45
ἀναγνώσεως ἐλέγχοντα τὸ πεπλανημένον τοῦ δόγματος αὐτοῦ καὶ ἀσύστατον παραδραμοῦμαι τῷ λόγῳ· ἐκείνου δὲ μόνου ἐπιμνησθήσομαι· Ὁ σωτήρ, φησί, πέπονθε πεῖναν καὶ δίψαν καὶ κάματον καὶ ἀγωνίαν καὶ λύπην. τίς ὢν ὁ σωτήρ; θεός, φησὶν ἐν τοῖς πρὸ τούτου, οὐ δύο πρόσωπα ὡς ἑτέρου μὲν ὄντος θεοῦ, ἑτέρου δὲ τοῦ ἀνθρώπου. οὐκοῦν ὁ θεὸς πέπονθεν, ἅπερ παθεῖν αὐτὸν εἴρηκε, καὶ πάσχει τὸ ἀπαράδεκτον πάθους οὐκ ἀνάγκῃ φύσεως ἀβουλήτου, καθάπερ ἄνθρωπος, ἀλλ' ἀκολουθίᾳ φύσεως. ἆρα τίς ἐπαρκέσει διελέγχων τὰ μάταια; ἐν τίνι διαφέρειν βλέπει τὴν ἀνάγκην τῆς φύσεως καὶ τὴν ἀκολουθίαν τῆς φύσεως; ἡ γὰρ ἀλήθεια ταὐτὸν ἐν ἑκατέρῳ βλέπει τὸ σημαινόμενον, οἷόν τι λέγω, ἀκόλουθόν ἐστι τὸν μὴ ὑγιαίνοντα τὰς ὄψεις ἀσθενῶς ἔχειν περὶ τὴν ὅρασιν καὶ πάλιν τὸ αὐτὸ τοῦτό φημι, ὅτι ἀναγκαῖόν ἐστιν, εἰ μή τις ὑγιῶς ἔχοι τῶν ὄψεων, ἀσθενεῖν τοῦτον περὶ τὴν ὅρασιν. ἆρ' οὐ ταὐτὸν ἐν ἑκατέροις ἐστίν; ὅ τε γὰρ τὴν 3,1.232 ἀνάγκην εἰπὼν τὸ ἐξ ἀκολούθου συμβαῖνον ἐνέδειξεν· ὅ τε τοῦ ἀκολούθου μνησθεὶς τὸ ἀναγκαῖον ἐσήμανεν. τί οὖν βούλεται ἡ σοφία τοῦ λογογράφου μὴ ἀνάγκῃ φύσεως, ἀλλ' ἀκολουθίᾳ φύσεως τῷ σωτῆρι προσάπτειν τὰ πάθη τῆς φύσεως; Ἔδει, φησί, καθ' ὁμοιότητα τῶν ἀνθρώπων τὰ πάθη κινηθῆναι. ὁ τὸ ἔδει εἰπὼν οὐ φανερῶς τὴν ἀνάγκην ἐβόησεν; οὐχ αὕτη τῆς γραφῆς ἡ χρῆσίς ἐστιν; καὶ ἐξ αὐτῶν δὲ τῶν εὐαγγελίων πάρεστι τὰς ἀποδείξεις τοῦ λόγου λαβεῖν.
Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα· καὶ γὰρ δεῖ γενέσθαι ταῦτα. οὐχὶ μία ἑκατέρας ἐστὶ τῆς φωνῆς ἡ διάνοια; ὁ γὰρ εἰπὼν ἀνάγκην εἶναι ἐλθεῖν τὰ σκάνδαλα τὸ δεῖν ἐλθεῖν τὰ σκάνδαλα διὰ τῆς φωνῆς ἐνεδείξατο. καὶ ὁ εἰπὼν δεῖ γενέσθαι ταῦτα τὸ ἀναγκαίως ὀφεῖλον εἰς ἔργον ἐλθεῖν προεμήνυσεν. Ἀλλὰ πάλιν καὶ τὸν ἐφεξῆς ὑπερβήσομαι ὕθλον χύδην καὶ ὡς ἔτυχεν ἐκ ματαίων λογισμῶν συμπεφορημένον. φησὶ δὲ πρὸς τῷ τέλει τοῦ λόγου ὅτι Καὶ ἐν οὐρανῷ ὄντος τοῦ σώματος μεθ' ἡμῶν ἐστι μέχρι τῆς συντελείας τοῦ αἰῶνος. τίς ὁ μεθ' ἡμῶν ὤν; σαφῶς ὁ λογογράφος μερίζων τὸ ἀμέριστον οὐ συνίησιν. εἰ γὰρ τὸ μὲν σῶμα τῷ οὐρανίῳ ἀποτίθεται, μεθ' ἡμῶν δὲ εἶναί φησι τὸν κύριον, φανερῶς διάζευξίν τινα καὶ μερισμὸν τῇ τοιαύτῃ τοῦ λόγου διαστολῇ κατεργάζεται. οὐ γὰρ εἶπεν, ὅτι τὸ σῶμα αὐτοῦ καὶ ἐν οὐρανῷ μένει καὶ μεθ' ἡμῶν ἐστιν, ἀλλὰ τοῦ σώματος ἐν οὐρανῷ ὄντος, ἡμῶν δὲ οὐκ ἐν οὐρανῷ ὄντων. ἄρα ἕτερόν τινα παρὰ τὸ ἐν οὐρανοῖς ὂν σῶμα μεθ' ἡμῶν τῶν ἐπὶ γῆς ὄντων πεπίστευκεν. ταῦτα τὰ ὑψηλὰ τοῦ Ἀπολιναρίου διδάγματα. ἡμεῖς δέ φαμεν, ὅτι ταῦτα εἰπὼν ἀνελήφθη καὶ ὁ ἀναληφθεὶς μεθ' ἡμῶν ἐστι καὶ μερισμὸς ἐν ἐκείνῳ οὐδείς· ἀλλ' ὥσπερ ἐν ἡμῖν ἐστιν ἑκάστῳ παρὼν καὶ 3,1.233 ἐν μέσῳ γινόμενος, οὕτω καὶ ἐπὶ πάντα διήκει τὰ τῆς κτίσεως πέρατα, ὁμοτίμως πᾶσι τοῖς τοῦ κόσμου μέρεσιν ἐμφαινόμενος. εἰ ἡμῖν τοῖς σωματικοῖς ἀσωμάτως, οὐδὲ τοῖς ὑπερκοσμίοις ἐν σώματι. νυνὶ δέ φησιν οὕτως μερισθέντα τὸν κύριον ἀκαταλλήλως ἐν τοῖς ὑποχειρίοις διὰ τῶν ἐναντίων γίνεσθαι, τοῖς μὲν σαρκίνοις ἀσώματον, τοῖς δὲ ἀσωμάτοις ἐν σώματι. ἐν γὰρ τῷ οὐρανῷ καθιδρύσας τὴν σάρκα πνευματικῶς τοῖς ἀνθρώποις ἑαυτὸν καταμίγνυσιν. ὅσα δὲ ψυχορραγῶν πρὸς τῷ τέλει τοῦ λόγου ὥσπερ τισὶν ἄσθμασι τοῖς ἀνυποστάτοις νοήμασιν ἐνσυνέχεται, παραδραμεῖν οἶμαι δεῖν ἀνεξέταστα, ἐν οἷς στενοχωρούμενος τοὺς Ἕλληνας πρὸς συνηγορίαν τῶν ἰδίων μύθων καλεῖ καὶ ὅσα ἄλλα τούτοις ἐστὶ παραπλήσια. ὅτῳ φίλον τὴν διὰ πάντων τῆς αἱρέσεως ἀτονίαν κατανοῆσαι, αὐτοῖς ἐπεξίτω τοῖς γεγραμμένοις· ἡμῖν δὲ οὐ τοσαύτη σχολὴ ὥστε τοῖς τοιούτοις λόγοις ἐμβαθύνειν, ἃ πρόδηλον ἀφ' ἑαυτῶν καὶ πρὸ τῆς ἐξετάσεως ἔχει τῆς ἀτοπίας τὸν ἔλεγχον.