44
μόνον ἔμαθες ἀπὸ τοῦ νόμου, τὸ εἰδέναι τὴν ἁμαρτίαν, οὐ τὸ φεύγειν αὐτήν. Εἶτα, ἵνα μὴ λέγωσιν, ὅτι Εἰ καὶ ἡμάρτομεν, ἀλλ' οὐχ οὕτως ὡς ἐκεῖνοι, ἐπήγαγε· Καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Ὥστ' εἰ καὶ μὴ τὰ αὐτὰ τοῖς ἄλλοις ἥμαρτες, ἀλλὰ τῆς δόξης ὁμοίως ἀποστερῇ· τῶν γὰρ προσκεκρουκότων εἶ· ὁ δὲ προσκεκρουκὼς οὐ τῶν δοξαζομένων, ἀλλὰ τῶν κατῃσχυμμένων. Ἀλλὰ μὴ φοβηθῇς· διὰ γὰρ τοῦτο ταῦτα εἶπον, οὐχ ἵνα σε εἰς ἀπόγνωσιν ἐμβάλω, ἀλλ' ἵνα δείξω τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν. ∆ιὸ καὶ ἐπήγαγε· ∆ικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ. Ὅρα διὰ πόσων κατασκευάζει τὸ εἰρημένον. Πρῶτον ἀπὸ τῆς ἀξίας τοῦ προσώπου· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ ἐργαζόμενος ταῦτα, ἵνα ἀτονήσῃ, ἀλλ' ὁ Θεὸς ὁ πάντα δυνάμενος· Θεοῦ γάρ ἐστιν ἡ δικαιοσύνη, φησί. ∆εύτερον ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· μὴ γὰρ, ἐπειδὴ Χωρὶς νόμου ἤκουσας, φοβηθῇς· καὶ γὰρ αὐτῷ τῷ νόμῳ τοῦτο δοκεῖ. Τρίτον ἀπὸ τῶν θυσιῶν τῶν ἐν τῇ Παλαιᾷ· διὰ γὰρ τοῦτο εἶπεν, Ἐν τῷ αὐτοῦ αἵματι, ἀναμιμνήσκων αὐτοὺς τῶν προβάτων ἐκείνων καὶ τῶν μόσχων. Εἰ γὰρ ἀλόγων σφαγαὶ, φησὶν, ἁμαρτίας ἔλυον, πολλῷ μᾶλλον τὸ αἷμα τοῦτο. Καὶ οὐχ ἁπλῶς εἶπε, Λυτρώσεως, ἀλλ', Ἀπολυτρώσεως, ὡς μηκέτι ἡμᾶς ἐπανελθεῖν πάλιν ἐπὶ τὴν αὐτὴν δουλείαν. Καὶ ἱλαστήριον δι' αὐτὸ τοῦτο καλεῖ, δεικνὺς, ὅτι εἰ ὁ τύπος τοσαύτην εἶχεν ἰσχὺν, πολλῷ μᾶλλον ἡ ἀλήθεια τὸ αὐτὸ ἐπιδείξεται. ∆ηλῶν δὲ πάλιν οὐ νεώτερον τοῦτο ὂν, οὐδὲ καινὸν, φησὶ, Προέθετο. Καὶ εἰπὼν, Προέθετο ὁ Θεὸς, καὶ δείξας τοῦ Πατρὸς τὸ κατόρθωμα, τὸ αὐτὸ δείκνυσι καὶ τοῦ Υἱοῦ ὄν· ὁ μὲν γὰρ Πατὴρ προέθετο, ὁ δὲ Χριστὸς ἐν τῷ αὐτοῦ αἵματι τὸ πᾶν κατώρθωσεν. Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ. Τί ἐστιν, Ἔνδειξις τῆς δικαιοσύνης; Ὥσπερ ἔνδειξις πλούτου, τὸ μὴ μόνον αὐτὸν εἶναι πλούσιον, ἀλλὰ καὶ ἑτέρους πλουσίους ποιεῖν· καὶ ζωῆς, τὸ μὴ μόνον αὐτὸν εἶναι ζῶντα, ἀλλὰ καὶ νεκροὺς ζωοποιεῖν· καὶ δυνάμεως, τὸ μὴ μόνον αὐτὸν εἶναι δυνατὸν, ἀλλὰ καὶ τοὺς ἀσθενεῖς δυναμοῦν· οὕτω καὶ δικαιοσύνης ἔνδειξις, τὸ μὴ μόνον αὐτὸν εἶναι δίκαιον, ἀλλὰ καὶ τὸ ἑτέρους ἐν ἁμαρτίαις κατασαπέντας ἐξαίφνης δικαίους ποιεῖν. Τοῦτο οὖν καὶ αὐτὸς ἑρμηνεύων ἐπήγαγε, τίς ἐστιν ἔνδειξις· Εἰς τὸ εἶναι αὐτὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ. γʹ. Μὴ τοίνυν ἀμφίβαλλε· οὐ γὰρ ἐξ ἔργων, ἀλλ' ἀπὸ πίστεως· μηδὲ φεῦγε τὴν τοῦ Θεοῦ δικαιοσύνην· διπλοῦν γὰρ αὐτῆς τὸ ἀγαθὸν, ὅτι καὶ κοῦφόν ἐστι, καὶ πᾶσι προκείμενον· μηδὲ αἰσχύνου καὶ ἐρυθρία· εἰ γὰρ αὐτὸς ἐνδείκνυται τοῦτο ποιῶν, καὶ ὡς ἂν εἴποι τις, ἐναβρύνεται καὶ ἐγκαλλωπίζεται, πῶς σὺ καταδύῃ καὶ ἐγκαλύπτῃ, ἐφ' ᾧ ὁ ∆εσπότης σου δοξάζεται; Ἐπάρας τοίνυν τὸν ἀκροατὴν διὰ τοῦ εἰπεῖν, ὅτι ἔνδειξις τῆς τοῦ Θεοῦ δικαιοσύνης ἐστὶ τὰ γινόμενα, πάλιν τῷ φόβῳ ὠθεῖ τὸν ὀκνοῦντα καὶ ἀναδυόμενον προσελθεῖν, οὕτω λέγων· ∆ιὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων. Ὁρᾷς πῶς συνεχῶς ἀναμιμνήσκει τῶν πλημμελημάτων αὐτούς, 60.445 ἀνωτέρω μὲν λέγων, ∆ιὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας, μετὰ ταῦτα δὲ, ὅτι Πάντες ἥμαρτον, ἐνταῦθα δὲ σφοδρότερον. Οὐδὲ γὰρ εἶπε, ∆ιὰ τὰ ἁμαρτήματα, ἀλλὰ, ∆ιὰ τὴν πάρεσιν, τουτέστι τὴν νέκρωσιν. Οὐκέτι γὰρ ὑγείας ἐλπὶς ἦν, ἀλλ' ὥσπερ σῶμα παραλυθὲν τῆς ἄνωθεν ἐδεῖτο χειρός· οὕτω καὶ ἡ ψυχὴ νεκρωθεῖσα. Καὶ τὸ δὴ χαλεπώτερον, ὅπερ ἐν τάξει θεὶς αἰτίας, δείκνυσι μεῖζον ὂν κατηγόρημα. Τί δὲ τοῦτό ἐστι; Τὸ ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ τὴν πάρεσιν γεγενῆσθαι. Οὐδὲ γὰρ ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι οὐκ ἀπελαύσατε πολλῆς ἀνοχῆς καὶ χρηστότητος. Τὸ δὲ, Ἐν τῷ νῦν καιρῷ, τὴν πολλὴν δεικνύντος ἐστὶν ἀνοχὴν καὶ φιλανθρωπίαν. Ὅτε γὰρ ἀπεγνώσθημεν, φησὶ, καὶ καιρὸς ἀποφάσεως ἦν, καὶ ηὐξήθη τὰ κακὰ, καὶ ἐπληρώθησαν αἱ ἁμαρτίαι, τότε τὴν ἑαυτοῦ δύναμιν ἐπεδείξατο, ἵνα μάθῃς πόση παρ' αὐτῷ τῆς δικαιοσύνης ἡ περιουσία. Οὐδὲ γὰρ ἐν ἀρχῇ γενόμενον τοῦτο οὕτω θαυμαστὸν ἂν ἐφάνη καὶ παράδοξον, ὡς νῦν, ὅτε πάσης ἰατρείας