1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

44

κόσμον· ἀπέλαβε δὲ ὁ οὐρανὸς τῶν ἄστρων τὰ ἄνθη, καὶ οἱονεὶ διδύμων ὀφθαλμῶν βολαῖς τῇ συζυγίᾳ τῶν μεγάλων φωστήρων κατεκοσμήθη. Λειπόμε νον ἦν καὶ τοῖς ὕδασι τὸν οἰκεῖον κόσμον ἀποδοθῆναι. Ἦλθε πρόσταγμα, καὶ εὐθὺς καὶ ποταμοὶ ἐνεργοὶ, καὶ λίμναι γόνιμοι τῶν οἰκείων ἕκαστον αὐτῶν καὶ κατὰ φύσιν γενῶν. Καὶ ἡ θάλασσα τὰ παντοδαπὰ γένη τῶν πλωτῶν ὤδινε, καὶ οὐδὲ ὅσον ἐν ἰλύσι καὶ τέλμασι τοῦ ὕδατος ἦν, οὐδὲ τοῦτο ἀργὸν, οὐδὲ ἄμοιρον τῆς κατὰ τὴν κτίσιν συντελείας ἀπέμεινε. Βάτραχοι γὰρ καὶ ἐμπίδες καὶ κώνωπες ἐξ αὐτῶν ἀπεζέννυντο δηλονότι. Τὰ γὰρ ἔτι καὶ νῦν ὁρώμενα ἀπόδειξίς ἐστι τῶν παρελθόντων. Οὕτω πᾶν ὕδωρ ἠπείγετο τῷ δημιουργικῷ προστάγματι ὑπουργεῖν· καὶ ὧν οὐδ' ἂν τὰ γένη τις ἐξαριθμήσασθαι δυνηθείη, τούτων τὴν ζωὴν εὐθὺς ἐνεργὸν καὶ κινουμένην ἀπέδειξεν ἡ μεγάλη καὶ ἄφατος τοῦ Θεοῦ δύναμις, ὁμοῦ τῷ προστάγματι τῆς πρὸς τὸ ζῳογονεῖν ἐπιτηδειότητος ἐγγενομένης τοῖς ὕδασιν. Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Νῦν πρῶτον ἔμψυχον καὶ αἰσθήσεως μετέχον ζῷον δημιουρ γεῖται. Φυτὰ γὰρ καὶ δένδρα κἂν ζῆν λέγηται διὰ τὸ μετέχειν τῆς θρεπτικῆς καὶ αὐξητικῆς δυνάμεως, ἀλλ' οὐχὶ καὶ ζῷα, οὐδὲ ἔμψυχα. Τούτου γε ἕνεκα, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετά. Πᾶν τὸ νηκτικὸν κἂν τῇ ἐπιφανείᾳ τοῦ ὕδατος ἐπινήχηται, κἂν διὰ βάθους τέμνῃ τὸ ὕδωρ, τῆς τῶν ἑρπηστικῶν ἐστι φύσεως, ἐπισυρόμενον τῷ τοῦ ὕδατος σώματι. Κἂν ὑπόποδα δὲ καὶ πορευτικὰ ὑπάρχῃ τινὰ τῶν ἐνύδρων (μάλιστα μὲν ἀμφίβια τὰ πολλὰ τούτων ἐστίν· οἷον φῶκαι, καὶ κροκόδειλοι, καὶ οἱ ποτάμιοι ἵπποι, καὶ βάτραχοι, καὶ καρκῖνοι), ἀλλ' οὖν προηγούμενον ἔχει τὸ νηκτικόν. ∆ιὰ τοῦτο, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετά. Ἐν τούτοις τοῖς μικροῖς ῥήμασι τί παρεῖται γένος; τί οὐκ ἐμπεριείληπται τῷ προστάγματι τῆς δημιουργίας; Οὐ τὰ ζωοτοκοῦντα, οἷον φῶκαι καὶ δελφῖνες καὶ νάρκαι, καὶ τὰ ὅμοια τούτοις τὰ σελάχη λεγόμενα; οὐ τὰ ὠοτόκα, ἅπερ ἐστὶ πάντα σχεδὸν τῶν ἰχθύων τὰ γένη; οὐχ ὅσα λεπιδωτὰ, οὐχ ὅσα φολιδωτὰ, οὐχ οἷς ἐστι πτερύγια καὶ οἷς μή ἐστιν; Ἡ μὲν φωνὴ τοῦ προστάγματος μικρὰ, μᾶλλον δὲ οὐδὲ φωνὴ, ἀλλὰ ῥοπὴ μόνον καὶ ὁρμὴ τοῦ θελήματος· τὸ δὲ τῆς ἐν τῷ προστάγματι διανοίας πολύχουν τοσοῦτόν ἐστιν, ὅσαι καὶ αἱ τῶν ἰχθύων διαφοραὶ καὶ κοινότητες, οἷς πᾶσι δι' ἀκριβείας ἐπεξελθεῖν, ἴσον ἐστὶ καὶ κύματα πελάγους ἀπαριθμεῖσθαι, ἢ ταῖς κοτύλαις πειρᾶσθαι τὸ ὕδωρ τῆς θαλάσσης ἀπομετρεῖν. Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετά. Ἐν τούτοις ἔνι τὰ πελάγια, τὰ αἰγιαλώδη, τὰ βύθια, τὰ πετρώδη, τὰ ἀγελαῖα, τὰ σποραδικὰ, τὰ κήτη, τὰ ὑπέρογκα, τὰ λεπτότατα τῶν ἰχθύων. Τῇ γὰρ αὐτῇ δυνάμει, καὶ τῷ ἴσῳ προστάγματι, τό τε μέγα καὶ τὸ μικρὸν μετα λαγχάνει τοῦ εἶναι. Ἐξαγαγέτω τὰ ὕδατα. Ἔδειξέ σοι τὴν φυσικὴν τῶν νηκτῶν πρὸς τὸ ὕδωρ συγγένειαν, διὸ μικρὸν οἱ ἰχθύες χωρισθέντες τοῦ ὕδατος διαφθείρονται. Οὐδὲ γὰρ ἔχουσιν ἀναπνοὴν ὥστε ἕλκειν τὸν ἀέρα τοῦτον· ἀλλ' ὅπερ τοῖς χερσαίοις ἐστὶν ἀὴρ, τοῦτο τῷ πλωτῷ γένει τὸ ὕδωρ. Καὶ ἡ αἰτία δήλη. Ὅτι ἡμῖν μὲν ὁ πνεύμων ἔγκειται, ἀραιὸν καὶ πολύπορον σπλάγχνον, ὃ διὰ τῆς τοῦ θώρακος διαστολῆς τὸν ἀέρα δεχόμενον, τὸ ἔνδον ἡμῶν θερμὸν διαρριπίζει καὶ ἀναψύχει· ἐκείνοις δὲ ἡ τῶν βραγχίων διαστολὴ καὶ ἐπίπτυξις, δεχομένων τὸ ὕδωρ καὶ διιέντων, τὸν τῆς ἀναπνοῆς λόγον ἀποπληροῖ. Ἴδιος κλῆρος τῶν ἰχθύων, ἰδία φύσις, δίαιτα κεχωρισμένη, ἰδιότροπος ἡ ζωή. ∆ιὰ τοῦτο οὐδὲ τιθασσεύεσθαί τι τῶν νηκτῶν καταδέχεται, οὐδὲ ὅλως ὑπομένει χειρὸς ἀνθρωπίνης ἐπιβολήν. 7.2 Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος. Ἑκάστου γένους τὰς ἀπαρχὰς νῦν, οἱονεὶ σπέρματά τινα τῆς φύσεως, προβληθῆναι κελεύει· τὸ δὲ πλῆθος αὐτῶν ἐν τῇ μετὰ ταῦτα διαδοχῇ ταμιεύεται, ὅταν αὐξάνεσθαι αὐτὰ καὶ πληθύνεσθαι δέῃ. Ἄλλου γένους ἐστὶ τὰ ὀστρα κόδερμα προσαγορευόμενα· οἷον κόγχαι, καὶ κτένες, καὶ κοχλίαι θαλάσσιοι, καὶ στρόμβοι, καὶ αἱ μυρίαι τῶν ὀστρέων διαφοραί. Ἄλλο πάλιν παρὰ ταῦτα γένος, τὰ μαλακόστρακα προσειρημένα, κάραβοι,