45
ἀναδέξασθαι τὸ βραβεῖον. ∆ιὰ τί γὰρ ἓν σῶμα ἐποίησεν; οὐχ ἵνα αὕτη κρατῇ; οὐχ ἵνα ἀφορμὴν ἔχωμεν τοῦ εἰρηνεύειν; ∆ιὰ τί πάντες ἓν σῶμά ἐσμεν; πῶς δὲ ἓν σῶμά ἐσμεν; ∆ιὰ τὴν εἰρήνην σῶμα ἕν ἐσμεν, καὶ διὰ τὸ σῶμα ἓν εἶναι, εἰρηνεύομεν. ∆ιὰ τί δὲ οὐκ εἶπεν, Ἡ εἰρήνη τοῦ Θεοῦ νικάτω, ἀλλὰ, Βραβευέτω; Ἀξιοπιστοτέραν αὐτὴν ἐποίησε. Τὸν πονηρὸν λογισμὸν οὐκ ἀφῆκεν αὐτῇ προσπαλαίειν, ἀλλὰ κατώτερον ἑστάναι. Καὶ τὸ τοῦ βραβείου ὄνομα ἐπῆρε τὸν ἀκροατήν. Ἂν γὰρ δῷ βραβεῖον τῷ ἀγαθῷ λογισμῷ, ὅσα ἂν ἀναισχυντῇ ἐκεῖνος, οὐδὲν ὄφελος λοιπόν. Ἄλλως δὲ ἐκεῖνος εἰδὼς ἦν, ὅτι ὅσα ἂν ἐργάσηται, οὐ λήψεται τὸ βραβεῖον· ὅσα ἂν πνεύσῃ καὶ ἐπιχειρήσῃ σφοδρότερον προσβαλεῖν, ἅτε ἀνόητα πονῶν ἀποστήσεται. Καὶ καλῶς προσέθηκε, Καὶ εὐχάριστοι γίνεσθε. Τοῦτο γάρ ἐστιν εὐχάριστον εἶναι, καὶ σφόδρα ἐντρεπτικῶς, τὸ ὁμοίως κεχρῆσθαι τοῖς ὁμοδούλοις, ὥσπερ αὐτῷ ὁ Θεὸς, τὸ εἴκειν τῷ δεσπότῃ, τὸ πείθεσθαι, τὸ ὑπὲρ πάντων χάριν ὁμολογεῖν, κἂν ὑβρίσῃ τις, κἂν πλήξῃ. Οὐ γὰρ δὴ ὁ τῷ Θεῷ χάριν ὁμολογῶν, ὑπὲρ ὧν ἔπαθε, τὸν ποιήσαντα ἀμυνεῖται· ὡς ὅγε ἀμυνόμενος οὐχ ὁμολογεῖ χάριν. Ἀλλὰ μὴ κατ' ἐκεῖνον τὸν τὰ ἑκατὸν δηνάρια γενώμεθα, ἵνα μὴ ἀκούσωμεν, Πονηρὲ δοῦλε· οὐδὲν γὰρ τῆς ἀχαριστίας ταύτης χεῖρον. Ὥστε ἀχάριστοι οἱ ἀμυνόμενοι. ∆ιὰ τί δὲ ἐπὶ τὴν πορνείαν πρώτην ἦλθεν; εἰπὼν γὰρ, Νεκρώσατε ὑμῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, εὐθύς φησι, Πορνείαν, καὶ τοῦτο σχεδὸν πανταχοῦ ποιεῖ. Ὅτι μάλιστα τοῦτο κρατεῖ τὸ πάθος· καὶ γὰρ καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς γράφων, τοῦτο ἐποίησε. Καὶ τί θαυμαστόν; ὅπου γε καὶ Τιμοθέῳ φησὶ, Σεαυτὸν ἁγνὸν τήρει· καὶ πάλιν ἀλλαχοῦ, Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. - Νεκρώσατε, φησὶ, τὰ μέλη ὑμῶν. Τὸ νεκρὸν ἴστε οἷόν ἐστι, μισητὸν, βδελυκτὸν, διαῤῥέον. Ἂν νεκρώσῃς, οὐ μένει νεκρὸν, ἀλλὰ φθείρεται εὐθέως, καθάπερ τὸ σῶμα. Σβέσον οὖν τὴν θερμότητα, καὶ οὐδὲν νεκρὸν μένει. ∆είκνυσιν αὐτὸν τοῦτο ἐργαζόμενον, ὅπερ ὁ Χριστὸς ἐπὶ τοῦ λουτροῦ· διὰ τοῦτο καὶ μέλη καλεῖ· καθάπερ ἀριστέα τινὰ εἰσάγων, καὶ εἰς μείζονα ἄγων ἔμφασιν. Καὶ καλῶς εἶπε, Τὰ ἐπὶ τῆς γῆς· ἐνταῦθα γὰρ μένει, καὶ ἐνταῦθα φθείρεται, πολλῷ μᾶλλον τῶν μελῶν τούτων. Ὥστε οὐχ οὕτω τὸ σῶμά ἐστιν ἀπὸ γῆς, ὡς ἡ ἁμαρτία γηΐνη· τοῦτο μὲν γὰρ καὶ καλὸν φαίνεταί ποτε, ἐκεῖνα δὲ οὐδέποτε. Καὶ πάντων τῶν ἐπὶ γῆς ἐπιθυμεῖ ταῦτα τὰ μέλη. Ἂν ὀφθαλμὸς ᾖ τοιοῦτος, οὐχ ὁρᾷ τὰ ἐν 62.356 οὐρανοῖς· ἂν ἀκοὴ, ἂν χεὶρ, ἂν ὁτιοῦν εἴπῃς μέλος. Ὀφθαλμὸς σώματα ὁρᾷ καὶ κάλλη καὶ χρήματα· ταῦτα τὰ ἀπὸ γῆς, τούτοις τέρπεται· ἡ ἀκοὴ μέλε. μαλθακῷ, κιθάρᾳ καὶ σύριγγι καὶ αἰσχρολογίᾳ· ταῦτα δὲ περὶ γῆν. Ἐπειδὴ οὖν ἔστησεν αὐτοὺς ἄνω παρὰ τὸν θρόνον, τότε φησὶ, Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς. Οὐ γὰρ ἔνι στῆναι ἄνω μετὰ τούτων τῶν μελῶν· οὐκ ἔνι γὰρ ἐκεῖ, εἰς ὃ ἐνεργεῖν δεῖ. Καὶ οὗτος ὁ πηλὸς χείρων ἐκείνου· ἐκεῖνος μὲν γὰρ ὁ πηλὸς γίνεται χρυσός· ∆εῖ γὰρ, φησὶ, τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν· οὗτος δὲ ὁ πηλὸς οὐκέτι ἀναχωνευθῆναι δύναται. Ὥστε ταῦτα μᾶλλον ἐπὶ τῆς γῆς, ἢ ἐκεῖνα. ∆ιὰ τοῦτο οὐκ εἶπεν Ἀπὸ γῆς, ἀλλὰ, Τὰ ἐπὶ τῆς γῆς· ἔνι γὰρ ταῦτα μὴ εἶναι ἀπὸ γῆς. Ταῦτα μὲν γὰρ ἀνάγκη ἐπὶ γῆς εἶναι, ἐκεῖνα δὲ οὐκέτι ἀνάγκη. Ὅταν γὰρ ἀκοὴ μηδὲν ἀκούῃ τῶν ἐνταῦθα, ἀλλὰ τῶν ἐν οὐρανοῖς λαλουμένων, ὅταν ὀφθαλμὸς μηδὲν ὁρᾷ τῶν ἐνταῦθα, ἀλλὰ τῶν ἄνω, οὐκ ἐπὶ γῆς ἐστιν· ὅταν τὸ στόμα μηδὲν φθέγγηται τῶν ἐνταῦθα, οὐκ ἐπὶ γῆς ἐστιν· ὅταν ἡ χεὶρ μηδὲν πράττῃ τῶν πονηρῶν, οὐκ ἔστι τῶν ἐπὶ γῆς, ἀλλὰ τῶν ἐν τοῖς οὐρανοῖς. δʹ. Τοῦτο καὶ ὁ Χριστός φησιν, Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, τουτέστιν, Ἐὰν ἀκολάστως ὁρᾷς, ἔκκοψον αὐτόν· τουτέστι, τὸν λογισμὸν τὸν πονηρόν. Ἐμοὶ δὲ δοκεῖ πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν, ταυτὸ λέγειν, τὴν πορνείαν, διὰ