1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

48

ἀλλήλοις πρὸς κοινωνίαν γάμου συνέλθητε. Ὁ τῆς φύσεως δεσμὸς, ὁ διὰ τῆς εὐλογίας ζυγὸς, ἕνωσις ἔστω τῶν διεστώτων. Ἔχιδνα, τὸ χαλεπώτατον τῶν ἑρπετῶν, πρὸς γάμον ἀπαντᾷ τῆς θαλασσίας μυραίνης, καὶ συριγμῷ τὴν παρουσίαν σημήνασα ἐκκαλεῖται αὐτὴν ἐκ τῶν βυθῶν πρὸς γαμικὴν συμπλοκήν. Ἡ δὲ ὑπακούει, καὶ ἑνοῦται τῷ ἰοβόλῳ. Τί βούλεταί μοι ὁ λόγος; Ὅτι κἂν τραχὺς ᾖ κἂν ἄγριος τὸ ἦθος ὁ σύνοικος, ἀνάγκη φέρειν τὴν ὁμόζυγα, καὶ ἐκ μηδεμιᾶς προφάσεως καταδέχεσθαι τὴν ἕνωσιν διασπᾶν. Πλήκτης; Ἀλλ' ἀνήρ. Πάροινος; Ἀλλ' ἡνωμένος κατὰ τὴν φύσιν. Τραχὺς καὶ δυσάρεστος; Ἀλλὰ μέλος ἤδη σὸν, καὶ μελῶν τὸ τιμιώτατον. 7.6 Ἀκουέτω δὲ καὶ ὁ ἀνὴρ τῆς προσηκούσης αὐτῷ παραινέσεως. Ἡ ἔχιδνα τὸν ἰὸν ἐξεμεῖ, αἰδουμένη τὸν γάμον· σὺ τὸ τῆς ψυχῆς ἀπηνὲς καὶ ἀπάνθρωπον οὐκ ἀποτίθεσαι αἰδοῖ τῆς ἑνώσεως; Ἢ τάχα τὸ τῆς ἐχίδνης ὑπόδειγμα καὶ ἑτέρως ἡμῖν χρησιμεύσει, ὅτι μοιχεία τίς ἐστι τῆς φύσεως ἡ τῆς ἐχίδνης καὶ τῆς μυραίνης ἐπιπλοκή. ∆ιδαχθήτωσαν οὖν οἱ τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντες γάμοις, ποταπῷ εἰσιν ἑρπετῷ παραπλήσιοι. Εἷς μοι σκοπὸς, πανταχόθεν οἰκοδομεῖσθαι τὴν Ἐκκλησίαν. Καταστελ λέσθω τὰ πάθη τῶν ἀκολάστων, καὶ ἐγγείοις καὶ θαλαττίοις ὑποδείγμασι παιδευόμενα. Ἐνταῦθά με στῆναι τοῦ λόγου ἥ τε τοῦ σώματος καταναγκάζει ἀσθένεια, καὶ τὸ τῆς ὥρας ὀψέ· ἐπεὶ πολλὰ ἔτι προσθεῖναι εἶχον τοῖς φιληκόοις θαύματος ἄξια περὶ τῶν φυομένων ἐν τῇ θαλάσσῃ· περὶ θαλάσσης αὐτῆς. Πῶς εἰς ἅλας τὸ ὕδωρ πήγνυται· πῶς ὁ πολυτίμητος λίθος τὸ κουράλλιον χλόη μέν ἐστιν ἐν τῇ θαλάσσῃ, ἐπειδὰν δὲ εἰς τὸν ἀέρα ἐξενεχθῇ, πρὸς λίθου στερρότητα μεταπήγνυται· πόθεν τῷ εὐτελεστάτῳ ζῴῳ τῷ ὀστρέῳ τὸν βαρύτιμον μαργαρίτην ἡ φύσις ἐνέθηκεν. Ἃ γὰρ ἐπιθυμοῦσι θησαυροὶ βασιλέων, ταῦτα περὶ αἰγιαλοὺς καὶ ἀκτὰς καὶ τραχείας πέτρας διέρριπται, τοῖς ἐλύτροις τῶν ὀστρέων ἐγκείμενα. Πόθεν τὸ χρυσοῦν ἔριον αἱ πίνναι τρέφουσιν, ὅπερ οὐδεὶς τῶν ἀνθοβάφων μέχρι νῦν ἐμιμήσατο Πόθεν αἱ κόχλοι τοῖς βασιλεῦσι τὰς ἁλουργίδας χαρίζονται, αἳ καὶ τὰ ἄνθη τῶν λειμώνων τῇ εὐχροίᾳ παρέδραμον. Ἐξαγαγέτω τὰ ὕδατα. Καὶ τί οὐ γέγονε τῶν ἀναγκαίων; τί δὲ οὐχὶ τῶν πολυτελῶν ἐχαρίσθη τῷ βίῳ; Τὰ μὲν εἰς ὑπηρεσίαν ἀνθρώπων· τὰ δὲ, εἰς θεωρίαν τοῦ περὶ τὴν κτίσιν θαύματος. Ἄλλα φοβερὰ, παιδαγωγοῦντα ἡμῶν τὸ ῥᾴθυμον. Ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα. Οὐκ ἐπειδὴ καρίδος καὶ μαινίδος μείζονα, διὰ τοῦτο μεγάλα εἴρηται, ἀλλ' ἐπειδὴ τοῖς μεγίστοις ὄρεσι τῷ ὄγκῳ τοῦ σώματος παρισάζεται· ἅ γε καὶ νήσων πολλάκις φαντασίαν παρέχεται, ἐπειδάν ποτε ἐπὶ τὴν ἄκραν ἐπιφάνειαν τοῦ ὕδατος ἀνανήξηται. Ταῦτα μέντοι τηλικαῦτα ὄντα οὐ περὶ ἀκτὰς, οὐδὲ αἰγιαλοὺς διατρίβει, ἀλλὰ τὸ Ἀτλαντικὸν λεγόμενον πέλαγος ἐνοικεῖ. Τοιαῦτά ἐστι τὰ πρὸς φόβον καὶ ἔκπληξιν ἡμετέραν δημιουργηθέντα ζῷα. Ἐὰν δὲ ἀκούσῃς ὅτι τὰ μέγιστα τῶν πλοίων ἡπλωμένοις ἱστίοις ἐξ οὐρίας φερόμενα τὸ μικρότατον ἰχθύδιον ἡ ἐχενηῒς οὕτω ῥᾳδίως ἵστησιν, ὥστε ἀκίνητον ἐπὶ πλεῖστον φυλάσσειν τὴν ναῦν ὥσπερ καταρριζωθεῖσαν ἐν αὐτῷ τῷ πελάγει, ἆρ' οὐχὶ καὶ ἐν τῷ μικρῷ τούτῳ τὴν αὐτὴν τῆς τοῦ κτίσαντος δυνάμεως λαμβάνεις ἀπόδειξιν; Οὐ γὰρ μόνοι ξιφίαι, καὶ πρίονες, καὶ κύνες, καὶ φάλαιναι καὶ ζύγαιναι, φοβεραὶ, ἀλλὰ καὶ τρυγόνος κέντρον τῆς θαλασσίας, καὶ ταύτης νεκρᾶς, καὶ λαγωὸς ὁ θαλάσσιος, οὐχ ἧττόν ἐστι φοβερὰ, ταχεῖαν καὶ ἀπαραίτητον τὴν φθορὰν ἐπιφέροντα. Οὕτω σε διὰ πάντων ἐγρηγορέναι ὁ κτίστης βούλεται, ἵν' ἐν τῇ πρὸς Θεὸν ἐλπίδι τὰς ἀπ' αὐτῶν βλάβας ἀποδιδράσκῃς. Ἀλλὰ γὰρ ἀνα δραμόντες ἐκ τῶν βυθῶν, ἐπὶ τὴν ἤπειρον καταφύγωμεν. Καὶ γάρ πως ἄλλα ἐπ' ἄλλοις καταλαβόντα ἡμᾶς τῆς δημιουργίας τὰ θαύματα, οἷόν τινα κύματα, ταῖς συνεχέσι καὶ ἐπαλ λήλοις ἐπιδρομαῖς ὑποβρόχιον ἡμῶν τὸν λόγον ἤγαγε. Καίτοι θαυμάσαιμι ἂν, εἰ μὴ μείζοσι τοῖς κατ' ἤπειρον παραδόξοις ἡ διάνοια ἡμῶν ἐντυχοῦσα, πάλιν κατὰ τὸν Ἰωνᾶν ἐπὶ τὴν θάλασσαν δραπετεύσει. Ἔοικε δέ μοι ὁ λόγος ἐμπεσὼν εἰς τὰ