1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

44

ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος." ∆ιὰ δὲ τοῦ, Πίονται καὶ ἐξεμοῦνται, τὸν κόρον δηλοῖ· διὰ δὲ ἐκμανήσονται, τὸ χαλεπὸν τῆς τιμωρίας αἰνίττε ται. Εἶτα διηγεῖται ὁ προφήτης, ὡς ἐπότισε τὴν Ἱερουσαλὴμ, καὶ τὰς ὑπ' αὐτὴν πόλεις τελούσας, σὺν τοῖς βασιλεῦσι καὶ ἄρχουσι· καὶ διδάσκει τὰ διὰ τοῦ ποτηρίου δηλούμενα. "Τοῦ θεῖναι αὐτὰς εἰς ἔρημον, καὶ ἄβατον, καὶ εἰς συριγμὸν, καὶ εἰς κατάραν, κατὰ τὴν ἡμέραν ταύτην." Τουτέστιν, ἐν τῷ καιρῷ τούτῳ. Καὶ ἄβατον μὲν καλῶν, τὴν ἐρη μίαν δηλοῖ· διὰ δὲ τοῦ συριγμοῦ σημαίνει τὴν ἔκ πληξιν τῶν θεωμένων. Τὰς γὰρ ἐπὶ τὸ χεῖρον ὁρῶντες μεταβολὰς, συρίττειν εἰώθαμεν· τούτοις ἀκόλουθος κατάρα· εἰώθασι γάρ τινες λέγειν, "Τάδε πάθοις, ἅπερ ὁ δεῖνα πέπονθε." Προστίθησι δὲ, ὅτι καὶ τὸν Φαραὼ τὸν βασιλέα τῶν Αἰγυπτίων καὶ τοὺς ἐπ άρχους αὐτοῦ, καὶ πάντας τοὺς ὑπηκόους πεπότικε· πρὸς δὲ τοῖς ἐγχωρίοις, καὶ τοὺς μετοίκους· συμ μίκτους γὰρ ἐκείνους καλεῖ. Αἰνίττεται δὲ διὰ τού των, ὅτι καὶ οἱ πεφευγότες Ἰουδαῖοι τοῖς αὐτοῖς περι πεσοῦνται κακοῖς. Λέγει δὲ πεποτικέναι καὶ τῶν Χαλδαίων τοὺς βασιλέας, καὶ πᾶσαν τὴν Ἀραβίαν, καὶ πάντας τοὺς βασιλεῖς τῆς γῆς Οὔζ· τὴν δὲ Ἰδουμαίαν οὕτω κέκληκε· καὶ τοῦτο ὁ αὐτὸς προ φήτης διδάσκει σαφέστερον ἐν τοῖς ἑξῆς. Λέγει γάρ· Πεπότικε "καὶ τῶν ἀλλοφύλων τοὺς βασιλεῖς, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας, καὶ Τυρίους, καὶ Σιδωνίους, καὶ τὴν ∆αιδὰν, καὶ τὴν Θαιμάν·" πόλεις δὲ καὶ αὗται τῆς Ἀραβίας, ὡς καὶ ἐν ταῖς τῶν ἄλ λων προφητῶν ἑρμηνείαις ἐδείξαμεν. "Καὶ τὸν Βοὺζ," Περσικὸν τὸ ἔθνος, "καὶ πάντα περικειρό μενον τὸ κατὰ πρόσωπον αὑτοῦ." Τοὺς Σαρακηνοὺς λέγει. κδʹ, κεʹ. Καὶ πάντας τοὺς βασιλεῖς Ἀραβίας, καὶ πάντας τοὺς βασιλεῖς τοὺς συμμίκτους, τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ. Καὶ πάντας τοὺς βασιλεῖς Ζαμβρή. Παρὰ τῷ Ἑβραίῳ καὶ τῷ Σύρῳ Ζεμβρὰν εὑρήκαμεν· τῆς δὲ Χετούρας οὗτος υἱός· καὶ οὗτοι μέντοι τὴν ἔρημον ᾤκησαν. "Καὶ πάντας τοὺς βασιλεῖς Ἐλάμ." Καὶ τοῦτο Περσικὸν ἔθνος. "Καὶ πάντας τοὺς βασιλεῖς Μήδων καὶ Περσῶν." κϛʹ. Καὶ πάντας τοὺς βασιλεῖς ἀφηλιώτου 81.640 τοὺς ἐγγὺς καὶ τοὺς πόῤῥω· καὶ ἕκαστον πρὸς τὸν ἀδελφὸν αὑτοῦ. Τουτέστιν, ὥστε δι' ἀλλήλων δίκας δοῦναι τῆς ἀσεβείας. "Καὶ πάσας τὰς βασι λείας τῆς γῆς, τὰς ἐπὶ προσώπου τῆς γῆς· καὶ βασιλεὺς Σησὰχ πίεται ἔσχατος αὐτῶν." Τὸν Βα βυλώνιον οὕτως ἡγοῦμαι κληθῆναι· διὰ τούτου γὰρ καὶ οἱ προῤῥηθέντες ἔπιον· καὶ μετ' ὀλίγον τοῦτον πίεσθαι ἔσχατόν φησι. Μετὰ γὰρ δὴ τὴν διὰ τούτου τοῖς ἄλλοις προσενεχθεῖσαν τιμωρίαν αὐτὸς ἔδωκε δίκας. Εἶτα τοῖς πιεῖν μὴ βουλομένοις ἀπειλεῖ, ὅτι καὶ ἄκοντες πίονται. κθʹ. Ἄρξομαι γὰρ, φησὶν, ἀπὸ τῆς πόλεως ἐφ' ἧς ὠνομάσθη τὸ ὄνομά μου ἐπ' αὐτὴν, ἀπ' αὐτῆς ἄρχομαι τοῦ κακῶσαι· καὶ ὑμεῖς καθα ρισμῷ καθαρισθήσεσθε, καὶ οὐ μὴ καθαρισθῆτε. Τὴν ἀφωρισμένην, φησὶ, παραδίδωμι πόλιν· καὶ ὑμεῖς διαφεύξεσθε τὴν τιμωρίαν; οὐχ οἷόν τε τοῦτο γενέσθαι. λʹ. Καὶ σὺ προφητεύσεις ἐπ' αὐτοὺς πάντας τοὺς λόγους τούτους, καὶ ἐρεῖς πρὸς αὐτοὺς, Κύριος ἀφ' ὑψηλοῦ χρηματιεῖ, καὶ ἀπὸ τοῦ ἁγίου, αὑτοῦ δώσει φωνὴν αὑτοῦ. Ἀμφότερα δεδήλωκεν, ὅτι οὐρανόθεν ἐκφέρει τὴν ψῆφον, καὶ ὅτι ἐν τῷ ἀφιερωμένῳ ναῷ ποιεῖται τὴν ἐπιφάνειαν. "Λόγον χρηματιεῖ ἐκ τοῦ τόπου αὑτοῦ, καὶ οἶδεν ὥσπερ οἱ ληνοβατοῦντες ἀποκριθήσονται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς." Τὴν ἀπόκρισιν τὸ ἔργον λέγει· ἕπεται γὰρ τῷ θείῳ λόγῳ καὶ τὸ ἔργον. λαʹ. Ἥκει ὄλεθρος ἐπὶ μέρος τῆς γῆς· ὅτι κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι· κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα· οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει Κύριος. Πάλιν τὴν ἄῤῥητον αὑτοῦ δείκνυσιν ἀγαθότητα. Οὐ γὰρ εἶπε, Κρινεῖ πᾶσαν σάρκα, ἀλλὰ, "Κρίνεται πρὸς πᾶσαν σάρκα·" δείκνυσι γὰρ τὰς οἰκείας εὐεργεσίας, καὶ τὴν τῶν λαμβανόν των ἀχαριστίαν ἐλέγχει. Λέγει δὲ διὰ τῶν ἑξῆς, καὶ τὰ ἐκ τῶν πολέμων φυόμενα κακὰ, καὶ ὅτι ἄταφοι οἱ