θειό τερον ἡ τοῦ σώματος φύσις μετεποιήθη, ἀλλ' ἔτι περὶ αὐτὸν αἱ τρίχες, οἱ ὄνυχες, ἡ μορφή, τὸ σχῆμα, ἡ τοῦ ὄγκου περι γραφὴ καὶ τὰ λοιπά, δηλονότι ὅσα τε φαινόμενα καὶ ὅσα [τε] κρύφια τῶν μερῶν τῶν τοῦ σώματος. ἐγὼ δὲ τὸ μὲν μὴ 3,1.229 δεῖν οὕτω χαμαιριφῆ καὶ χαμαίζηλα περὶ τὸν θεὸν ἐννοεῖν περιττὸν ἡγοῦμαι λόγῳ κατασκευάζεσθαι, αὐτοῦ τοῦ τῶν ἐναντίων λόγου καὶ δι' ἑαυτοῦ τὴν ἀτοπίαν κηρύσσοντος. ὡς δ' ἂν μὴ τὰ θεῖα λόγια συνεργεῖν αὐτῷ πρὸς τὴν μυθο ποιΐαν λογίζοιτο, διὰ βραχέων ἕκαστον τῶν εἰρημένων ἐπι δραμοῦμαι. ἐπειδή, φησίν, ἐν τῇ συντελείᾳ τοῦ παντὸς ὁ τοὺς ἀγγέλους ἀποστέλλων υἱὸς ἀνθρώπου λέγεται, διὰ