45
ἐξηλέγχθη τρόπος. Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη, φησί. ∆ιὰ ποίου νόμου; τῶν ἔργων; Οὐχὶ, ἀλλὰ διὰ νόμου πίστεως. Πολὺς ὁ ἀγὼν τῷ Παύλῳ δεῖξαι, ὅτι τοσοῦτον ἡ πίστις ἴσχυσεν, ὅσον οὐδὲ ἐφαντάσθη ποτὲ ὁ νόμος. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι δικαιοῖ ὁ Θεὸς τὸν ἄνθρωπον ἀπὸ τῆς πίστεως, ἐπιλαμβάνεται τοῦ νόμου πάλιν. Καὶ οὐ λέγει, Ποῦ οὖν τὰ κατορθώματα τῶν Ἰουδαίων; ποῦ ἡ δικαιοπραγία; ἀλλὰ, Ποῦ ἡ καύχησις; πανταχοῦ δεικνὺς μεγαληγοροῦντας μόνον ὡς πλέον τι τῶν ἄλλων ἔχοντας, καὶ μηδὲν ἐπιδεικνυμένους ἔργον. Καὶ εἰπὼν, Ποῦ οὖν ἡ καύχησις; οὐκ εἶπεν, Ἠφανίσθη καὶ ἀπώλετο, ἀλλ' Ἐξεκλείσθη, ὅπερ ἀκαιρίας μᾶλλόν ἐστιν· οὐκέτι γὰρ ἔχει καιρόν. Ὥσπερ γὰρ τῆς κρίσεως ἐπιστάσης, οὐκέτι καιρὸν ἔχουσιν οἱ μετανοῆσαι βουλόμενοι· οὕτω καὶ τῆς ἀποφάσεως ἐξενεχθείσης λοιπὸν, καὶ πάντων μελλόντων ἀπόλλυσθαι, καὶ παραγενομένου τοῦ ταῦτα χάριτι λύοντος τὰ δεινὰ, οὐκέτι καιρὸν εἶχον ἐκεῖνοι προβαλέσθαι τὴν ἀπὸ τοῦ νόμου διόρθωσιν. Εἰ γὰρ ἐχρῆν ἰσχυρίζεσθαι τούτοις, πρὸ τῆς παρουσίας ἐχρῆν· ἐλθόντος δὲ τοῦ διὰ τῆς πίστεως σώζοντος, ἀνῄρητο λοιπὸν ὁ τῶν ἀγώνων καιρός· ὡς γὰρ ἐληλεγμένων ἁπάντων, οὕτω τῇ χάριτι σώζει. ∆ιὸ καὶ νῦν ἦλθεν, ἵνα μὴ λέγωσιν· Ἐν ἀρχῇ παραγενομένου, ὅτι δυνατὸν ἦν διὰ νόμου σωθῆναι, καὶ πόνοις οἰκείοις καὶ κατορθώμασι. Ταύτην οὖν ἐπιστομίζων αὐτῶν τὴν ἀναισχυντίαν, ἔμεινε χρόνον πολὺν, ὥστε μετὰ τὸ διὰ πάντων ἐλεγχθῆναι σαφῶς οὐκ ἀρκοῦντας ἑαυτοῖς, τότε σῶσαι διὰ τῆς αὐτοῦ χάριτος. ∆ιὸ καὶ ἀνωτέρω λέγων, Εἰς ἔνδειξιν τῆς δικαιοσύνης, ἐπήγαγεν, Ἐν τῷ νῦν καιρῷ. Εἰ δὲ ἀντιλέγοιέν τινες, ταυτὸν ποιοῦσιν, ὥσπερ ἂν εἴ τις μεγάλα ἡμαρτηκὼς καὶ μὴ δυνηθεὶς ἀπολογήσασθαι ἐν δικαστηρίῳ, ἀλλὰ κατακριθεὶς καὶ κολάζεσθαι μέλλων, εἶτα ἀπὸ δωρεᾶς βασιλικῆς ἀφεθεὶς, ἀναισχυντοίη μετὰ τὴν ἄφεσιν καυχώμενος, καὶ λέγων μηδὲν ἡμαρτηκέναι. Πρὶν ἢ γὰρ ἐλθεῖν τὴν δωρεὰν, ἀποδεῖξαι ἔδει· ἐλθούσης δὲ, οὐκ ἂν ἔχοι καιρὸν καυχᾶσθαι λοιπόν. Ὃ δὴ καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονεν. Ἐπειδὴ γὰρ οἴκοθεν ἦσαν προδεδομένοι, διὰ τοῦτο παραγέγονεν, αὐτῷ τῷ παραγενέσθαι τὴν καύχησιν ἀναιρῶν. Ὁ γὰρ λέγων διδάσκαλος εἶναι νηπίων, καὶ ἐν τῷ νόμῳ καυχώμενος, καὶ παιδευτὴν ἀφρόνων ἑαυτὸν ὀνομάζων, ὁμοίως ἐκείνοις 60.446 δεηθεὶς τοῦ διδάξαντος καὶ σώσαντος, οὐκ ἂν ἔχοι τοῦ καυχᾶσθαι πρόφασιν. Εἰ γὰρ καὶ πρὸ τούτου ἡ περιτομὴ ἀκροβυστία ἐγένετο, πολλῷ μᾶλλον νῦν καὶ γὰρ ἐξ ἑκατέρων ἐκβέβληται τῶν καιρῶν. Εἰπὼν δὲ, ὅτι Ἐξεκλείσθη, δείκνυσι καὶ πῶς. Πῶς οὖν ἐξεκλείσθη, φησί; ∆ιὰ ποίου νόμου; τῶν ἔργων; Οὐχὶ, ἀλλὰ διὰ νόμου πίστεως. δʹ. Ἰδοὺ καὶ τὴν πίστιν νόμον ἐκάλεσεν, ἐμφιλοχωρῶν τοῖς ὀνόμασιν, ὥστε παραμυθεῖσθαι τὴν δοκοῦσαν εἶναι καινοτομίαν. Τίς δὲ ὁ τῆς πίστεως νόμος; ∆ιὰ χάριτος σώζεσθαι. Ἐνταῦθα τὸ δυνατὸν δείκνυσι τοῦ Θεοῦ, ὅτι οὐ μόνον ἔσωσεν, ἀλλὰ καὶ ἐδικαίωσε καὶ εἰς καύχησιν ἤγαγε, καὶ οὐδὲ ἔργων δεηθεὶς, ἀλλὰ πίστιν ζητήσας μόνον. Ταῦτα δὲ λέγει, καὶ τὸν πιστεύσαντα Ἰουδαῖον μετριάζειν παρασκευάζων, καὶ τὸν μὴ πιστεύσαντα καταστέλλων, ὥστε αὐτὸν ἐφελκύσασθαι. Ὁ μὲν γὰρ σωθεὶς, ἂν μέγα φρονῇ τῷ νόμῳ προσέχων, ἀκούσεται ὅτι αὐτὸς αὐτοῦ τὸ στόμα ἐνέφραξεν, αὐτὸς αὐτοῦ κατηγόρησεν, αὐτὸς αὐτοῦ τὴν σωτηρίαν ἀπηγόρευσε, καὶ τὸ καύχημα ἐξέκλεισεν· ὁ δὲ μὴ πιστεύσας πάλιν, διὰ τῶν αὐτῶν τούτων ταπεινωθεὶς, προσαχθῆναι τῇ πίστει δυνήσεται. Εἶδες πόση τῆς πίστεως ἡ περιουσία; πῶς ἀπέστησε τῶν προτέρων, μηδὲ καυχᾶσθαι ἐπ' αὐτοῖς ἀφεῖσα; Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. Ὅτε ἔδειξεν ἀνωτέρους ὄντας ἀπὸ τῆς πίστεως τῶν Ἰουδαίων, τότε λοιπὸν μετὰ πολλῆς τῆς παῤῥησίας καὶ περὶ αὐτῆς διαλέγεται, καὶ τὸ δοκοῦν ἐνταῦθα θορυβεῖν, πάλιν ἰᾶται. Καὶ γὰρ δύο ταῦτα τὰ ταράττοντα ἦν Ἰουδαίους, ἓν μὲν, εἰ τοὺς μετ' ἔργων μὴ σωθέντας δυνατὸν χωρὶς ἔργων σωθῆναι· ἕτερον δὲ, εἰ τοὺς ἀκροβύστους δίκαιον τῶν αὐτῶν ἀπολαῦσαι τοῖς ἐν τοσούτῳ χρόνῳ συντραφεῖσι τῷ νόμῳ· ὃ πολλῷ τοῦ προτέρου μᾶλλον αὐτοὺς ἐξετάραττε. ∆ιὰ τοῦτο ἐκεῖνο κατασκευάσας, ἐπὶ τοῦτο