1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

47

κλαιόντων, οὐκέτι δὲ καὶ μετὰ χαιρόντων χαίρουσιν, ἀλλὰ δακρύουσιν ἑτέρων χαιρόντων· ὅπερ ἐστὶ βασκανία καὶ φθόνος. Οὐ τοίνυν μικρὸν κατόρθωμα, τοῦ ἀδελφοῦ χαίροντος χαίρειν, ἀλλὰ καὶ θατέρου μεῖζον· τάχα δὲ οὐ τοῦ κλαίειν μόνον μετὰ κλαιόντων, ἀλλὰ καὶ τοῦ παραστῆναι ἐν κινδύνοις μεῖζον. Πολλοὶ γοῦν κινδυνεύουσι μὲν συνεκινδύνευσαν, εὐδοκιμούντων δὲ ἐδήχθησαν· τοσαύτη ἡ τῆς βασκανίας τυραννίς. Καίτοι τὸ μὲν πόνων ἐστὶ καὶ ἱδρώτων, τοῦτο δὲ προαιρέσεως καὶ γνώμης μόνον· ἀλλ' ὅμως τὸ χαλεπώτερον ὑπομείναντες πολλοὶ, τὸ εὐκολώτερον τούτου οὐκ ἤνυσαν, ἀλλὰ τήκονται καὶ ἀπόλλυνται, ὅταν ἑτέρους εὐδοκιμοῦντας ἴδωσιν, 60.448 ὅταν Ἐκκλησίαν ὠφελουμένην ὁλόκληρον, ἢ λόγῳ ἢ καὶ ἑτέρῳ τινὶ τρόπῳ· οὗ τί χεῖρον γένοιτ' ἄν; Οὐδὲ γὰρ τῷ ἀδελφῷ λοιπὸν, ἀλλὰ καὶ τῷ θελήματι τοῦ Θεοῦ ὁ τοιοῦτος μάχεται. Τοῦτο οὖν ἐννοήσας, παῦσαι τῆς νόσου, καὶ εἰ μὴ τὸν πλησίον βούλει, σαυτὸν γοῦν ἀπάλλαξον τῶν μυρίων κακῶν. Τί πόλεμον ἐπεισάγεις σου τοῖς λογισμοῖς; τί θορύβου τὴν ψυχὴν πληροῖς; τί χειμῶνα ἐργάζῃ; τί τὰ ἄνω κάτω ποιεῖς; πῶς δυνήσῃ διακείμενος οὕτως, ἁμαρτιῶν ἄφεσιν αἰτῆσαι; Εἰ γὰρ τοῖς τὰ εἰς αὐτοὺς μὴ συγχωροῦσιν οὐδὲ αὐτὸς ἀφίησι τὰ ἁμαρτήματα, τοῖς τοὺς οὐδὲν ἠδικηκότας ἀδικεῖν ἐπιχειροῦσι ποίαν ἄφεσιν δώσει; Ἐσχάτης γὰρ τοῦτο πονηρίας ἀπόδειξις· οἱ τοιοῦτοι μετὰ τοῦ διαβόλου πολεμοῦσι τὴν Ἐκκλησίαν· τάχα δὲ καὶ πολλῷ χεῖρον· τὸν μὲν γὰρ καὶ φυλάττεσθαι δυνατὸν, οὗτοι δὲ προσωπεῖον φιλίας ὑποδύντες, λάθρᾳ τὴν πυρὰν ἀνάπτουσιν, ἑαυτοὺς προτέρους εἰς τὴν κάμινον ἐμβάλλοντες, καὶ νοσοῦντες νόσον οὐ μόνον ἐλεηθῆναι μὴ δυναμένην, ἀλλὰ καὶ πολὺν τὸν γέλωτα ἔχουσαν. Τί γὰρ ὠχριᾷς, εἰπέ μοι, καὶ τρέμεις καὶ περιδεὴς ἕστηκας; τί γέγονε δεινόν; ὅτι λαμπρὸς ὁ ἀδελφὸς καὶ περιφανὴς καὶ εὐδόκιμος; Οὐκοῦν στεφανοῦσθαί σε δεῖ καὶ χαίρειν καὶ τὸν Θεὸν δοξάζειν, ὅτι τὸ μέλος τὸ σὸν λαμπρὸν καὶ περιφανές· ἀλλὰ ἀλγεῖς, ὅτι ὁ Θεὸς δοξάζεται. Ὁρᾷς ποῦ τείνει ὁ πόλεμος; Ἀλλ' οὐχ ὅτι ὁ Θεὸς, φησὶν, ἀλλ' ὅτι ὁ ἀδελφὸς δοξάζεται. Ἀλλὰ διὰ τούτου πρὸς τὸν Θεὸν ἀναβαίνει ἡ δόξα· οὐκοῦν καὶ ὁ παρὰ σοῦ πόλεμος. Ἀλλ' οὐ τοῦτό με λυπεῖ, φησὶν, ἀλλὰ δι' ἐμοῦ τὸν Θεὸν ἐβουλόμην δοξάζεσθαι. Οὐκοῦν χαῖρε εὐδοκιμοῦντος τοῦ ἀδελφοῦ, καὶ δοξάζεται καὶ διὰ σοῦ πάλιν ὁ Θεὸς, καὶ πάντες ἐροῦσιν· Εὐλογητὸς ὁ Θεὸς ὁ τοιούτους ἔχων οἰκέτας, φθόνου παντὸς ἀπηλλαγμένους, τοῖς ἀλλήλων συνηδομένους καλοῖς. Καὶ τί λέγω τὸν ἀδελφόν; Εἰ γὰρ καὶ πολέμιος ἦν καὶ ἐχθρὸς, ὁ δὲ Θεὸς δι' αὐτοῦ ἐδοξάζετο, φίλον ἔδει ποιήσασθαι διὰ τοῦτο· σὺ δὲ τὸν φίλον ἐχθρὸν ποιεῖς, ἐπειδὴ ὁ Θεὸς δοξάζεται διὰ τῆς εὐδοκιμήσεως ἐκείνου. Κἂν μὲν τὸ σῶμά τις θεραπεύσῃ τὸ σὸν κακῶς ἔχον, κἂν ἐχθρὸς ᾖ, τῶν πρώτων αὐτὸν ἡγήσῃ φίλων εἶναι λοιπόν· τὸν δὲ τοῦ Χριστοῦ τὸ σῶμα καλλωπίζοντα, τουτέστι τὴν Ἐκκλησίαν, καὶ φίλον ὄντα, ἐχθρὸν ἡγῇ; Καὶ πῶς ἂν ἑτέρως τὸν πρὸς τὸν Χριστὸν ἐπεδείξω πόλεμον; ∆ιὰ τοῦτο κἂν σημεῖά τις ποιῇ, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν χαμευνίαν ἐπιδείξηται, καὶ πρὸς τοὺς ἀγγέλους διὰ ταύτης τῆς ἀρετῆς φθάσῃ, πάντων ἔσται ἐναγέστερος, τοῦτο ἔχων τὸ ἐλάττωμα, καὶ μοιχοῦ καὶ πόρνου καὶ λῃστοῦ καὶ τυμβωρύχου παρανομώτερος. ʹ. Καὶ ἵνα μή τις ὑπερβολὴν καταγνῷ τοῦ λόγου, ἐκεῖνο ἂν ἡδέως ἐροίμην ὑμᾶς· Εἰ πῦρ καὶ δίκελλάν τις λαβὼν, τοῦτον καθῄρει καὶ ἐνεπίμπρα τὸν οἶκον καὶ τουτὶ κατέσκαπτε τὸ θυσιαστήριον, οὐκ ἂν λίθοις ἕκαστος αὐτὸν ἔβαλλε τῶν παρόντων ὡς ἐναγῆ καὶ παράνομον; Τί οὖν, ἂν τοῦ πυρὸς τούτου δαπανητικωτέραν τις φέρῃ φλόγα, τὴν βασκανίαν λέγω, οὐχὶ λίθων οἰκοδομὰς καθαιροῦσαν, οὐδὲ χρυσοῦν θυσιαστήριον κατασκάπτουσαν, ἀλλὰ τὸ πολὺ καὶ τῶν τοίχων καὶ τοῦ θυσιαστηρίου τιμιώτερον, τῶν διδασκάλων τὴν οἰκοδομὴν ἀνατρέπουσαν καὶ λυμαινομένην, ποίας ἂν εἴη συγγνώμης ἄξιος; Μὴ γάρ μοι λεγέτω τις, ὅτι πολλάκις ἐπιχειρήσας οὐκ ἴσχυσεν· ἀπὸ γὰρ τῆς γνώμης τὰ πράγματα κρίνεται· ἐπεὶ καὶ ὁ Σαοὺλ 60.449 ἀπέκτεινε τὸν ∆αυῒδ, εἰ καὶ μὴ ἐπέτυχεν. Οὐκ ἐννοεῖς, εἰπέ μοι, ὅτι τοῖς προβάτοις