45
καὶ καρκῖνοι, καὶ τὰ παραπλήσια τούτοις. Ἕτερον παρὰ ταῦτα γένος ἐστὶ τὰ μαλάκια οὕτω προσαγορευθέντα, ὅσων ἡ σὰρξ ἁπαλὴ καὶ χαύνη· πολύποδες, καὶ σηπίαι, καὶ τὰ ὅμοια τούτοις. Καὶ ἐν τούτοις πάλιν διαφοραὶ μυρίαι. ∆ράκοντες γὰρ καὶ μύραιναι καὶ ἐγχέλυες, αἱ κατὰ τοὺς ἰλυώδεις ποταμοὺς καὶ λίμνας γινόμεναι, τοῖς ἰοβόλοις μᾶλλον τῶν ἑρπετῶν, ἢ τοῖς ἰχθύσι κατὰ τὴν ὁμοιότητα τῆς φύσεως προσεγγίζουσιν. Ἄλλο γένος τὸ τῶν ὠοτοκούντων, καὶ ἄλλο τὸ τῶν ζωοτοκούντων. Ζωοτοκεῖ δὲ τὰ γαλεώδη καὶ οἱ κυνίσκοι, καὶ ἁπαξαπλῶς τὰ σελάχη λεγόμενα. Καὶ τῶν κητῶν τὰ πλεῖστα ζωο τόκα· δελφῖνες, καὶ φῶκαι, ἃ καὶ νεαροὺς ἔτι τοὺς σκύμνους, διαπτοηθέντας ὑπὸ αἰτίας τινὸς, λέγεται πάλιν τῇ γαστρὶ ὑποδεχόμενα περιστέλλειν. Ἐξαγαγέτω τὰ ὕδατα κατὰ γένος. Ἕτερον γένος τὸ κητῶδες, καὶ τὸ τῶν λεπτῶν ἰχθύων ἕτερον. Πάλιν ἐν τοῖς ἰχθύσι μυρίαι διαφοραὶ κατὰ γένη διῃρημέναι· ὧν καὶ ὀνόματα ἴδια, καὶ τροφὴ παρηλ λαγμένη, καὶ σχῆμα καὶ μέγεθος καὶ σαρκῶν ποιότητες, πάντα μεγίσταις διαφοραῖς ἀλλήλων κεχωρισμένα, καὶ ἐν ἑτέροις καὶ ἑτέροις εἴδεσι καθεστῶτα. Ποῖοι μὲν οὖν θυννο σκόποι τῶν γενῶν τὰς διαφορὰς ἡμῖν ἀπαριθμήσασθαι δύνανται; Καίτοι φασὶν αὐτοὺς ἐν μεγάλαις ἀγέλαις ἰχθύων καὶ τὸν ἀριθμὸν ἀπαγγέλλειν. Τίς δὲ τῶν περὶ αἰγιαλοὺς καὶ ἀκτὰς καταγηρασάντων δύναται ἡμῖν τὴν ἱστορίαν πάντων δι' ἀκριβείας γνωρίσαι; Ἄλλα γνωρίζουσιν οἱ τὴν Ἰνδικὴν ἁλιεύοντες θάλασσαν· ἄλλα, οἱ τὸν Αἰγύπτιον ἀγρεύοντες κόλπον· ἄλλα, νησιῶται· καὶ ἄλλα, Μαυρούσιοι. Πάντα δὲ ὁμοίως μικρά τε καὶ μεγάλα τὸ πρῶτον ἐκεῖνο πρόσταγμα καὶ ἡ ἄφατος ἐκείνη παρήγαγε δύναμις. Πολλαὶ τῶν βίων αἱ παραλλαγαί· πολλαὶ καὶ αἱ περὶ τὰς διαδοχὰς ἑκάστου γένους διαφοραί. Οὐκ ἐπωάζουσιν οἱ πλεῖστοι τῶν ἰχθύων ὥσπερ αἱ ὄρνιθες, οὔτε καλιὰς πήγνυνται, οὔτε μετὰ πόνων ἐκτρέφουσιν ἑαυτῶν τὰ ἔκγονα· ἀλλὰ τὸ ὕδωρ ὑποδεξάμενον ἐκπεσὸν τὸ ὠὸν, ζῷον ἐποίησεν. Καὶ ἑκάστῳ γένει ἡ διαδοχὴ ἀπαράλλακτος καὶ ἀνεπίμικτος πρὸς ἑτέραν φύσιν. Οὐχ οἷαι τῶν ἡμιόνων ἐπὶ τῆς χέρσου, ἢ καί τινων ὀρνίθων ἐπιπλοκαὶ παραχαρασσόντων τὰ γένη. Οὐδὲν παρὰ τοῖς ἰχθύσιν ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσιν, ὡς βοῦς παρ' ἡμῖν καὶ πρόβατον· οὐδὲ γὰρ μηρυκίζει τι παρ' αὐτοῖς, εἰ μὴ τὸν σκάρον μόνον ἱστοροῦσί τινες. Πάντα δὲ ὀξυτάταις ἀκμαῖς ὀδόντων καταπεπύκνωται, ἵνα μὴ τῇ χρονίᾳ μα σήσει ἡ τροφὴ διαρρέῃ· ἔμελλε γὰρ, εἰ μὴ ὀξέως κατατεμ νομένη τῇ γαστρὶ παρεπέμπετο, ἐν τῇ λεπτοποιήσει διαφο ρεῖσθαι παρὰ τοῦ ὕδατος. 7.3 Τροφὴ δὲ ἰχθύσιν ἄλλοις ἄλλη κατὰ γένος διωρισμένη. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται· οἱ δὲ τοῖς φυκίοις· ἄλλοι ταῖς βοτάναις ταῖς ἐντρεφομέναις τῷ ὕδατι ἀρκοῦνται. Ἀλλη λοφάγοι δὲ τῶν ἰχθύων οἱ πλεῖστοι, καὶ ὁ μικρότερος παρ' ἐκείνοις βρῶμά ἐστι τοῦ μείζονος. Κἄν ποτε συμβῇ τὸν τοῦ ἐλάττονος κρατήσαντα ἑτέρου γενέσθαι θήραμα, ὑπὸ τὴν μίαν ἄγονται γαστέρα τοῦ τελευταίου. Τί οὖν ἡμεῖς οἱ ἄνθρωποι ἄλλο τι ποιοῦμεν ἐν τῇ καταδυναστείᾳ τῶν ὑποδεεσ τέρων; τί διαφέρει τοῦ τελευταίου ἰχθύος ὁ τῇ λαιμάργῳ φιλοπλουτίᾳ τοῖς ἀπληρώτοις τῆς πλεονεξίας αὐτοῦ κόλποις ἐναποκρύπτων τοὺς ἀσθενεῖς; Ἐκεῖνος εἶχε τὰ τοῦ πένη τος· σὺ τοῦτον λαβὼν μέρος ἐποιήσω τῆς περιουσίας σεαυτοῦ. Ἀδίκων ἀδικώτερος ἀνεφάνης, καὶ πλεονεκτικώτε ρος πλεονέκτου. Ὅρα μὴ τὸ αὐτό σε πέρας τῶν ἰχθύων ἐκδέξηται, ἄγκιστρόν που, ἢ κύρτος, ἢ δίκτυον. Πάντως γὰρ καὶ ἡμεῖς πολλὰ τῶν ἀδίκων διεξελθόντες, τὴν τελευταίαν τιμωρίαν οὐκ ἀποδρασόμεθα. Ἤδη δὲ καὶ ἐν ἀσθενεῖ ζῴῳ πολὺ τὸ πανοῦργον καὶ ἐπίβουλον καταμα θὼν, βούλομαί σε φυγεῖν τῶν κακούργων τὴν μίμησιν. Ὁ καρκῖνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου· ἀλλὰ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου γίνεται. Ἀρραγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο. ∆ιὸ καὶ ὀστρακόδερμον προσηγόρευται. Καὶ ἐπειδὴ δύο κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρ μοσμέναι τὸ ὄστρεον περιπτύσσονται, ἀναγκαίως ἄπρακτοί εἰσιν αἱ χηλαὶ τοῦ καρκίνου. Τί οὖν