46
λοιπὸν ἔξεισιν· ὅπερ οὕτως ἐθορύβει τοὺς Ἰουδαίους, ὡς καὶ Πέτρῳ μετὰ τὴν πίστιν ταύτης ἕνεκεν ἐγκαλέσαι τῆς ὑποθέσεως, Κορνηλίου καὶ τῶν κατ' αὐτὸν ἕνεκεν πραγμάτων. Τί οὖν φησι; Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. Οὐκ εἶπεν Ἰουδαῖον, ἢ τὸν ὑπὸ τὸν νόμον ὄντα, ἀλλ' ἐξαγαγὼν τὸν λόγον εἰς εὐρυχωρίαν, καὶ τῇ οἰκουμένῃ τὰς θύρας ἀνοίξας τῆς σωτηρίας, φησὶν, Ἄνθρωπον, τὸ κοινὸν τῆς φύσεως ὄνομα θείς. Εἶτα ἀπὸ τούτου λαβὼν ἀφορμὴν, μὴ τεθεῖσαν ἀντίθεσιν λύει. Ἐπειδὴ γὰρ εἰκὸς ἦν Ἰουδαίους ἀκούσαντας, ὅτι πάντα ἄνθρωπον ἡ πίστις δικαιοῖ, δυσχεραίνειν καὶ σκανδαλίζεσθαι, ἐπήγαγεν· Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; ὡς ἂν εἰ ἔλεγε· ∆ιὰ τί γάρ σοι τοῦτο ἄτοπον εἶναι δοκεῖ, τὸ πάντα ἄνθρωπον σώζεσθαι; μὴ γὰρ μερικός ἐστιν ὁ Θεός; ἐκ τούτου δεικνὺς, ὅτι βουλόμενοι τοῖς ἔθνεσιν ἐπηρεάζειν, τοῦ Θεοῦ τὴν δόξαν λυμαίνονται μᾶλλον, εἴ γε μὴ συγχωροῖεν αὐτὸν πάντων εἶναι Θεόν. Εἰ δὲ πάντων ἐστὶ, καὶ προνοεῖται πάντων· εἰ δὲ προνοεῖται πάντων, πάντας ὁμοίως σώζει διὰ τῆς πίστεως. ∆ιὰ τοῦτό φησιν· Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν. Οὐ γάρ ἐστι μερικὸς, οἷοι οἱ Ἑλλήνων μῦθοι, ἀλλὰ κοινὸς ἁπάντων καὶ εἷς· διὸ καὶ ἐπάγει· Ἐπείπερ εἷς ὁ Θεός. Τουτέστιν, ὁ αὐτὸς καὶ τούτων κἀκείνων ∆εσπότης. 60.447 Εἰ δὲ τὰ παλαιά μοι λέγεις, καὶ τότε κοινὰ τὰ τῆς προνοίας ἦν, εἰ καὶ διαφόρως· καὶ γάρ σοι νόμος ἐδόθη γραπτὸς, κἀκείνοις νόμος φυσικὸς, καὶ οὐδὲν ἔλαττον εἶχον, εἴ γε ἐβούλοντο, ἀλλὰ καὶ νικᾷν ἠδύναντο· διὸ καὶ ἐπήγαγε, τοῦτο αὐτὸ αἰνιττόμενος· Ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως· τῶν ἔμπροσθεν περὶ ἀκροβυστίας καὶ περιτομῆς εἰρημένων αὐτοὺς ἀναμνήσας, δι' ὧν ἔδειξεν οὐδεμίαν οὖσαν διαφοράν. Εἰ δὲ τότε οὐδεμία ἦν διαφορὰ, πολλῷ μᾶλλον νῦν· ὅπερ καὶ σαφέστερον κατασκευάζων νῦν, ἀπέδειξεν ὁμοίως ἑκάτερον τῆς πίστεως δεόμενον. Νόμον οὖν καταργοῦμεν, φησὶ, διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν. Εἶδες σύνεσιν ποικίλην καὶ ἄφατον; Αὐτῷ γὰρ τῷ εἰπεῖν, Ἱστῶμεν, ἔδειξεν οὐχ ἑστῶτα, ἀλλὰ καταλελυμένον. Καὶ ὅρα τῆς Παύλου δυνάμεως τὴν ὑπερβολὴν, καὶ μεθ' ὅσης κατασκευάζει περιουσίας ἃ βούλεται. ∆είκνυσι γὰρ ἐνταῦθα οὐ μόνον οὐ λυμαινομένην τῷ νόμῳ τὴν πίστιν, ἀλλὰ καὶ βοηθοῦσαν αὐτῷ, ὥσπερ οὖν καὶ αὐτὸν τῇ πίστει προοδοποιοῦντα. Καθάπερ γὰρ αὐτὸς προλαβὼν αὐτῇ ἐμαρτύρησε· Μαρτυρουμένη γὰρ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, φησίν· οὕτω καὶ αὐτὴ αὐτὸν ἀτονοῦντα ἔστησε. Καὶ πῶς ἔστησε, φησί; τί ἦν τοῦ νόμου τὸ ἔργον, καὶ τίνος ἕνεκεν ἅπαντα ἔπραττεν; Ὥστε δίκαιον ποιῆσαι τὸν ἄνθρωπον. Ἀλλ' ἐκεῖνος μὲν τοῦτο οὐκ ἴσχυσε· Πάντες γὰρ, φησὶν, ἥμαρτον· ἡ πίστις δὲ ἐλθοῦσα αὐτὸ κατώρθωσεν· ὁμοῦ γάρ τις ἐπίστευσε καὶ ἐδικαιώθη. Οὐκοῦν ἔστησε τοῦ νόμου τὸ θέλημα, καὶ δι' ὃ πάντα ἔπραττεν ἐκεῖνος, τοῦτο αὕτη εἰς τέλος ἤγαγεν. Οὐκ ἄρα αὐτὸν κατήργησεν, ἀλλ' ἀπήρτισε. Τρία τοίνυν ἐνταῦθα ἀπέδειξε, καὶ ὅτι χωρὶς νόμου δυνατὸν δικαιωθῆναι, καὶ ὅτι τοῦτο οὐκ ἴσχυσεν ὁ νόμος, καὶ ὅτι ἡ πίστις αὐτῷ οὐ μάχεται. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα τοὺς Ἰουδαίους ἐθορύβει, τὸ δοκεῖν ἀπεναντίας αὐτῷ τὴν πίστιν εἶναι, δείκνυσι πλέον οὗ βούλεται ὁ Ἰουδαῖος, οὐ μόνον οὐκ οὖσαν ἐναντίαν, ἀλλὰ καὶ σφόδρα σύμμαχόν τε καὶ συνεργὸν οὖσαν· ὃ μάλιστα ἐπόθουν ἀκοῦσαι. εʹ. Ἀλλ' ἐπειδὴ μετὰ τὴν χάριν ταύτην, δι' ἧς ἐδικαιώθημεν, καὶ πολιτείας χρεία, ἀξίαν ἐπιδειξώμεθα τῆς δωρεᾶς τὴν σπουδήν· ἐπιδειξόμεθα δὲ, ἂν τὴν μητέρα τῶν ἀγαθῶν τὴν ἀγάπην μετὰ πολλῆς φυλάττωμεν τῆς σπουδῆς. Ἀγάπη δέ ἐστιν, οὐ ψιλὰ ῥήματα οὐδὲ προσρήσεις ἁπλῶς, ἀλλὰ προστασία καὶ δι' ἔργων ἐπίδειξις· οἷον, τὸ πενίαν λύειν, τὸ νοσοῦσι συναμύνειν, τὸ κινδύνων ἀπαλλάττειν, τὸ ἐν περιστάσεσιν οὖσι παρίστασθαι, τὸ κλαίειν μετὰ κλαιόντων, τὸ χαίρειν μετὰ χαιρόντων· καὶ γὰρ καὶ τοῦτο ἀγάπης· καίτοι δοκεῖ μικρὸν εἶναι τοῦτο, τὸ χαίρειν μετὰ χαιρόντων· σφόδρα μέντοι μέγα ἐστὶ καὶ φιλοσόφου δεόμενον γνώμης· καὶ πολλοὺς ἂν εὕροιμεν τὸ μὲν πικρότερον ἀνύοντας, πρὸς τοῦτο δὲ ἀτονοῦντας· πολλοὶ γὰρ κλαίουσι μὲν μετὰ