1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

47

σκοτῶν. Ἂν τοίνυν ἐνέγκῃ τὰς ἀλγηδόνας τις, καὶ εὐχαριστήσῃ, μαρτυρίου στέφανον ἔλαχεν. Οἷον, τὸ παιδίον νοσεῖ, καὶ εὐχαριστεῖ τῷ Θεῷ· τοῦτο αὐτῇ στέφανος. Πόσης βασάνου οὐ χείρων ἡ ἀθυμία; ἀλλ' οὐκ ἀναγκάζει ῥῆμα ἐκβαλεῖν πικρόν. Ἀποθνήσκει· πάλιν ηὐχαρίστησε; Γέγονε θυγάτηρ τοῦ Ἀβραάμ. Εἰ γὰρ μὴ τῇ ἰδίᾳ ἔσφαξε χειρὶ, ἀλλ' ἐπὶ τῇ θυσίᾳ ἥσθη, ὅπερ ἴσον ἐστίν· οὐ γὰρ ἠγανάκτησε λαμβανομένου τοῦ δώρου. Πάλιν ἐνόσησεν· οὐκ ἐποίησε περίαπτα; Μαρτύριον αὐτῇ λογίζεται· κατέθυσε γὰρ τὸν υἱὸν τῇ γνώμῃ. Τί γὰρ, εἰ καὶ μηδὲν ὠφελεῖ ἐκεῖνα, ἀλλ' ἀπάτης ἐστὶ καὶ χλεύης; ἀλλ' ὅμως ἦσαν οἱ πείθοντες ὅτι ὠφελεῖ· καὶ εἵλετο μᾶλλον νεκρὸν τὸ παιδίον ἰδεῖν, ἢ εἰδωλολατρείας ἀνασχέσθαι. Ὥσπερ οὖν αὕτη μάρτυς, ἄν τε ἐφ' ἑαυτῆς, ἄν τε ἐπὶ τοῦ παιδὸς ἐργά 62.358 ζηται τοῦτο, ἄν τε ἐπὶ τοῦ ἀνδρὸς, ἢ ἑτέρου τινὸς τῶν φιλτάτων· οὕτως ἡ ἑτέρα εἰδωλολάτρις. ∆ῆλον γὰρ ὅτι ἔθυσεν ἂν, εἰ ἦν θῦσαι· μᾶλλον δὲ ἤδη ἐποίησε τὸ τῆς θυσίας. Τὰ γὰρ περίαπτα, κἂν μυρία φιλοσοφῶσιν οἱ ἐκ τούτων χρηματιζόμενοι, λέγοντες ὅτι τὸν Θεὸν καλοῦμεν, καὶ οὐδὲν πλέον ποιοῦμεν, καὶ ὅσα τοιαῦτα, καὶ Χριστιανή ἐστιν ἡ γραῦς καὶ πιστὴ, εἰδωλολατρεία τὸ πρᾶγμά ἐστι. Πιστὴ εἶ; σφράγισον, εἰπέ. Τοῦτο ἔχω τὸ ὅπλον μόνον, τοῦτο τὸ φάρμακον· ἄλλο δὲ οὐκ οἶδα. Εἰπέ μοι, ἐὰν προσελθὼν ἰατρὸς, καὶ τὰ τῆς ἰατρικῆς φάρμακα ἀφεὶς, ἐπᾴδῃ, τοῦτον ἰατρὸν ἐροῦμεν; Οὐδαμῶς· τὰ γὰρ τῆς ἰατρικῆς οὐχ ὁρῶμεν φάρμακα. Οὕτως οὐδὲ ἐνταῦθα τὰ τοῦ Χριστιανισμοῦ. Ἕτεραι δὲ πάλιν ποταμῶν ὀνόματα περιάπτουσι, καὶ μυρία τοιαῦτα τολμῶσιν. Ἰδοὺ λέγω, καὶ προλέγω πᾶσιν ὑμῖν, ὅτι ἐάν τις ἁλῷ, οὐ φείσομαι πάλιν, ἄν τε περίαπτον, ἄν τε ἐπῳδὴν, ἄν τε ἄλλο τι τῆς τέχνης τῆς τοιαύτης ποιῇ. Τί οὖν, ἀποθάνῃ, φησὶ, τὸ παιδίον; Ἂν οὕτω ζήσῃ, τότε ἀπέθανεν· ἂν δὲ ἄνευ ἐκείνων ἀποθάνῃ, τότε ἔζησε. Νῦν δὲ ἂν μὲν πόρναις ἴδῃς προσέχοντα, εὔχῃ κατορυγῆναι, καὶ λέγεις. Τί γὰρ ὄφελος τοῦ ζῇν; ὑπὲρ δὲ σωτηρίας ὁρῶσα κινδυνεύοντα, βούλει ζῶντα ὁρᾷν; Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, ὅτι Ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ, εὑρήσει αὐτήν· ὁ δὲ εὑρὼν, ἀπολέσει αὐτήν; πιστεύεις τοῖς εἰρημένοις, ἢ μῦθοί σοι δοκοῦσιν εἶναι; Εἰπὲ δή μοι, ἐὰν εἴπῃ τις, ὅτι Ἀπάγαγε εἰς εἰδωλεῖον, καὶ ζήσεται, ἀνέξῃ; Οὒ, φησί. ∆ιὰ τίς Ὅτι εἰδωλολατρεῖν ἀναγκάζει· ἐνταῦθα δὲ οὐκ ἔστιν εἰδωλολατρεία, ἀλλ' ἁπλῶς ἐπῳδὴ, φησίν. Αὕτη γὰρ ἡ σατανικὴ ἔννοια, αὕτη ἡ μεθοδεία ἡ διαβολικὴ, συγκαλύπτειν τὴν πλάνην, καὶ ἐν μέλιτι τὸ δηλητήριον διδόναι φάρμακον. Ἐπειδὴ οἶδεν ἐκεῖθέν σε οὐ πείθων, ταύτην ἐβάδισε τὴν ὁδὸν εἰς περιάμματα καὶ γραώδεις μύθους· καὶ ὁ μὲν σταυρὸς ἠτίμωται, τὰ δὲ γράμματα προτετίμηται· ὁ Χριστὸς ἐκβέβληται, καὶ εἰσάγεται μεθύουσα γραῦς καὶ ληροῦσα· τὸ μυστήριον πεπάτηται τὸ ἡμέτερον, καὶ πλάνη χορεύει τοῦ διαβόλου. Τίνος οὖν ἕνεκεν οὐκ ἐλέγχει, φησὶν, ὁ Θεός; Τὴν ἀπὸ τῶν τοιούτων βοήθειαν πολλαχοῦ ἤλεγξε, καὶ οὐκ ἔπεισέ σε· λοιπὸν ἀφίησι τῇ πλάνῃ· Παρέδωκε γὰρ αὐτοὺς, φησὶν, ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν. Ταῦτα δὲ οὐδ' ἂν Ἕλλην νοῦν ἔχων ἀνάσχοιτο. Λέγεταί τις δημαγωγός ποτε ἐν Ἀθήναις ταῦτα περιτεθῆναι· εἶτα φιλόσοφός τις ἐκείνου διδάσκαλος ἰδὼν, ἐπετίμησεν, ἐμέμψατο, ἔδακεν, ἐκωμῴδησεν· ἡμεῖς δὲ οὕτως ἀθλίως διακείμεθα, ὡς καὶ τούτοις πιστεύειν. Καὶ διὰ τί μή εἰσι νῦν οἱ ἀνιστῶντες, φησὶ, νεκροὺς καὶ ἰάσεις ἐπιτελοῦντες; ∆ιὰ τί, τέως οὐ λέγω· διὰ τί δὲ μή εἰσι νῦν οἱ τῆς παρούσης καταφρονοῦντες ζωῆς; διὰ τί ἐπὶ μισθῷ δουλεύομεν τῷ Θεῷ; Ὅτε ἀσθενέστερον διέκειτο ἡ φύσις ἡ ἀνθρωπίνη, ὅτε φυτευθῆναι τὴν πίστιν ἔδει, ἦσαν καὶ τοιοῦτοι πολλοί· νῦν δὲ οὐ βούλεται ἡμᾶς τούτων ἠρτῆσθαι τῶν σημείων, ἀλλ' ἑτοίμους εἶναι πρὸς θάνατον. Τί τοίνυν τῆς παρούσης ἔχῃ ζωῆς; τί τὰ μέλλοντα οὐχ ὁρᾷς; καὶ ὑπὲρ μὲν ταύτης καὶ εἰδωλολατρεῖν ἀνέχῃ, ὑπὲρ δὲ ἐκείνης οὐδὲ ἀθυμίας κατασχεῖν; ∆ιὰ ταῦτα οὐκ εἰσὶ νῦν τοιοῦτοι, ὅτι ἄτιμος ἡμῖν ἐφάνη ἐκείνη ἡ ζωὴ, εἴ γε