1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

43

ἐκείνων ἀπόνοιαν, ὅταν καὶ ἐνταῦθα μηδὲν ἔχωσι πλέον τῶν Ἑλλήνων, ἀλλ' ὁμοίως ὦσι προδεδομένοι κατὰ τὸν τῆς σωτηρίας λόγον. Ὁ γὰρ ὑπόδικος κυρίως ἂν ἐκεῖνος λέγοιτο, ὁ μὴ δυνάμενος ἀρκεῖν ἑαυτῷ πρὸς ἀπολογίαν, ἀλλὰ τῆς ἑτέρου δεόμενος βοηθείας· οἷα ἦν καὶ τὰ ἡμέτερα πάντα, ἀπολωλεκότων ἡμῶν τὰ πρὸς σωτηρίαν συντείνοντα. ∆ιὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Πάλιν ἐφήλατο τῷ νόμῳ, μετὰ φειδοῦς μέν· οὐ γὰρ αὐτοῦ κατηγορία τὸ εἰρημένον, ἀλλὰ τῆς τῶν Ἰουδαίων ῥᾳθυμίας· πλὴν ἀλλ' ὅμως ἐσπούδακεν ἐνταῦθα, ἐπειδὴ μέλλει τὸν περὶ τῆς πίστεως εἰσάγειν λόγον, 60.443 δεῖξαι αὐτὸν σφόδρα ἠσθενηκότα. Εἰ γὰρ αὐχεῖς ἐπὶ τῷ νόμῳ, φησὶν, αὐτός σε μᾶλλον καταισχύνει· οὗτός σου τὰς ἁμαρτίας ἐκπομπεύει. Ἀλλ' οὐκ εἶπεν οὕτω τραχέως, ἀλλ' ὑφειμένως πάλιν· ∆ιὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Οὐκοῦν καὶ ἡ κόλασις μείζων, ἀλλὰ παρὰ τῶν Ἰουδαίων. Ὁ μὲν γὰρ νόμος ἤνυε τὸ φανεράν σοι ποιῆσαι τὴν ἁμαρτίαν, σὸν δὲ ἦν λοιπὸν τὸ φυγεῖν· μὴ φυγὼν τοίνυν, μᾶλλον ἐπεσπάσω τὴν κόλασιν, καὶ τὸ τοῦ νόμου κατόρθωμα γέγονέ σοι μείζονος ἐφόδιον τιμωρίας. βʹ. Ὅτε τοίνυν τὸν φόβον ηὔξησε, τότε λοιπὸν ἐπάγει τὰ τῆς χάριτος, ἐν πολλῇ καταστήσας ἐπιθυμίᾳ τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, καί φησι· Νῦν δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται. Μέγα ἐνταῦθα ἐφθέγξατο, καὶ πολλῆς δεόμενον τῆς κατασκευῆς. Εἰ γὰρ οἱ ἐν νόμῳ ζῶντες οὐ μόνον οὐκ ἔφυγον κόλασιν, ἀλλὰ καὶ πλέον ἐβαρύνθησαν, πῶς ἔστι χωρὶς νόμου μὴ μόνον τιμωρίαν φυγεῖν, ἀλλὰ καὶ δικαιωθῆναι; ∆ύο γὰρ ἄκρα ἐνταῦθα τέθεικε, καὶ τὸ δικαιοῦσθαι, καὶ τὸ χωρὶς νόμου τούτων τυγχάνειν τῶν ἀγαθῶν. ∆ιὰ τοῦτο οὐχ ἁπλῶς εἶπε, ∆ικαιοσύνη, ἀλλὰ, ∆ικαιοσύνη Θεοῦ, ἀπὸ τῆς ἀξίας τοῦ προσώπου καὶ μείζονα δείξας τὴν δωρεὰν καὶ δυνατὴν τὴν ὑπόσχεσιν· πάντα γὰρ αὐτῷ δυνατά. Καὶ οὐκ εἶπεν, Ἐδόθη, ἀλλὰ, Πεφανέρωται, τὸ τῆς καινοτομίας ὑποτεμνόμενος ἔγκλημα· τὸ γὰρ πεφανερωμένον, ὡς παλαιὸν καὶ κρυπτόμενον φανεροῦται. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ ἑξῆς δείκνυσιν οὐ πρόσφατον ὂν τοῦτο· εἰπὼν γὰρ, Πεφανέρωται, ἐπήγαγε, Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Μὴ γὰρ, ἐπειδὴ νῦν ἐδόθη, θορυβηθῇς, φησὶ, μηδὲ ὡς πρὸς καινὸν καὶ ξένον πρᾶγμα ταραχθῇς· ἄνωθεν γὰρ αὐτὸ καὶ ὁ νόμος καὶ οἱ προφῆται προέλεγον. Καὶ τὰ μὲν ἔδειξε διὰ τῆς κατασκευῆς ταύτης, τὰ δὲ μέλλει, ἐν μὲν τοῖς ἔμπροσθεν παραγαγὼν τὸν Ἀββακοὺμ λέγοντα· Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· ἐν δὲ τοῖς μετὰ ταῦτα τὸν Ἀβραὰμ, τὸν ∆αυῒδ, καὶ αὐτοὺς περὶ τούτων διαλεγομένους ἡμῖν. Καὶ γὰρ πολὺς τῶν προσώπων τούτων ὁ λόγος ἦν παρ' αὐτοῖς· ὁ μὲν γὰρ ἦν πατριάρχης καὶ προφήτης, ὁ δὲ βασιλεὺς καὶ προφήτης· καὶ αἱ ἐπαγγελίαι δὲ αἱ περὶ τούτων πρὸς ἀμφοτέρους τούτους ἦσαν γεγενημέναι. ∆ιὸ καὶ ὁ Ματθαῖος ἀρχόμενος τοῦ Εὐαγγελίου, ἀμφοτέρων τούτων μέμνηται πρῶτον, καὶ τότε κατ' ἀκολουθίαν παράγει τοὺς προγόνους. Εἰπὼν γὰρ, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, οὐκ ἀνέμεινεν εἰπὼν μετὰ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ, ἀλλὰμετὰ τοῦ Ἀβραὰμ τοῦ ∆αυῒδ ἐμνημόνευσε· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ πρὸ τοῦ Ἀβραὰμ τὸν ∆αυῒδ τέθεικεν, οὕτω λέγων· Υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ· καὶ τότε ἤρξατο καταλέγειν τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ καὶ τοὺς ἑξῆς ἅπαντας. ∆ιὸ καὶ ὁ Ἀπόστολος ἐνταῦθα αὐτοὺς περιστρέφει συνεχῶς, καί φησι· ∆ικαιοσύνη δὲ Θεοῦ μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Ἵνα δὲ μή τις εἴπῃ, Καὶ πῶς αὐτοὶ μηδὲν συντελοῦντες εἰς τὸ προκείμενον, σωζόμεθα; δείκνυσι καὶ ἡμᾶς εἰσφέροντας οὐ μικρὸν εἰς τοῦτο, τὴν πίστιν λέγω. Εἰπὼν γοῦν, ∆ικαιοσύνη Θεοῦ, ἐπήγαγε, ∆ιὰ τῆς πίστεως, εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας. Πάλιν ἐνταῦθα θορυβεῖται ὁ Ἰουδαῖος, οὐδὲν ἐξαίρετον παρὰ τοὺς λοιποὺς ἔχων, μετὰ τῆς οἰκουμένης ἀριθμούμενος ἁπάσης. Ἵν' οὖν μὴ τοῦτο πάθῃ, συστέλλει πάλιν αὐτὸν 60.444 τῷ φόβῳ, ἐπάγων· Οὐ γάρ ἐστι διαστολή· πάντες γὰρ ἥμαρτον. Μὴ γάρ μοι εἴπῃς, ὅτι Ὁ δεῖνα ὁ Ἕλλην, ὁ δεῖνα ὁ Σκύθης, ὁ δεῖνα ὁ Θρᾴξ· ἐν γὰρ τοῖς αὐτοῖς ἅπαντες. Εἰ γὰρ καὶ νόμον ἔλαβες, ἓν