1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

46

πάντων τούτων ἀπάγων ἡμᾶς τοῦ πράγματος. Πάθος γὰρ ὄντως τοῦτό ἐστι· καὶ καθάπερ τὸ σῶμα πάσχει, ἢ πυρέττει ἢ τραυματίζεται, οὕτω καὶ τοῦτο. Καὶ οὐκ εἶπεν, Ἐπίσχετε, ἀλλὰ, Νεκρώσατε, ὥστε μηδὲ ἀναστῆναι λοιπόν· καὶ ἀπόθεσθε. Τὸ νεκρούμενον ἀποτιθέμεθα· οἷον, τύλοι ἂν ὦσιν ἐν τῷ σώματι, τὸ σῶμα νεκρόν ἐστι, καὶ ἀποτιθέμεθα αὐτό. Ἀλλὰ ἐὰν μὲν ζῶν κόψῃς, ἀλγηδόνα παρέχει· ἂν δὲ νενεκρωμένον, οὐδὲ αἰσθανόμεθα. Οὕτω δὴ καὶ ἐπὶ τῶν παθῶν· ἀκάθαρτον ποιεῖ τὴν ψυχὴν, παθητὴν ποιεῖ τὴν ψυχὴν τὴν ἀθάνατον. Πῶς εἰδωλολατρεία εἴρηται ἡ πλεονεξία, πολλάκις εἰρήκαμεν. Τὰ τυραννοῦντα γὰρ μάλιστα τὸ τῶν ἀνθρώπων γένος, ταῦτά ἐστι, πλεονεξία καὶ ἀκολασία καὶ ἐπιθυμία κακή. ∆ι' ἃ ἔρχεται, φησὶν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Υἱοὺς ἀπειθείας λέγει, ἀποστερῶν αὐτοὺς συγγνώμης, καὶ δεικνὺς ὅτι παρὰ τὸ μὴ πεισθῆναι ἐν τούτοις εἰσίν. Ἐν οἷς καὶ ὑμεῖς, φησὶ, περιεπατήσατέ ποτε, καὶ ἐπείσθητε. ∆είκνυσιν αὐτοὺς ἔτι ἐν αὐτοῖς, καὶ ἐγκωμιάζει οὕτω λέγων· Νυνὶ δὲ καὶ ὑμεῖς ἀπόθεσθε τὰ πάντα, ὀργὴν, θυμὸν, κακίαν. βλασφημίαν, αἰσχρολογίαν. Οὐκ ἐπ' αὐτοὺς, ἀλλ' ἐφ' ἑτέρους προάγει τὸν λόγον, ὥστε μὴ πλῆξαι. Καὶ βλασφημίας δὲ τὰς λοιδορίας λέγει, καθάπερ θυμὸν τὴν πονηρίαν καλεῖ. Ἀλλαχοῦ δὲ ἐντρεπτικῶς, ὅτι Ἀλλήλων ἐσμὲν μέλη. Ὥσπερ δημιουργοὺς αὐτοὺς κατασκευάζει τῶν ἀνθρώπων, τὸν μὲν ῥιπτούντων, τὸν δὲ δεχομένων. Εἶπεν ἐκεῖ, Τὰ μέλη, ἐνταῦθα, Πάντα, φησὶ, τὴν καρδίαν, τὸν θυμὸν, τὸ στόμα, τὴν 62.357 βλασφημίαν, τοὺς ὀφθαλμοὺς, τὴν πορνείαν, τὴν πλεονεξίαν, χεῖρας καὶ πόδας, ψεῦδος, τὴν διάνοιαν αὐτὴν, καὶ τὸν νοῦν τὸν παλαιόν. Μίαν ἔχει μορφὴν βασιλικὴν τὴν τοῦ Χριστοῦ. ∆οκοῦσί μοι ἐξ ἐθνῶν εἶναι μᾶλλον οὗτοι, πρὸς οὓς καὶ ἀποτείνεται, δεικνὺς ὅτι μίαν ἔχει μορφὴν βασιλικὴν τὰ μέλη, κἂν ὁ μὲν μείζων ᾗ, ὁ δὲ ἐλάττων. Καθάπερ γὰρ ἡ γῆ ψάμμος οὖσα τὴν οἰκείαν ἀπολλῦσα πρότερον μορφὴν, ὕστερον χρυσῆ γίνεται· καὶ καθάπερ τὰ ἔρια, οἷα ἂν ᾖ, ἑτέραν δέχεται ὄψιν, καὶ τὴν προτέραν ἔκρυψεν· οὕτω δὴ καὶ ὁ πιστός. Ἀνεχόμενοι, φησὶν, ἀλλήλων. Ἔδειξε τὸ δίκαιον· ἀνέχου σὺ ἐκείνου, καὶ ἐκεῖνός σου· ὅπερ ἐν τῇ πρὸς Γαλάτας φησὶν, Ἀλλήλων τὰ βάρη βαστάζετε. Καὶ εὐχάριστοι, φησὶ, γίνεσθε. Μάλιστα μὲν πανταχοῦ τοῦτο ζητεῖ· τὸ κεφάλαιον τῶν ἀγαθῶν γὰρ τοῦτό ἐστιν. εʹ. Εὐχαριστῶμεν τοίνυν ἐν πᾶσιν, ὅπερ ἂν γένηται· τοῦτο γὰρ εὐχαριστία. Τὸ μὲν γὰρ ἐν τῇ εὐπραγίᾳ τοῦτο ποιεῖν, οὐ μέγα· αὐτὴ γὰρ τῶν πραγμάτων ἡ φύσις ἐπὶ τοῦτο ὠθεῖ· ὅταν δὲ ἐν τοῖς ἐσχάτοις ὄντες εὐχαριστῶμεν, τότε ἐστὶ θαυμαστόν. Ὅταν γὰρ ἐφ' οἷς ἕτεροι βλασφημοῦσι καὶ ἀποδυσπετοῦσιν, ἡμεῖς εὐχαριστῶμεν, ὅρα πόση ἡ φιλοσοφία. Πρῶτον, τὸν Θεὸν ηὔφρανας· δεύτερον, τὸν διάβολον κατῄσχυνας· τρίτον, καὶ τὸ γενόμενον οὐδὲν ἀπέφηνας· ὁμοῦ γὰρ σύ τε εὐχαριστεῖς, καὶ ὁ Θεὸς τὴν ὀδύνην ὑποτέμνεται, καὶ ὁ διάβολος ἀφίσταται. Ἂν μὲν γὰρ ἀποδυσπετήσῃς, ἅτε ἀνύσας ὅπερ ἤθελεν, ἐφέστηκε, καὶ ὁ Θεὸς ἅτε βλασφημηθεὶς, ἐγκαταλιμπάνει, καὶ ἐπιτείνεται τὸ δεινόν· ἐὰν δὲ εὐχαριστήσῃς, ἅτε μηδὲν ὠφελῶν, ἀφίσταται, καὶ ὁ Θεὸς ἅτε τιμηθεὶς, ἀντιτιμᾷ μειζόνως· καὶ οὐκ ἔστιν ἄνθρωπον εὐχαριστοῦντα ἐπὶ τοῖς κακοῖς αἰσθέσθαι τῶν κακῶν. Χαίρει γὰρ ἡ ψυχὴ ἅτε κατορθοῦσα, εὐθέως φαιδρὸν ἔχει τὸ συνειδὸς, γάννυται τοῖς ἐγκωμίοις τοῖς ἑαυτῆς· τὴν δὲ φαιδρὰν οὐκ ἔνι σκυθρωπὴν εἶναι. Ἐκεῖ δὲ μετὰ τῆς συμφορᾶς καὶ τὸ συνειδὸς ἐπίκειται μαστίζον· ἐνταῦθα δὲ στεφανοῖ καὶ ἀνακηρύττει. Οὐδὲν τῆς γλώττης ἐκείνης ἁγιώτερον τῆς ἐν τοῖς κακοῖς εὐχαριστούσης τῷ Θεῷ· ὄντως τῆς τῶν μαρτύρων οὐδὲν ἀποδεῖ· ὁμοίως καὶ αὕτη, κἀκεῖνος στεφανοῦται. Καὶ γὰρ καὶ ταύτῃ ἐφέστηκε δήμιος ἀναγκάζων ἀρνήσασθαι τὸν Θεὸν διὰ τῆς βλασφημίας, ἐφέστηκεν ὁ διάβολος δημίοις λογισμοῖς καταξαίνων, ἀθυμίαις