1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

46

ἀπει λὴν δείσαντες τηνικαῦτα τῇ μεταβολῇ τοῦ βίου διέφυγον τὴν ὀργήν· ὑμεῖς δὲ, φησὶ, παγχάλεπα τετολμήκατε. Καὶ γὰρ Οὐρίαν ποτὲ τὸν Σαμαίου, τοιαῦτά ποτε χρησμοδοτήσαντα, εἶτα δείσαντα τὸν βασιλέα Ἰωακεὶμ, καὶ εἰς τὴν Αἴγυπτον ἀποδράντα, περιείδομεν ἀναιρούμενον ὑπὸ τοῦ βασιλέως Ἰωακείμ· ἐκεῖθεν γὰρ ἀγαγὼν αὐτὸν κατηκόντισε· δῆλον ποιεῖ καὶ τὸν τοῖς εὐσεβέσι λόγοις κεχρημένον, καί φησι· κδʹ. Πλὴν χεὶρ Ἀχικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ Ἱερεμίου τοῦ μὴ παραδοθῆναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ μὴ ἀνελεῖν αὐτόν. ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Οὕτω τοῦτο τὸ διήγημα συμπληρώσας, ἐφ' ἕτερον μεταβαίνει τούτου πρεσβύτερον. αʹ. Ἐν ἀρχῇ βασιλείας Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, ἐγένετο ὁ λόγος οὗτος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, λέγων. Εἶτα λέγει ὡς προσετάχθη κλοιοὺς τῷ τραχήλῳ περιθεῖναι, καὶ τού τους ἀποστεῖλαι τοῖς ἐκ γειτόνων βασιλεῦσιν, ὧν καὶ τὰ ὀνόματα τίθησιν. Ἐκελεύσθη δὲ καὶ τούτους τοὺς λόγους ἐκπέμψαι διὰ τῶν πρεσβειῶν. εʹ. Ἐγὼ ἐποίησα καὶ τὴν γῆν, καὶ τοὺς ἀν θρώπους, καὶ τὰ κτήνη, ὅσα ἐπὶ προσώπου τῆς γῆς, ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ, καὶ τῷ βραχίονί μου τῷ ὑψηλῷ. Καὶ δώσω αὐτὴν, ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου. Τὸ, "ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ, καὶ τῷ βραχίονί μου τῷ ὑψηλῷ," διὰ τὸ μέγεθος τῶν στοιχείων καὶ τὴν τῶν ἀκουόντων ἀσθένειαν τέθεικεν· αὐτὸ γὰρ ἀρκεῖ τὸ βουληθῆναι καὶ παραγαγεῖν ὅσα βούλεται. 81.645 ϛʹ. Καὶ νῦν ἐγώ εἰμι· δέδωκα τὴν γῆν ταύ την ἐν χειρὶ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶ νος τοῦ δούλου μου, καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐρ γάσασθαι δέδωκα αὐτῷ, καὶ δουλεύειν αὐτῷ. Θηρία τοῦ ἀγροῦ, τὰ βάρβαρα ἔθνη λέγει. Ποιητής εἰμι, φησὶ, καὶ ∆εσπότης, ὡς βούλομαι κυβερνῶ. ζʹ. Καὶ δουλεύσουσιν αὐτῷ πάντα τὰ ἔθνη, καὶ τῷ υἱῷ αὐτοῦ, καὶ τῷ υἱῷ τοῦ υἱοῦ αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ καιρὸς τῆς γῆς αὐτοῦ. Σαφῶς ἐδίδαξεν, ὅτι καθάπερ δημίοις χρησάμενος τοῖς Βαβυλωνίοις, καὶ δίκας δι' αὐτῶν τὰ ἄλλα ἔθνη εἰσπραξάμενος, ὕστερον καὶ αὐτοὺς πανωλεθρίᾳ παραδώσει· ἀπειλεῖ δὲ καὶ τοῖς ἀντιλέγουσι, καὶ τὸν δὲ τὸν ζυγὸν ἀπωθου μένοις, λιμὸν καὶ σφαγὴν, καὶ ἀνδραποδισμόν. Παρ εγγυᾷ δὲ αὐτοῖς, μὴ πιστεῦσαι χρησμῳδοῖς, καὶ μάντεσι, καὶ οἰωνοσκόποις, καὶ ὀνειροπόλοις, ἀλλ' εἶξαι, καὶ δέξασθαι τὸν τοῦ Βαβυλωνίου ζυγόν· καὶ ὑπισχνεῖται εἰρήνην τοῖς πειθομένοις. Ταῦτα δὲ ἔφη καὶ Σεδεκίᾳ τῷ βασιλεῖ, καὶ παρεγγυᾷ μὴ πι στεῦσαι τοῖς ψευδοπροφήταις, εἰρήνην ὑπισχνουμέ νοις, καὶ τῶν ἀποκομισθέντων εἰς Βαβυλῶνα θείων σκευῶν τὴν ἀποκατάστασιν. Ψευδῆ γὰρ οὗτοι λέ γουσι. ιηʹ. Εἰ δὲ προφῆταί εἰσι, καὶ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσαν τῷ Κυρίῳ τῶν δυνάμεων, πρὸς τὸ μὴ πορευθῆναι τὰ σκεύη τὰ ἀπολειφθέντα ἐν οἴκῳ Κυρίου, καὶ ἐν οἴκῳ βασι λέως Ἰούδα, καὶ Ἱερουσαλὴμ, εἰς Βαβυλῶνα. Τὸ, "Ἀπαντησάτωσαν τῷ Κυρίῳ," ἀντὶ τοῦ "κωλυσά τωσαν," καὶ νικησάτωσαν τὰς θείας προῤῥήσεις, καὶ δειξάτωσαν ἀργὰς τὰς θείας προῤῥήσεις. Ὄψεσθε γὰρ πάντα τὰ ὑπολειφθέντα ἱερὰ σκεύη εἰς τὴν Βα βυλῶνα μετακομιζόμενα, καὶ μετὰ τὸν ἑβδομηκον τούτην χρόνον ἐκεῖθεν πεμπόμενα, ἀφιερωμένῳ μοι ἀποδιδόμενα οἴκῳ· τῶν δὲ Μεχωνὼθ καὶ ἡ τρίτη τῶν Βασιλειῶν μέμνηται· χρείαν δὲ κρατήρων ἐπλήρουν· ἐπεποίηντο δὲ ἐκ χαλκοῦ. ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ. Μετὰ ταῦτα διηγεῖται, ὡς Σεδεκίου βασιλεύοντος, ἐν τῷ τετάρτῳ ἔτει, Ἀνανίας ὁ ψευδοπροφήτης, καὶ τοῦ λαοῦ, καὶ τῶν ἱερέων παρόντων, εἰπεῖν ἐτόλ μησε· βʹ, γʹ, δʹ. Τάδε λέγει Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ· Συνέτριψα τὸν ζυγὸν βασιλέως